Ancient Greek
Καὶ παράγοντι ἐκεῖθεν τῷ Ἰησοῦ ἠκολούθησαν δύο τυφλοὶ κράζοντες, καὶ λέγοντες· Ἐλέησον ἡμᾶς, υἱὲ Δαυΐδ. Καὶ ἐλθόντος αὐτοῦ εἰς τὴν οἰκίαν, προσῆλθον αὐτῷ οἱ τυφλοὶ, καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς· «Πιστεύετε ὅτι δύναμαι τοῦτο ποιῆσαι;» Λέγουσιν αὐτῷ· «Ναὶ, Κύριε.» Τότε ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν, λέγων· «Κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν.» Καὶ ἀνεῴχθησαν αὐτῶν οἱ ὀφθαλμοί.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 5.1-24
Not analysed yet
Εἶτα, ἵνα μὴ λέγωσι, Προσαιτοῦντας οὖν ἡμᾶς κελεύεις ζῇν; καὶ αἰσχύνωνται τοῦτο· δείκνυσι τὸ πρᾶγμα ὀφειλὴν ὂν, ἐργάτας τε αὐτοὺς καλῶν, καὶ τὸ διδόμενον μισθὸν ὀνομάζων. Μὴ γὰρ ἐπειδὴ ἐν λόγοις ἡ ἐργασία, φησὶ, νομίσητε μικρὰν εἶναι τὴν εὐεργεσίαν τὴν παρ' ὑμῶν· καὶ γὰρ πόνους ἔχει τὸ πρᾶγμα πολλούς· καὶ ὅπερ ἂν δῶσιν οἱ διδασκόμενοι, οὐ χαριζόμενοι παρέχουσιν, ἀλλ' ἀμοιβὴν ἀποδιδόντες· Ἄξιος γὰρ ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ ἐστι. Τοῦτο δὲ εἴρηκεν, οὐ τοσούτου τοὺς ἀποστολικοὺς ἀποφαίνων πόνους ἀξίους· ἄπαγε, μὴ γένοιτο· ἀλλὰ καὶ ἐκείνοις νομοθετῶν μηδὲν πλέον ζητεῖν, καὶ τοὺς παρέχοντας πείθων, ὅτι οὐ φιλοτιμία τὸ γινόμενον παρ' αὐτῶν ἐστιν, ἀλλ' ὀφειλή. Εἰς ἣν δ' ἂν πόλιν ἢ κώμην εἰσέλθητε, ἐξετάσατε τίς ἄξιος ἐν αὐτῇ ἐστι, κἀκεῖ μείνατε ἕως ἂν ἐξέλθητε. Οὐδὲ γὰρ ἐπειδὴ εἶπον, φησὶν, Ἄξιος ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ ἐστι, τὰς πάντων ὑμῖν θύρας ἀνέῳξα· ἀλλὰ καὶ ἐνταῦθα πολλὴν κελεύω ποιεῖσθαι τὴν ἀκρίβειαν. Τοῦτο γὰρ καὶ εἰς δόξαν ὑμᾶς ὠφελήσει, καὶ εἰς αὐτὸ τὸ τρέφεσθαι. Εἰ γὰρ ἄξιός ἐστι, πάντως δώσει τροφήν· καὶ μάλιστα ὅταν μηδὲν πλέον τῶν ἀναγκαίων αἰτῆτε. Οὐ μόνον δὲ ἀξίους κελεύει ζητεῖν, ἀλλὰ μηδὲ οἰκίαν ἐξ οἰκίας ἀμείβειν, ὥστε μήτε τὸν δεχόμενον λυπεῖν, μήτε αὐτοὺς δόξαν λαβεῖν γαστριμαργίας καὶ εὐκολίας. Τοῦτο γὰρ ἐδήλωσεν εἰπὼν, Ἐκεῖ μένετε ἕως ἂν ἐξέλθητε. Καὶ τοῦτο καὶ ἐκ τῶν ἄλλων εὐαγγελιστῶν ἔστι καταμαθεῖν. Εἶδες πῶς αὐτοὺς καὶ ταύτῃ σεμνοὺς ἐποίησε, καὶ τοὺς δεχομένους ἐναγωνίους, δείξας ὅτι αὐτοὶ μᾶλλόν εἰσιν οἱ κερδαίνοντες, καὶ εἰς δόξαν καὶ εἰς ὠφελείας λόγον; Εἶτα αὐτὸ τοῦτο πάλιν ἐπεξιών φησιν· Εἰσερχόμενοι δὲ εἰς τὴν οἰκίαν, ἀσπάσασθε αὐτήν. Καὶ ἐὰν μὲν ᾖ ἡ οἰκία ἀξία, ἐλθέτω ἡ εἰρήνη ὑμῶν ἐπ' αὐτήν· ἐὰν δὲ μὴ ᾖ ἀξία, ἡ εἰρήνη ὑμῶν ἐφ' ὑμᾶς ἐπιστραφήτω. Ὁρᾷς μέχρι τίνος οὐ παραιτεῖται διατάττεσθαι; Καὶ μάλα εἰκότως. Ἀθλητὰς γὰρ εὐσεβείας καὶ κήρυκας κατεσκεύαζε τῆς οἰκουμένης· καὶ ταύτῃ μετριάζειν αὐτοὺς παρασκευάζων, καὶ ἐπεράστους ποιῶν, φησί· Καὶ ὃς ἂν μὴ δέξηται ὑμᾶς, μηδὲ ἀκούσῃ τῶν λόγων ὑμῶν, ἐξερχόμενοι τῆς οἰκίας ἢ τῆς πόλεως ἐκείνης, ἐκτινάξατε τὸν κονιορτὸν τῶν ποδῶν ὑμῶν. Ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόῤῥας ἐν ἡμέρᾳ κρίσεως, ἢ τῇ πόλει ἐκείνῃ. Μὴ γὰρ ἐπειδὴ διδάσκετε, φησὶ, διὰ τοῦτο περιμένετε παρ' ἑτέρων ἀσπάζεσθαι, ἀλλὰ προηγεῖσθε τῇ τιμῇ. Εἶτα δεικνὺς ὅτι οὐκ ἀσπασμὸς τοῦτό ἐστι ψιλὸς, ἀλλ' εὐλογία, Ἐὰν ᾖ, φησὶν, ἀξία ἡ οἰκία, ἥξει ἐπ' αὐτήν· ἐὰν δὲ ὑβρίζῃ, πρώτη μὲν κόλασις, τὸ μὴ ἀπόνασθαι τῆς εἰρήνης· δευτέρα δὲ, ὅτι τὰ Σοδόμων πείσεται. Καὶ τί πρὸς ἡμᾶς, φησὶν, ἡ ἐκείνων κόλασις; Ἕξετε τὰς τῶν ἀξίων οἰκίας. Τί δὲ βούλεται τὸ Ἐκτινάξατε τὸν κονιορτὸν τῶν ποδῶν ὑμῶν; Ἢ ὥστε δεῖξαι ὅτι οὐδὲν ἔλαβον παρ' αὐτῶν, ἢ ὥστε εἰς μαρτύριον αὐτοῖς γενέσθαι τῆς μακρᾶς ὁδοιπορίας, ἣν ἐστείλαντο δι' αὐτούς. Σὺ δέ μοι σκόπει πῶς οὐδέπω τὸ πᾶν αὐτοῖς δίδωσιν. Οὐδὲ γὰρ πρόγνωσιν τέως αὐτοῖς χαρίζεται, ὥστε μαθεῖν τίς ἄξιος, καὶ τίς οὐ τοιοῦτος· ἀλλὰ περιεργάζεσθαι καὶ τὴν πεῖραν ἀναμένειν κελεύει. Πῶς οὖν αὐτὸς παρὰ τελώνῃ ἔμενεν; Ὅτι ἄξιος γέγονεν ἐκ τῆς μεταβολῆς. Σὺ δέ μοι σκόπει πῶς πάντων αὐτοὺς γυμνώσας, πάντα αὐτοῖς ἔδωκεν, ἐπιτρέψας ἐν ταῖς τῶν μαθητευομένων μένειν οἰκίαις, καὶ οὐδὲν ἔχοντας εἰσιέναι. Οὕτω γὰρ καὶ τῆς φροντίδος ἀπηλλάττοντο, κἀκείνους ἔπειθον, ὅτι διὰ τὴν αὐτῶν παραγεγόνασι σωτηρίαν μόνην, καὶ τῷ μηδὲν ἐπιφέρεσθαι, καὶ τῷ μηδὲν πλέον αὐτοὺς ἀπαιτεῖν τῶν ἀναγκαίων, καὶ τῷ μὴ πρὸς πάντας ἁπλῶς εἰσιέναι. Οὐδὲ γὰρ ἀπὸ τῶν σημείων αὐτοὺς ἐβούλετο φαίνεσθαι λαμπροὺς μόνον, ἀλλὰ καὶ πρὸ τῶν σημείων ἀπὸ τῆς οἰκείας ἀρετῆς. Οὐδὲν γὰρ οὕτω χαρακτηρίζει φιλοσοφίαν, ὡς τὸ ἀπέριττον, καὶ κατὰ τὸ ἐγχωροῦν ἀνενδεές. Τοῦτο καὶ οἱ ψευδαπόστολοι ᾔδεσαν, Διὰ τοῦτο καὶ Παῦλος ἔλεγεν· Ἵνα ἐν ᾧ καυχῶνται, εὑρεθῶσιν ὡς καὶ ἡμεῖς. Εἰ δὲ ἐπὶ ξένης ὄντας καὶ πρὸς ἀγνῶτας ἀπιόντας οὐδὲν δεῖ πλέον ζητεῖν τῆς ἐφημέρου τροφῆς, πολλῷ μᾶλλον οἴκοι μένοντας.