Ancient Greek · ~18 min
Ἠκούσατε ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις· Οὐ μοιχεύσεις. Ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι πᾶς ὁ ἐμβλέπων γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 5.1-15
Not analysed yet
Εἶτα περαιτέρω αὐτοὺς ἀπάγων τοῦ κατὰ Θεοῦ ὀμνύναι, φησί· Μήτε κατὰ τοῦ οὐρανοῦ, ὅτι θρόνος ἐστὶ τοῦ Θεοῦ· μήτε ἐν τῇ γῇ, ὅτι ὑποπόδιόν ἐστι τῶν ποδῶν αὐτοῦ· μήτε κατὰ Ἱερουσαλὴμ, ὅτι πόλις ἐστὶ τοῦ μεγάλου βασιλέως· ἀπὸ τῶν προφητικῶν ἔτι φθεγγόμενος, καὶ δεικνὺς ἑαυτὸν οὐκ ἐναντιούμενον τοῖς παλαιοῖς· καὶ γὰρ ἔθος εἶχον κατὰ τούτων ὀμνύναι· καὶ δείκνυσι πρὸς τῷ τέλει τοῦ Εὐαγγελίου τοῦτο τὸ ἔθος. Σὺ δέ μοι θέα πόθεν ἐπαίρει τὰ στοιχεῖα· οὐκ ἀπὸ τῆς οἰκείας φύσεως, ἀλλ' ἀπὸ τῆς τοῦ Θεοῦ πρὸς αὐτὰ σχέσεως τῆς κατὰ συγκατάβασιν εἰρημένης. Ἐπειδὴ γὰρ πολλὴ ἡ τῆς εἰδωλολατρείας τυραννὶς ἦν, ἵνα μὴ δόξῃ τὰ στοιχεῖα δι' ἑαυτὰ εἶναι τίμια, ταύτην τέθεικε τὴν αἰτίαν ἣν εἰρήκαμεν, ἣ πάλιν εἰς τὴν τοῦ Θεοῦ δόξαν διέβαινεν. Οὐδὲ γὰρ εἶπεν· Ἐπειδὴ καλὸς καὶ μέγας ὁ οὐρανός· οὐδὲ, Ἐπειδὴ χρησίμη ἡ γῆ· ἀλλ', Ἐπειδὴ τοῦ Θεοῦ ὁ μέν ἐστι θρόνος, ἡ δὲ, ὑποπόδιον, πανταχόθεν αὐτοὺς ἐπὶ τὸν Δεσπότην συνωθῶν. Μήτε κατὰ τῆς κεφαλῆς σου, φησὶν, ὅτι οὐ δύνασαι μίαν τρίχα λευκὴν ποιῆσαι, ἢ μέλαιναν. Πάλιν ἐνταῦθα οὐ θαυμάζων τὸν ἄνθρωπον, ἀπήγαγε τοῦ κατὰ τῆς κεφαλῆς ὀμνύναι· καὶ γὰρ ἂν καὶ αὐτὸς προσεκυνήθη· ἀλλὰ τὴν δόξαν ἐπὶ τὸν Θεὸν ἀνάγων, καὶ δεικνὺς ὅτι οὐδὲ σαυτοῦ εἶ κύριος, οὐκοῦν οὐδὲ τῶν κατὰ τῆς κεφαλῆς ὅρκων. Εἰ γὰρ τὸ παιδίον οὐκ ἄν τις δοίη τὸ ἑαυτοῦ ἑτέρῳ, πολλῷ μᾶλλον ὁ Θεὸς τὸ ἔργον τὸ ἑαυτοῦ οὐ προήσεταί σοι. Εἰ γὰρ καὶ σὴ ἡ κεφαλὴ, ἀλλ' ἑτέρου τὸ κτῆμα· καὶ τοσοῦτον ἀφέστηκας τοῦ κύριος εἶναι, ὅτι οὐδὲ τὸ πάντων ἔσχατον ἐργάσασθαι ἐν αὐτῇ δυνήσῃ. Οὐ γὰρ εἶπεν, Οὐ δύνασαι ἐξενεγκεῖν τρίχα· ἀλλ', Οὐδὲ ἀλλάξαι αὐτῆς τὴν ποιότητα. Τί οὖν, ἂν ἀπαιτῇ τις ὅρκον, φησὶ, καὶ ἀνάγκην ἐπάγῃ; Ὁ τοῦ Θεοῦ φόβος τῆς ἀνάγκης ἔστω δυνατώτερος. Ἐπεὶ εἰ μέλλοις τοιαύτας προβάλλεσθαι προφάσεις, οὐδὲν φυλάξεις τῶν ἐπιταχθέντων. Καὶ γὰρ καὶ ἐπὶ τῆς γυναικὸς ἐρεῖς· Τί οὖν, ἐὰν μάχιμος ᾖ καὶ δαπανηρά; Καὶ ἐπὶ τοῦ ὀφθαλμοῦ τοῦ δεξιοῦ· Τί οὖν, ἐὰν φιλῶ αὐτὸν, καὶ διακαίωμαι; Καὶ ἐπὶ τῆς ὄψεως τῆς ἀκολάστου· Τί οὖν, ἐὰν μὴ δύνωμαι μὴ ὁρᾷν; Καὶ ἐπὶ τῆς πρὸς τὸν ἀδελφὸν ὀργῆς· Τί οὖν, ἐὰν προπετὴς ὦ, καὶ μὴ δύνωμαι γλώττης κρατεῖν; καὶ πάντα ἁπλῶς οὕτω καταπατήσεις τὰ εἰρημένα. Καίτοιγε ἐπὶ τῶν νόμων τῶν ἀνθρωπίνων οὐδαμοῦ τοῦτο τολμᾷς προβαλέσθαι, οὐδὲ εἰπεῖν· Τί οὖν, ἐὰν τὸ καὶ τό; ἀλλὰ καὶ ἑκὼν καὶ ἄκων καταδέχῃ τὰ γεγραμμένα. Ἄλλως δὲ, οὐδὲ ἀνάγκην ὑποστήσῃ ποτέ. Ὁ γὰρ τῶν ἔμπροσθεν μακαρισμῶν ἀκούσας, καὶ τοιοῦτον ἑαυτὸν παρασκευάσας, οἶον ἐπέταξεν ὁ Χριστὸς, οὐδεμίαν παρ' οὐδενὸς ὑποστήσεται τοιαύτην ἀνάγκην, αἰδέσιμος ὢν παρὰ πᾶσι καὶ σεμνός. Ἔστω δὲ ὑμῖν τὸ ναὶ, ναὶ, καὶ τὸ οὒ, οὔ· τὸ δὲ περισσὸν τούτων ἐκ τοῦ πονηροῦ ἐστι. Τί οὖν ἐστι τὸ περισσὸν τοῦ ναὶ καὶ τοῦ οὔ; Ὁ ὅρκος, οὐ τὸ ἐπιορκεῖν. Ἐκεῖνο γὰρ καὶ ὡμολογημένον ἐστὶ, καὶ οὐδεὶς δεῖται μαθεῖν, ὅτι ἐκ τοῦ πονηροῦ ἐστι, καὶ οὐ περιττὸν, ἀλλ' ἐναντίον· τὸ δὲ περιττὸν, τὸ πλέον καὶ ἐκ περιουσίας προσκείμενον, ὅπερ ἐστὶν ὁ ὅρκος. Τί οὖν, φησὶν, ἐκ τοῦ πονηροῦ ἦν; καὶ εἰ ἐκ τοῦ πονηροῦ ἦν, πῶς νόμος ἦν; Τὸ αὐτὸ δὴ τοῦτο καὶ περὶ τῆς γυναικὸς ἐρεῖς· πῶς μοιχεία νῦν νενόμισται τὸ πρότερον ἐπιτετραμμένον; Τί οὖν πρὸς ταῦτα ἔστιν εἰπεῖν; Ὅτι τῆς ἀσθενείας τῶν δεχομένων τοὺς νόμους ἦν τὰ λεγόμενα τότε· ἐπεὶ καὶ τὸ κνίσσῃ θεραπεύεσθαι σφόδρα ἀνάξιον Θεοῦ, ὥσπερ καὶ τὸ ψελλίζειν ἀνάξιον φιλοσόφου. Μοιχεία τοίνυν ἐνομίσθη νῦν τὸ τοιοῦτον, καὶ ἐκ τοῦ πονηροῦ τὸ ὀμνύναι, ὅτε ἐπέδωκε τὰ τῆς ἀρετῆς. Εἰ δὲ διαβόλου ταῦτα ἐξ ἀρχῆς ἦσαν νόμοι, οὐκ ἂν τοσοῦτον κατώρθωσαν. Καὶ γὰρ εἰ μὴ ἐκεῖνα πρῶτον προέδραμεν, οὐκ ἂν οὕτως εὐκόλως ἐδέχθη τὰ νῦν. Μὴ τοίνυν αὐτῶν ἀπαίτει τὴν ἀρετὴν νῦν, ὅτε παρῆλθεν αὐτῶν ἡ χρεία· ἀλλὰ τότε, ὅτε ὁ καιρὸς αὐτὰ ἐκάλει· μᾶλλον δὲ, εἰ βούλει, καὶ νῦν. Καὶ γὰρ καὶ νῦν ἡ ἀρετὴ αὐτῶν δείκνυται, καὶ δι' αὐτὸ τοῦτο μάλιστα, δι' ὃ παρ' ἡμῶν διαβάλλεται. Τὸ γὰρ τοιαῦτα αὐτὰ φαίνεσθαι νῦν, ἐγκώμιον αὐτῶν μέγιστόν ἐστιν. Εἰ γὰρ μὴ καλῶς ἡμᾶς ἔθρεψε, καὶ πρὸς τὴν τῶν μειζόνων ὑποδοχὴν ἐπιτηδείους ἐποίησεν, οὐκ ἂν ἐφάνη τοιαῦτα. Ὥσπερ οὖν ὁ μαστὸς, ὅταν τὸ αὐτοῦ πληρώσῃ πᾶν, καὶ πρὸς τὴν τελειοτέραν τράπεζαν τὸ παιδίον παραπέμπῃ, λοιπὸν ἄχρηστος φαίνεται, καὶ οἱ πρότερον ἀναγκαῖον αὐτὸν εἶναι νομίζοντες τῷ παιδίῳ γονεῖς, μυρίοις αὐτὸν διαβάλλουσι σκώμμασι· πολλοὶ δὲ οὐδὲ ῥήμασιν αὐτὸν μόνον διαβάλλουσιν, ἀλλὰ καὶ πικροῖς ἐπιχρίουσι φαρμάκοις, ἵν' ὅταν μὴ ἰσχύσῃ τὰ ῥήματα τὴν ἄκαιρον περὶ αὐτὸν διάθεσιν ἀνελεῖν τοῦ παιδίου, τὰ πράγματα σβέσῃ τὸν πόθον.