Ancient Greek
Καὶ παράγοντι ἐκεῖθεν τῷ Ἰησοῦ ἠκολούθησαν δύο τυφλοὶ κράζοντες, καὶ λέγοντες· Ἐλέησον ἡμᾶς, υἱὲ Δαυΐδ. Καὶ ἐλθόντος αὐτοῦ εἰς τὴν οἰκίαν, προσῆλθον αὐτῷ οἱ τυφλοὶ, καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς· «Πιστεύετε ὅτι δύναμαι τοῦτο ποιῆσαι;» Λέγουσιν αὐτῷ· «Ναὶ, Κύριε.» Τότε ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν, λέγων· «Κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν.» Καὶ ἀνεῴχθησαν αὐτῶν οἱ ὀφθαλμοί.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 4.1-31
Not analysed yet
Καὶ γὰρ καὶ οἱ Σαμαρεῖται ἐναντίως πρὸς Ἰουδαίους διάκεινται. Καίτοιγε εὐκολώτερα τὰ ἐκείνων ἦν· πολλῷ γὰρ ἐπιτηδειότερον πρὸς τὴν πίστιν εἶχον· τὰ δὲ τούτων χαλεπώτερα. Ἀλλ' ὅμως ἐπὶ τὰ δυσκολώτερα πέμπει, τὴν κηδεμονίαν τὴν περὶ αὐτοὺς ἐνδεικνύμενος, καὶ τὰ στόματα τῶν Ἰουδαίων ἐμφράττων, καὶ προοδοποιῶν τῇ διδασκαλίᾳ τῶν ἀποστόλων, ἵνα μὴ πάλιν ἐγκαλῶσιν, ὅτι πρὸς ἀκροβύστους εἰσῆλθον, καὶ δικαίαν δόξωσιν αἰτίαν ἔχειν τοῦ φυγεῖν αὐτοὺς καὶ ἀποστρέφεσθαι. Καὶ πρόβατα αὐτοὺς καλεῖ ἀπολωλότα, οὐκ ἀποπηδήσαντα, πανταχόθεν συγγνώμην αὐτοῖς ἐπινοῶν, καὶ ἐφελκόμενος αὐτῶν τὴν γνώμην. Πορευόμενοι δὲ, φησὶ, κηρύξατε λέγοντες, ὅτι Ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. Εἶδες διακονίας μέγεθος; εἶδες ἀποστόλων ἀξίωμα; Οὐδὲν αἰσθητὸν κελεύονται λέγειν, οὐδὲ οἷον οἱ περὶ Μωϋσέα καὶ τοὺς προφήτας τοὺς ἔμπροσθεν, ἀλλὰ καινά τινα καὶ παράδοξα. Οὐ γὰρ τοιαῦτα ἐκήρυττον ἐκεῖνοι, ἀλλὰ γῆν, καὶ τὰ ἐν τῇ γῇ ἀγαθά· οἱ δὲ βασιλείαν οὐρανῶν, καὶ τὰ ἐκεῖ ἅπαντα. Οὐκ ἐντεῦθεν δὲ μόνον οὗτοι μείζους, ἀλλὰ καὶ ἐκ τῆς ὑπακοῆς. Οὐδὲ γὰρ ἀναδύονται, οὐδὲ ὀκνοῦσι, καθάπερ οἱ παλαιοί· ἀλλὰ, καίτοι κινδύνους καὶ πολέμους καὶ τὰ ἀφόρητα ἀκούοντες κακὰ, μετὰ πολλῆς δέχονται τῆς πειθοῦς τὰ ἐπιταττόμενα, ἅτε βασιλείας κήρυκες ὄντες. Καὶ τί θαυμαστὸν, φησὶν, εἰ μηδὲν σκυθρωπὸν κηρύττοντες καὶ χαλεπὸν, εὐκόλως ὑπήκουσαν; Τί λέγεις; οὐδὲν χαλεπὸν ἐπετάγησαν; Οὐκ ἀκούεις τῶν δεσμωτηρίων, τῶν ἀναγωγῶν, τῶν πολέμων τῶν ἐμφυλίων, τοῦ παρὰ πάντων μίσους, ἅπερ ἅπαντα μικρὸν ὕστερον αὐτοὺς ὑποστήσεσθαι ἔλεγεν; Ἑτέροις μὲν γὰρ μυρίων ἐσομένους ἀγαθῶν προξένους καὶ κήρυκας ἔπεμπεν αὐτοὺς δὲ ἀνήκεστα δεινὰ πείσεσθαι ἔλεγε καὶ προανεφώνει. Εἶτα ποιῶν αὐτοὺς ἀξιοπίστους, φησίν· Ἀσθενοῦν τας θεραπεύετε, λεπροὺς καθαίρετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε. Ὅρα πῶς τῶν ἠθῶν ἐπιμελεῖται, καὶ οὐκ ἔλαττον ἢ τῶν σημείων, δεικνὺς ὅτι τὰ σημεῖα τούτων χωρὶς οὐδέν ἐστι. Καὶ γὰρ τὸ φρόνημα αὐτῶν καταστέλλει λέγων· Δωρεὰν ἐλάβετε, δωρεὰν δότε· καὶ φιλοχρηματίας καθαρεύειν παρασκευάζει. Εἶτα ἵνα μὴ νομισθῇ αὐτῶν εἶναι κατόρθωμα, καὶ ἐπαρθῶσιν ἀπὸ τῶν γινομένων σημείων, φησί· Δωρεὰν ἐλάβετε. Οὐδὲν χαρίζεσθε τοῖς δεχομένοις ὑμᾶς· οὐ γὰρ μισθοῦ ταῦτα ἐλάβετε, οὐδὲ πονέσαντες· ἐμὴ γὰρ ἡ χάρις. Οὕτως οὖν καὶ ἐκείνοις δότε· οὐδὲ γὰρ ἔστι τιμὴν αὐτῶν ἀξίαν εὑρεῖν. Εἶτα τὴν ῥίζαν τῶν κακῶν εὐθέως ἀνασπῶν, φησί· Μὴ κτήσησθε χρυσὸν, μηδὲ ἄργυρον, μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν, μὴ πήραν εἰς ὁδὸν, μηδὲ δύο χιτῶνας, μηδὲ ὑποδήματα, μηδὲ ῥάβδον. Οὐκ εἶπε, Μὴ λάβητε μεθ' ἑαυτῶν, ἀλλὰ, Κἂν ἑτέρωθεν ἐξῇ λαβεῖν, φύγε τὸ πονηρὸν νόσημα. Καὶ γὰρ πολλὰ διὰ τούτου κατώρθου· ἓν μὲν, ἀνυπόπτους ποιῶν τοὺς μαθητάς· δεύτερον δὲ, πάσης αὐτοὺς ἀπαλλάττων φροντίδος, ὥστε τὴν σχολὴν πᾶσαν τῷ λόγῳ παρέχειν· τρίτον, διδάσκων αὐτοὺς τὴν ἑαυτοῦ δύναμιν. Τοῦτο γοῦν αὐτοῖς καὶ λέγει μετὰ ταῦτα· Μή τινος ὑστερήσατε, ὅτε ἔπεμψα ὑμᾶς γυμνοὺς καὶ ἀνυποδέτους; Οὐκ εὐθέως εἶπε, Μὴ κτήσησθε· ἀλλ' ὅτε εἶπε, Λεπροὺς καθαίρετε, δαιμόνια ἐκβάλλετε, τότε εἶπε, Μηδὲν κτήσησθε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε· καὶ τὸ συμφέρον διὰ τῶν πραγμάτων, καὶ τὸ πρέπον αὐτοῖς, καὶ τὸ δυνατὸν παρεχόμενος. Ἀλλ' ἴσως εἴποι τις ἂν, ὅτι Τὰ μὲν ἄλλα λόγον ἂν ἔχοι· τὸ δὲ μὴ πήραν ἔχειν εἰς ὁδὸν, μηδὲ δύο χιτῶνας, μηδὲ ῥάβδον, μηδὲ ὑποδήματα, τίνος ἕνεκεν ἐπέταξεν; Εἰς πᾶσαν αὐτοὺς ἀκρίβειαν ἀσκῆσαι βουλόμενος· ἐπεὶ καὶ ἀνωτέρω, οὐδὲ ὑπὲρ τῆς ἐπιούσης ἡμέρας μεριμνᾷν ἐπέτρεψε. Καὶ γὰρ καὶ τῇ οἰκουμένῃ διδασκάλους ἔμελλεν ἀποστέλλειν. Διὰ τοῦτο καὶ ἀγγέλους αὐτοὺς ἐξ ἀνθρώπων, ὡς εἰπεῖν, κατασκευάζει, πάσης ἀπολύων φροντίδος βιωτικῆς, ὥστε μιᾷ κατέχεσθαι φροντίδι μόνῃ, τῇ τῆς διδασκαλίας· μᾶλλον δὲ καὶ ἐκείνης αὐτοὺς ἀπολύει, λέγων· Μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσητε. Ὥστε ὃ δοκεῖ σφόδρα φορτικὸν εἶναι καὶ ἐπαχθὲς, τοῦτο μάλιστα εὔκολον αὐτοῖς ἀποφαίνει καὶ ῥᾴδιον. Οὐδὲν γὰρ οὕτως εὐθυμεῖσθαι ποιεῖ, ὡς τὸ φροντίδος ἀπηλλάχθαι καὶ μερίμνης· καὶ μάλιστα ὅταν ἐξῇ ταύτης ἀπηλλαγμένους μηδενὸς ἐλαττοῦσθαι, τοῦ Θεοῦ παρόντος, καὶ ἀντὶ πάντων αὐτοῖς γινομένου. Εἶτα ἵνα μὴ λέγωσι, Πόθεν οὖν τῆς ἀναγκαίας τροφῆς ἀπολαύσομεν; οὐ λέγει αὐτοῖς, ὅτι Ἠκούσατε ὅτι εἶπον ὑμῖν ἔμπροσθεν· Ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ (οὔπω γὰρ ἦσαν δυνατοὶ τὸ ἐπίταγμα τοῦτο διὰ τῶν ἔργων ἐπιδείξασθαι)· ἀλλὰ τὸ πολὺ τούτου καταδεέστερον ἐπήγαγε, λέγων· Ἄξιος γὰρ ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ ἐστι· δηλῶν ὅτι παρὰ τῶν μαθητῶν αὐτοὺς τρέφεσθαι ἔδει· ἵνα μήτε αὐτοὶ μέγα φρονῶσι κατὰ τῶν μαθητευομένων, ὡς πάντα παρέχοντες, καὶ μηδὲν λαμβάνοντες παρ' αὐτῶν· μήτε ἐκεῖνοι πάλιν ἀποῤῥαγῶσιν ὑπερορώμενοι παρὰ τούτων.