Ancient Greek · ~14 min
Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ Δαυῒδ, υἱοῦ Ἀβραάμ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 5.1-2
Not analysed yet
Οὐχ ὁρᾷς καὶ τοὺς τοῦ σώματος ὀφθαλμοὺς, ὅταν μὲν ἐν καπνῷ διατρίβωσι, διαπαντὸς δακρύοντας· ὅταν δὲ ἐν ἀέρι λεπτῷ, καὶ λειμῶνι, καὶ πηγαῖς, καὶ παραδείσοις, ὀξυτέρους τε γινομένους καὶ ὑγιεινοτέρους; Τοιοῦτος καὶ ὁ τῆς ψυχῆς ὀφθαλμός· ἂν μὲν γὰρ ἐν τῷ λειμῶνι τῶν πνευματικῶν βόσκηται λογίων, καθαρὸς ἔσται καὶ διαυγὴς καὶ ὀξυδορκῶν· ἂν δὲ εἰς τὸν καπνὸν τῶν βιωτικῶν ἀπίῃ πραγμάτων, δακρύσεται μυρία καὶ κλαύσεται, καὶ νῦν καὶ τότε. Καὶ γὰρ καπνῷ ἔοικε τὰ ἀνθρώπινα πράγματα. Διὰ τοῦτο καί τις ἔλεγεν· Ἐξέλιπον ὡσεὶ καπνὸς αἱ ἡμέραι μου. Ἀλλ' ἐκεῖνος μὲν πρὸς τὸ ὀλιγοχρόνιον καὶ ἀνυπόστατον· ἐγὼ δὲ οὐκ εἰς τοῦτο μόνον, ἀλλὰ καὶ εἰς τὸ ταραχῶδες εἴποιμι ἂν δεῖν ἐκλαμβάνειν τὰ εἰρημένα. Οὐδὲν γὰρ οὕτω λυπεῖ ψυχῆς ὀφθαλμὸν καὶ θολοῖ, ὡς ὁ τῶν βιωτικῶν φροντίδων ὄχλος, καὶ ὁ τῶν ἐπιθυμιῶν ἑσμός· ταῦτα γὰρ τοῦ καπνοῦ τούτου τὰ ξύλα. Καὶ καθάπερ τὸ πῦρ, ὅταν ὑγρᾶς καὶ διαβρόχου τινὸς ἐπιλάβηται ὕλης, πολὺν ἀνάπτει τὸν καπνόν· οὕτω καὶ ἡ ἐπιθυμία ἡ σφοδρὰ αὕτη καὶ φλογώδης, ὅταν ὑγρᾶς τινος καὶ διαλελυμένης ἐπιλάβηται ψυχῆς, πολὺν καὶ αὐτὴ τίκτει τὸν καπνόν. Διὰ τοῦτο χρεία τῆς δρόσου τοῦ Πνεύματος, καὶ τῆς αὔρας ἐκείνης, ἵνα τὸ πῦρ σβέσῃ, καὶ τὸν καπνὸν διαχέῃ, καὶ πτηνὸν ποιήσῃ ἡμῖν τὸν λογισμόν. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι τοσούτοις βαρυνόμενον κακοῖς πρὸς τὸν οὐρανὸν ἀναπτῆναι· ἀλλ' ἀγαπητὸν, εὐζώνους ἡμᾶς ὄντας δυνηθῆναι ταύτην τεμεῖν τὴν ὁδόν· μᾶλλον δὲ οὐδὲ οὕτω δυνατὸν, ἂν μὴ τοῦ Πνεύματος λάβωμεν τὸ πτερόν. Εἰ τοίνυν καὶ κούφης διανοίας καὶ πνευματικῆς χάριτος δεῖ, ἵνα ἀναβῶμεν εἰς τὸ ὕψος ἐκεῖνο, ὅταν μηδὲν τούτων, ἀλλὰ καὶ τὰ ἐναντία πάντα ἐφελκώμεθα καὶ βάρος σατανικὸν, πῶς δυνησόμεθα ἀναπτῆναι, τοσούτῳ βάρει καθελκόμενοι; Καὶ γὰρ εἴ τις ὥσπερ ἐν δικαίοις σταθμοῖς τοὺς λόγους ἡμῶν στῆσαι ἐπιχειρήσειεν, ἐν μυρίοις ταλάντοις βιωτικῶν λόγων μόλις εὑρήσει δηνάρια ἑκατὸν ῥημάτων πνευματικῶν· μᾶλλον δὲ οὐδὲ ὀβολοὺς δέκα. Ἆρ' οὖν οὐκ αἰσχύνη καὶ γέλως ἔσχατος, οἰκέτην μὲν ἔχοντας, τὰ πλείονα εἰς τὰ ἀναγκαῖα κεχρῆσθαι αὐτῷ πράγματα, στόμα δὲ κεκτημένους, μηδὲ οἰκέτῃ ὁμοίως προσφέρεσθαι τῷ μέλει τῷ ἡμετέρῳ, ἀλλ' ἀντιστρόφως εἰς ἄχρηστα καὶ παρέλκοντα πράγματα; Καὶ εἴθε εἰς παρέλκοντα μόνον· νῦν δὲ εἰς ἐναντία καὶ βλαβερὰ, καὶ εἰς οὐδὲν ἡμῖν χρήσιμα. Εἰ γὰρ ἦν ἡμῖν χρήσιμα ἃ ἐφθεγγόμεθα, καὶ τῷ Θεῷ πάντως φίλα ἦν τὰ λεγόμενα. Νυνὶ δὲ ἅπερ ἂν ὁ διάβολος ὑποβάλλῃ, πάντα φθεγγόμεθα· νῦν μὲν γελῶντες, νῦν δὲ ἀστεῖα λέγοντες· νῦν μὲν καταρώμενοι καὶ ὑβρίζοντες, νῦν δὲ ὀμνύοντες καὶ ψευδόμενοι καὶ ἐπιορκοῦντες· καὶ νῦν μὲν ἀποδυσπετοῦντες, νῦν δὲ βαττολογοῦντες, καὶ γραϊδίων ληροῦντες πλέον, τὰ μηδὲν πρὸς ἡμᾶς πάντα εἰς μέσον φέροντες. Τίς γὰρ ὑμῶν, εἰπέ μοι, τῶν ἐνταῦθα ἑστηκότων, ψαλμὸν ἕνα ἀπαιτηθεὶς εἰπεῖν δύναιτ' ἂν, ἢ ἄλλο τι μέρος τῶν θείων Γραφῶν; Οὐκ ἔστιν οὐδείς. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ δεινὸν, ἀλλ' ὅτι πρὸς τὰ πνευματικὰ ἀναπεπτωκότες οὕτω, πρὸς τὰ σατανικὰ πυρός ἐστε σφοδρότεροι. Καὶ γὰρ εἰ βουληθείη τις ὑμᾶς ᾠδὰς ἐξετάσαι διαβολικὰς, καὶ πορνικὰ καὶ κατακεκλασμένα μέλη, πολλοὺς εὑρήσει μετὰ ἀκριβείας ταῦτα εἰδότας, καὶ μετὰ πολλῆς αὐτὰ ἀπαγγέλλοντας τῆς ἡδονῆς. Ἀλλὰ τίς ἡ ἀπολογία τῶν ἐγκλημάτων; Οὐκ εἰμὶ, φησὶ, τῶν μοναχῶν, ἀλλὰ καὶ γυναῖκα ἔχω καὶ παιδία, καὶ οἰκίας ἐπιμελοῦμαι. Τοῦτο γάρ ἐστιν ὃ πάντα ἐλυμήνατο, ὅτι ἐκείνοις μόνοις νομίζετε προσήκειν τὴν ἀνάγνωσιν τῶν θείων Γραφῶν, πολλῷ πλέον ἐκείνων ὑμεῖς δεόμενοι. Τοῖς γὰρ ἐν μέσῳ στρεφομένοις, καὶ καθ' ἑκάστην ἡμέραν τραύματα δεχομένοις, τούτοις μάλιστα δεῖ φαρμάκων. Ὥστε τοῦ μὴ ἀναγινώσκειν πολλῷ χεῖρον τὸ καὶ περιττὸν εἶναι τὸ πρᾶγμα νομίζειν· ταῦτα γὰρ σατανικῆς μελέτης τὰ ῥήματα.