Ancient Greek · ~17 min
Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ, εἶπε· «Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον, ὅτι ἤδη ἡμέραι τρεῖς προσμένουσί μοι, καὶ οὐκ ἔχουσι τί φάγωσι· καὶ ἀπολῦσαι αὐτοὺς νήστεις οὐ θέλω, μήποτε ἐκλυθῶσιν ἐν τῇ ὁδῷ.»
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 4.1-51
Not analysed yet
Καὶ τί θαυμάζεις εἰ ἐπὶ σοῦ ταῦτα; καὶ γὰρ καὶ ἐπὶ τῶν ἁγίων ἐκείνων συμβαῖνον τοῦτο ἴδοι τις ἄν. Καὶ ἵνα τοῦτο μάθῃς, ὃν νομίζεις μάλιστα βίον ἡδονῆς γέμειν καὶ ἀπηλλάχθαι πραγμάτων, τοῦτον εἰς μέσον ἀγάγωμεν. Βούλει τοῦ Ἀβραὰμ τὴν ζωὴν ἐξετάσωμεν ἐκ προοιμίων· Τί οὖν οὗτος εὐθέως ἤκουσεν; Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου. Εἶδες πρᾶγμα λυπηρὸν ἐπιταττόμενον; Ἀλλ' ὅρα καὶ τὸ χρηστὸν διαδεχόμενον· Καὶ δεῦρο εἰς γῆν ἣν ἄν σοι δείξω, καὶ ποιήσω σε εἰς ἔθνος μέγα. Τί οὖν; ἐπειδὴ ἦλθεν εἰς τὴν γῆν, καὶ τοῦ λιμένος ἐπελάβετο, ἔστη τὰ λυπηρά; Οὐδαμῶς· ἀλλὰ πάλιν ἕτερα χαλεπώτερα τῶν προτέρων διαδέχεται, λιμὸς καὶ μετάβασις καὶ γυναικὸς ἁρπαγή· καὶ μετὰ ταῦτα χρηστὰ ἕτερα αὐτὸν ἐξεδέχετο, ἡ κατὰ τοῦ Φαραὼ πληγὴ, καὶ ἡ ἄφεσις, καὶ ἡ τιμὴ, καὶ τὰ πολλὰ δῶρα ἐκεῖνα, καὶ ἡ πρὸς τὴν οἰκίαν ἐπάνοδος. Καὶ τὰ ἑξῆς δὲ ἅπαντα τοιαύτην ἔχει τὴν σειρὰν, ἀπὸ χρηστῶν καὶ λυπηρῶν πλεκομένην. Καὶ ἐπὶ τῶν ἀποστόλων δὲ τοιαῦτα συνέβαινε. Διὸ καὶ Παῦλος ἔλεγεν· Ὁ παρακαλῶν ἡμᾶς ἐν πάσῃ τῇ θλίψει, εἰς τὸ δύνασθαι ἡμᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει. Τί οὖν πρὸς ἐμὲ, φησὶ, τὸν ἀεὶ ἐν λύπαις ὄντα; Μὴ ἀγνώμων, μηδὲ ἀχάριστος· καὶ γὰρ ἀμήχανόν τινα ἐν λυπηροῖς εἶναι διηνεκῶς· οὐδὲ γὰρ ἀρκεῖ ἡ φύσις· ἀλλ' ἐπειδὴ ἐν χαρᾷ βουλόμεθα εἶναι ἀεὶ, διὰ τοῦτο ἐν λύπαις νομίζομεν εἶναι ἀεί. Οὐ διὰ τοῦτο δὲ μόνον, ἀλλ' ἐπειδὴ τῶν μὲν χρηστῶν καὶ ἀγαθῶν εὐθέως ἐπιλανθανόμεθα, τῶν δὲ λυπηρῶν ἀεὶ μνημονεύομεν, διὰ τοῦτο ἐν λύπαις εἶναί φαμεν. Οὐδὲ γὰρ δυνατὸν ἄνθρωπον ὄντα ἀεὶ ἐν λύπαις εἶναι. Καὶ εἰ βούλεσθε, καὶ τὸν ἐν τρυφῇ βίον ἐξετάσωμεν, τὸν ἁβρὸν καὶ διαῤῥέοντα, καὶ τὸν φορτικὸν, καὶ ἐπαχθῆ καὶ ὀδυνηρόν. Ἐπιδείξομεν γὰρ ὑμῖν καὶ τοῦτον ἔχοντα λύπας, κἀκεῖνον ἀνέσεις. Ἀλλὰ μὴ θορυβήθητε. Προκείσθω δὲ εἰς μέσον δεσμώτης ἄνθρωπος, καὶ ἄλλος βασιλεὺς νέος, ὀρφανὸς, οὐσίαν διαδεξάμενος μεγάλην· προκείσθω δὲ καί τις μισθωτὸς, δι' ὅλης πονούμενος τῆς ἡμέρας, ἕτερος δὲ τρυφῶν διηνεκῶς. Βούλει οὖν ἐκείνου τὰς ἀθυμίας πρότερον εἴπωμεν τοῦ τρυφῶντος; Ἐννόησον πῶς αὐτοῦ εἰκὸς χειμάζεσθαι τὴν διάνοιαν, ὅταν δόξης ἐφίηται τῆς ὑπερβαινούσης αὐτὸν, ὅταν καταφρονῆται παρὰ τῶν οἰκετῶν· ὅταν ὑπὸ τῶν ἐλαττόνων ὑβρίζηται· ὅταν μυρίους ἔχῃ κατηγόρους, καὶ τοὺς διαβάλλοντας αὐτοῦ τὴν πολυτέλειαν. Καὶ τὰ ἄλλα δὲ, ὅσα ἐν πλούτῳ τοιούτῳ συμβαίνειν εἰκὸς, οὐδὲ εἰπεῖν ἔνι· τὰς ἐπαχθείας, τὰ προσκρούσματα, τὰς κατηγορίας, τὰς ζημίας, τὰς παρὰ τῶν φθονούντων ἐπιβουλὰς, οἳ ἐπειδὰν τὸν ἐκείνου πλοῦτον εἰς ἑαυτοὺς μετενεγκεῖν μὴ δυνηθῶσιν, ἕλκουσι, σπαράττουσι πανταχόθεν τὸν νέον, μυρίους ἐγείρουσι χειμῶνας αὐτῷ. Βούλει καὶ τούτου εἴπω τὴν ἡδονὴν τοῦ μισθωτοῦ; Ἁπάντων ἀπήλλακται τούτων· κἂν ὑβρίσῃ τις αὐτὸν, οὐκ ἀλγεῖ· οὐδενὸς γὰρ ἑαυτὸν ἡγεῖται μείζονα· οὐχ ὑπὲρ χρημάτων δέδοικε, μεθ' ἡδονῆς ἐσθίει, μετ' εὐφροσύνης καθεύδει πολλῆς. Οὐχ οὕτως οἱ τὸν Θάσιον οἶνον πίνοντες τρυφῶσιν, ὡς ἐκεῖνος ἐπὶ πηγὰς ἀπιὼν καὶ τῶν ναμάτων ἀπολαύων ἐκείνων. Ἀλλ' οὐ τὰ ἐκείνου τοιαῦτα. Εἰ δὲ οὐκ ἀρκεῖ σοι τὰ εἰρημένα, ἵνα μείζονα ποιήσω τὴν νίκην, φέρε, τὸν βασιλέα καὶ τὸν δεσμώτην συγκρίνωμεν· καὶ ὄψει πολλάκις τοῦτον μὲν ἐν ἡδονῇ ὄντα καὶ παίζοντα καὶ πηδῶντα, ἐκεῖνον δὲ ἐν διαδήματι καὶ πορφυρίδι ἀθυμοῦντα, καὶ μυρίας ἔχοντα φροντίδας, καὶ ἀποτεθνηκότα τῷ δέει Οὐ γὰρ ἔστιν, οὐκ ἔστι βίον ἄλυπον οὐδενὸς εὑρεῖν, ἀλλ' οὐδὲ ἡδονῆς ἄμοιρον· οὐδὲ γὰρ ἂν ἤρκεσεν ἡμῶν ἡ φύσις, καθάπερ ἔφθην εἰπών. Εἰ δὲ ὁ μὲν χαίρει πλείονα, ὁ δὲ ἀλγεῖ πλείονα, τοῦτο παρ' αὐτὸν τὸν ἀλγοῦντα συμβαίνει, ὅταν μικρόψυχος ᾖ, οὐ παρὰ τὴν τῶν πραγμάτων φύσιν. Εἰ γὰρ βουλοίμεθα συνεχῶς χαίρειν, πολλὰς ἔχομεν ἀφορμάς. Ἂν γὰρ ἐπιλαβώμεθα ἀρετῆς, οὐδὲν ἔσται τὸ λυποῦν ἡμᾶς λοιπόν. Καὶ γὰρ ἐλπίδας ὑποτείνει χρηστὰς αὕτη τοῖς κεκτημένοις αὐτὴν, καὶ Θεῷ εὐαρέστους ποιεῖ, καὶ παρὰ ἀνθρώποις εὐδοκίμους, καὶ ἡδονὴν ἐνίησιν ἄφατον. Εἰ γὰρ καὶ ἐν τῷ κατορθοῦν πόνον ἔχει ἡ ἀρετὴ, ἀλλὰ τὸ συνειδὸς πολλῆς πληροῖ τῆς εὐφροσύνης, καὶ τοσαύτην ἔνδον ἐντίθησι τὴν ἡδονὴν, ὅσην οὐδεὶς παραστῆσαι δυνήσεται λόγος. Τί γάρ σοι δοκεῖ τῶν ἐν τῷ παρόντι βίῳ εἶναι ἡδύ; τράπεζα πολυτελὴς, καὶ σώματος ὑγεία, καὶ δόξα καὶ πλοῦτος; Ἀλλὰ ταῦτα τὰ ἡδέα ἂν ἐκείνῃ παραβάλῃς τῇ ἡδονῇ, πάντων ἔσται πικρότερα πρὸς αὐτὴν συγκρινόμενα. Οὐδὲν γὰρ ἥδιον συνειδότος ἀγαθοῦ, καὶ ἐλπίδος χρηστῆς.