Ancient Greek · ~11 min
Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ, εἶπε· «Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον, ὅτι ἤδη ἡμέραι τρεῖς προσμένουσί μοι, καὶ οὐκ ἔχουσι τί φάγωσι· καὶ ἀπολῦσαι αὐτοὺς νήστεις οὐ θέλω, μήποτε ἐκλυθῶσιν ἐν τῇ ὁδῷ.»
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 5-5
Not analysed yet
Καὶ εἰ βούλεσθε τοῦτο μαθεῖν, τὸν μέλλοντα ἀπιέναι ἐντεῦθεν ἐξετάσωμεν, ἢ τὸν γεγηρακότα· καὶ ἀναμνήσαντες αὐτὸν τραπέζης πολυτελοῦς ἧς ἀπέλαυσε, καὶ δόξης καὶ τιμῆς, καὶ ἀγαθῶν ἔργων ὧν εἰργάσατό ποτε καὶ ἐποίησεν, ἐρώμεθα ἐπὶ τίσι γάννυται μᾶλλον, καὶ ὑψόμεθα ἐπ' ἐκείνοις μὲν αἰσχυνόμενον καὶ ἐγκαλυπτόμενον, ἐπὶ τούτοις δὲ πετόμενον καὶ σκιρτῶντα. Οὕτω καὶ Ἐζεχίας ὅτε ἐμαλακίσθη, οὐ τραπέζης ἐμνημόνευσε πολυτελοῦς, οὐ δόξης, οὐ βασιλείας, ἀλλὰ δικαιοσύνης. Μνήσθητι γὰρ, φησὶν, ὡς ἐπορεύθην ἐνώπιόν σου ἐν ὁδῷ εὐθείᾳ. Ὅρα καὶ Παῦλον ἀπὸ τούτων σκιρτῶντα καὶ λέγοντα· Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα. Τί γὰρ καὶ εἶχεν εἰπεῖν οὗτος; φησί. Πολλὰ καὶ πλείονα τούτων καὶ τιμὰς ἃς ἐτιμήθη, καὶ δορυφορίας ἧς ἀπέλαυσε, καὶ θεραπείας πολλῆς. Ἢ οὐκ ἀκούεις αὐτοῦ λέγοντος· Ὡς ἄγγελον Θεοῦ ἐδέξασθέ με, ὡς Χριστὸν Ἰησοῦν· καὶ ὅτι, Εἰ δυνατὸν, τοὺς ὀφθαλμοὺς ὑμῶν ἐξορύξαντες ἂν ἐδώκατέ μοι· καὶ ὅτι Ὑπὲρ τῆς ψυχῆς αὐτοῦ τὸν τράχηλον ὑπέθηκαν; Ἀλλ' οὐδὲν ἐκείνων φέρει εἰς μέσον, ἀλλὰ τοὺς πόνους καὶ τοὺς κινδύνους, καὶ τοὺς ὑπὲρ τούτων στεφάνους καὶ μάλα εἰκότως. Ταῦτα μὲν γὰρ ἐνταῦθα ἀφίεται ἐκεῖνα δὲ ἡμῖν συναποδημεῖ· κἀκείνων μὲν δώσομεν λόγον, τούτων δὲ μισθὸν ἀπαιτήσομεν. Οὐκ ἴστε ἐν τῇ ἡμέρᾳ τῇ τελευταίᾳ πῶς συστρέφει ψυχὴν ἁμαρτήματα; πῶς κάτωθεν τὴν καρδίαν ἀνακινεῖ; Τότε τοίνυν, ὅτε ταῦτα γίνεται, τῶν ἀγαθῶν ἔργων ἡ μνήμη παραστᾶσα, καθάπερ εὐδία ἐν χειμῶνι, παραμυθεῖται τὴν τεθορυβημένην ψυχήν. Ἂν μὲν γὰρ νήφωμεν, καὶ ζώντων ἡμῶν ἀεὶ οὗτος παρέσται ὁ φόβος· ἐπειδὴ δὲ ἀναισθήτως διακείμεθα, ὅταν ἐκβαλλώμεθα ἐντεῦθεν, ἐπιστήσεται πάντως. Ἐπεὶ καὶ ὁ δεσμώτης τότε μάλιστα ἀλγεῖ, ὅταν αὐτὸν ἐξαγάγωσιν ἐπὶ τὸ δικαστήριον· τότε μάλιστα τρέμει, ὅταν ἐγγὺς ᾖ τοῦ βήματος, ὅταν δέῃ τὰς εὐθύνας δοῦναι. Διὰ δὴ τοῦτο καὶ δείματα τῶν πολλῶν τότε ἔστιν ἀκούειν διηγουμένων, καὶ ὄψεις φοβερὰς, ὧν οὐδὲ τὴν θεωρίαν λοιπὸν φέροντες οἱ ἀπιόντες, καὶ τὴν κλίνην αὐτὴν μετὰ πολλῆς τῆς ῥύμης τινάσσουσι κείμενοι, καὶ φοβερὸν ἐνορῶσι τοῖς παροῦσι, τῆς ψυχῆς ἔνδον ἑαυτὴν εἰσωθούσης, καὶ ὀκνούσης ἀποῤῥαγῆναι τοῦ σώματος, καὶ τὴν ὄψιν τῶν ἐρχομένων ἀγγέλων οὐ φερούσης. Εἰ γὰρ ἀνθρώπους φοβεροὺς ἐνορῶντες δεδιττόμεθα, ἀγγέλους ἀπειληφόρους καὶ δυνάμεις ἀποτόμους τῶν παραγινομένων βλέποντες, τί οὐ πεισόμεθα, ἑλκομένης ἡμῖν ἀπὸ τοῦ σώματος τῆς ψυχῆς, καὶ συρομένης, καὶ πολλὰ ἀποδυρομένης εἰκῆ καὶ μάτην; Ἐπεὶ καὶ ὁ πλούσιος ἐκεῖνος μετὰ τὸ ἀπελθεῖν πολλὰ ἐπένθησεν, ἀλλ' οὐδὲν ἀπώνατο. Ταῦτα δὴ πάντα ἀναπλάττοντες παρ' ἑαυτοῖς καὶ ἀναστρέφοντες, ἵνα μὴ καὶ ἡμεῖς τὰ αὐτὰ πάθωμεν, τὸν ἐκ τούτων φόβον ἀκμάζοντα διατηρῶμεν, ὅπως τὴν ἀπὸ τῶν πραγμάτων φύγωμεν κόλασιν, καὶ τῶν αἰωνίων ἐπιτύχωμεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.