Ancient Greek · ~16 min
Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ Δαυῒδ, υἱοῦ Ἀβραάμ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 4.1-2
Not analysed yet
Ὅθεν δῆλον, ὅτι καὶ ὁ Ἰωσὴφ ἐκεῖθεν ἦν. Καὶ γὰρ νόμος ἦν ὁ κελεύων μὴ ἐξεῖναι γαμεῖν ἄλλοθεν, ἀλλ' ἢ ἐκ τῆς αὐτῆς φυλῆς. Καὶ ὁ πατριάρχης δὲ Ἰακὼβ ἀπὸ τῆς Ἰούδα φυλῆς ἀναστήσεσθαι αὐτὸν προὔλεγεν, οὕτω λέγων· Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται· καὶ αὐτὸς προσδοκία ἐθνῶν. Ἡ γὰρ προφητεία αὕτη, ὅτι μὲν ἐκ τῆς φυλῆς Ἰούδα γέγονε, δηλοῖ· ὅτι δὲ καὶ τοῦ γένους Δαυῒδ, οὐκέτι. Ἆρα οὖν τῇ φυλῇ Ἰούδα οὐχὶ γένος ἓν ἦν μόνον τὸ τοῦ Δαυῒδ, ἀλλὰ καὶ πολλὰ ἕτερα· καὶ συνέβαινε τῆς μὲν φυλῆς εἶναι τοῦ Ἰούδα, οὐκέτι δὲ καὶ τοῦ γένους Δαυΐδ; Ἀλλ' ἵνα μὴ τοῦτο λέγῃς, ἀνεῖλέ σου τὴν ὑπόνοιαν ταύτην ὁ εὐαγγελιστὴς, εἰπὼν, ὅτι ἐξ οἴκου καὶ πατριᾶς ἦν Δαυΐδ. Εἰ δὲ καὶ ἑτέρωθεν βούλει τοῦτο μαθεῖν, οὐδὲ ἑτέρας ἀπορήσομεν ἀποδείξεως· οὐ γὰρ δὴ μόνον ἀπὸ φυλῆς οὐκ ἐξῆν ἑτέρας, ἀλλ' οὐδὲ ἀπὸ πατριᾶς ἑτέρας, τουτέστι, συγγενείας, γαμεῖν. Ὥστε ἄν τε τῇ Παρθένῳ, τὸ ἐξ οἴκου καὶ πατριᾶς Δαυῒδ ἁρμόσωμεν, ἕστηκε τὸ εἰρημένον· ἄν τε τῷ Ἰωσὴφ, δι' ἐκείνου καὶ τοῦτο κατασκευάζεται. Εἰ γὰρ ἐξ οἴκου Δαυῒδ καὶ πατριᾶς ἦν [ὁ Ἰωσὴφ], οὐκ ἂν ἄλλοθεν ἔλαβε τὴν γυναῖκα, ἢ ὅθεν καὶ αὐτὸς ἦν. Τί οὖν, εἰ παρέβη τὸν νόμον; φησί. Διὰ γὰρ τοῦτο προλαβὼν ἐμαρτύρησεν, ὅτι δίκαιος ἦν ὁ Ἰωσὴφ, ἵνα μὴ τοῦτο λέγῃς, ἀλλὰ μαθὼν αὐτοῦ τὴν ἀρετὴν, κἀκεῖνο εἰδῇς, ὅτι οὐκ ἂν παρέβη τὸν νόμον. Ὁ γὰρ οὕτω φιλάνθρωπος καὶ πάθους ἐκτὸς, ὡς μηδὲ ὑποψίας ἀναγκαζούσης βουληθῆναι ἐπιχειρῆσαι κολάσαι τὴν Παρθένον, πῶς ἂν δι' ἡδονὴν παρέβη τὸν νόμον; Ὁ γὰρ ὑπὲρ νόμον φιλοσοφήσας (καὶ γὰρ τὸ ἀφεῖναι καὶ λάθρα ἀφεῖναι, ὑπὲρ νόμον φιλοσοφοῦντος ἦν), πῶς ἂν παρὰ νόμον ἔπραξέ τι, καὶ ταῦτα οὐδεμιᾶς ἀναγκαζούσης αἰτίας; Ἀλλ' ὅτι μὲν ἐκ τοῦ γένους τοῦ Δαυῒδ ἦν ἡ Παρθένος, ἐκ τούτων δῆλον· τίνος δὲ ἕνεκεν αὐτὴν οὐκ ἐγενεαλόγησεν, ἀλλὰ τὸν Ἰωσὴφ, ἀναγκαῖον εἰπεῖν. Τίνος οὖν ἕνεκεν; Οὐκ ἦν νόμος παρὰ Ἰουδαίοις γενεαλογεῖσθαι γυναῖκας. Ἵν' οὖν καὶ τὸ ἔθος φυλάξῃ καὶ μὴ δόξῃ παραχαράττειν ἐκ προοιμίων, καὶ τὴν κόρην ἡμῖν γνωρίσῃ, διὰ τοῦτο τοὺς προγόνους αὐτῆς σιγήσας, τὸν Ἰωσὴφ ἐγενεαλόγησεν. Εἴτε γὰρ ἐπὶ τῆς Παρθένου τοῦτο ἐποίησεν, ἔδοξεν ἂν καινοτομεῖν· εἴτε τὸν Ἰωσὴφ ἐσίγησεν, οὐκ ἂν ἔγνωμεν τῆς Παρθένου τοὺς προγόνους. Ἵν' οὖν μάθωμεν τὴν Μαρίαν, τίς ἦν καὶ πόθεν, καὶ τὰ τῶν νόμων ἀκίνητα μείνῃ, τὸν μνηστῆρα αὐτῆς ἐγενεαλόγησε, καὶ ἔδειξεν ὄντα ἐκ τῆς οἰκίας Δαυΐδ. Τούτου γὰρ ἀποδειχθέντος, κἀκεῖνο συναποδέδεικται, τὸ καὶ τὴν Παρθένον ἐκεῖθεν εἶναι, διὰ τὸ τὸν δίκαιον τοῦτον, καθάπερ ἔφθην εἰπὼν, μὴ ἀνασχέσθαι ἑτέρωθεν ἀγαγέσθαι γυναῖκα. Ἔστι δὲ καὶ ἕτερον λόγον εἰπεῖν μυστικώτερον, δι' ὃν ἐσιγήθησαν οἱ τῆς Παρθένου πρόγονοι, ὅνπερ οὐκ εὔκαιρον νῦν ἐκκαλύψαι διὰ τὸ πολλὰ εἶναι τὰ εἰρημένα. Διόπερ ἐνταῦθα στήσαντες τὸν περὶ τῶν ζητημάτων λόγον, κατέχωμεν τέως μετὰ ἀκριβείας τὰ ἐκκαλυφθέντα ἡμῖν· οἷον, διατί τοῦ Δαυῒδ ἐμνήσθη πρῶτον· διατί τὸ βιβλίον, γενέσεως ἐκάλεσε Βιβλίον· διατί εἶπεν, Ἰησοῦ Χριστοῦ· πῶς ἡ γέννησις κοινὴ καὶ οὐ κοινή· πόθεν ὅτι ἡ Μαρία τοῦ Δαυῒδ οὖσα ἐδείχθη· καὶ τίνος ἕνεκεν ὁ Ἰωσὴφ ἐγενεαλογήθη, σιγηθέντων τῶν ἐκείνης προγόνων. Ἂν μὲν γὰρ φυλάττητε ταῦτα, προθυμοτέρους ἡμᾶς καὶ πρὸς τὰ μέλλοντα ἐργάσεσθε· ἂν δὲ ἀποπτύσητε καὶ ἐκβάλητε αὐτὰ τῆς ψυχῆς, καὶ πρὸς τὰ λοιπὰ ὀκνηρότερον διακεισόμεθα. Οὐδὲ γὰρ γῆς τὰ πρότερα διαφθειράσης σπέρματα ἕλοιτ' ἂν ἐπιμελεῖσθαι γεωργός. Διὸ παρακαλῶ ταῦτα στρέφειν. Ἀπὸ γὰρ τοῦ τὰ τοιαῦτα μεριμνᾷν, μέγα τι τῇ ψυχῇ καὶ σωτήριον ἐγγίνεται ἀγαθόν. Καὶ γὰρ καὶ τῷ Θεῷ δυνησόμεθα ἀρέσαι, ταῦτα φροντίζοντες, καὶ ὕβρεων καὶ αἰσχρολογίας καὶ λοιδοριῶν τὰ στόματα καθαρὰ ἔσται, πνευματικὰ μελετῶντα ῥήματα· καὶ δαίμοσιν ἐσόμεθα φοβεροὶ καθοπλίζοντες ἡμῶν τὴν γλῶτταν τοιούτοις ῥήμασι· καὶ τοῦ Θεοῦ τὴν χάριν ἐπισπασόμεθα μᾶλλον, καὶ διορατικώτερον ἡμῖν ἐργάσεται τὸ ὄμμα. Καὶ γὰρ καὶ ὀφθαλμοὺς, καὶ στόμα, καὶ ἀκοὴν διὰ τοῦτο ἡμῖν ἐνέθηκεν, ἵνα αὐτῷ πάντα δουλεύῃ τὰ μέλη· ἵνα τὰ αὐτοῦ φθεγγώμεθα, ἵνα τὰ αὐτοῦ πράττωμεν, ἵνα ᾄδωμεν αὐτῷ ὕμνους διηνεκεῖς, ἵνα εὐχαριστίας ἀναπέμπωμεν, καὶ διὰ τούτων τὸ συνειδὸς ἑαυτῶν ἐκκαθαίρωμεν. Ὥσπερ γὰρ σῶμα ἀέρος ἀπολαῦον καθαροῦ ὑγιεινότερον ἔσται, οὕτω καὶ ψυχὴ φιλοσοφωτέρα τοιαύταις ἐντρεφομένη μελέταις.