Ancient Greek · ~38 min
Τότε ἀνήχθη ὁ Ἰησοῦς εἰς τὴν ἔρημον ὑπὸ τοῦ Πνεύματος, πειρασθῆναι ὑπὸ τοῦ διαβόλου.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 5.1-12
Not analysed yet
Ὃ δὴ καὶ ἡμᾶς χρὴ ποιεῖν· κἂν ἀδελφὸν, κἂν φίλον γνήσιον, κἂν γυναῖκα, κἂν ὁντιναοῦν τῶν ἀναγκαιοτάτων ἡμῖν ὑποδὺς, φθέγγηταί τι τῶν οὐ προσηκόντων, μὴ ἀπὸ τοῦ προσώπου τοῦ ταῦτα λέγοντος δέχεσθαι τὴν συμβουλὴν, ἀλλ' ἀπὸ τῆς συμβουλῆς τῆς ὀλεθρίας τὸν ταῦτα λέγοντα ἀποστρέφεσθαι. Καὶ γὰρ καὶ νῦν πολλὰ τοιαῦτα ποιεῖ, καὶ συμπαθείας προβάλλεται προσωπεῖον· καὶ δοκεῖ μὲν εἶναι εὔνους, τὰ δὲ ὀλέθρια καὶ δηλητηρίων χαλεπώτερα ἐνίησι ῥήματα. Τὸ μὲν γὰρ ἐπὶ βλάβῃ κολακεύειν, ἐκείνου· τὸ δὲ ἐπὶ τῷ συμφέροντι παιδεύειν, Θεοῦ. Μὴ δὴ παραλογιζώμεθα, μηδὲ ἐκ παντὸς τρόπου τὸν ἄνετον ἐπιζητῶμεν βίον. Ὃν γὰρ ἀγαπᾷ Κύριος, παιδεύει, φησίν. Ὥστε ὅταν εὐημερίας ἀπολαύωμεν ἐν πονηρίᾳ ζῶντες, τότε μάλιστα ἀλγῶμεν. Ἀεὶ μὲν γὰρ ἁμαρτάνοντας δεδοικέναι χρή· μάλιστα δὲ, ὅταν μηδὲν πάσχωμεν δεινόν. Ὅταν μὲν γὰρ κατὰ μέρος ἀπαιτῇ τὰς τιμωρίας ὁ Θεὸς, κούφην ἡμῖν ποιεῖ τὴν ὑπὲρ τούτων ἔκτισιν· ὅταν δὲ ἐφ' ἑκάστου τῶν πλημμελουμένων μακροθυμῇ, εἰς μεγάλην ἡμᾶς τοῖς τοιούτοις ἐπιμένοντας ταμιεύεται δίκην. Εἰ γὰρ τοῖς κατορθοῦσιν ἀναγκαῖον ἡ θλῖψις, πολλῷ μᾶλλον τοῖς ἁμαρτάνουσιν. Ὅρα γοῦν πόσης μακροθυμίας ἀπολαύσας ὁ Φαραὼ, ἐσχάτην ὑπὲρ πάντων ὕστερον ἔδωκε δίκην· πόσα ὁ Ναβουχοδονόσορ πλημμελήσας, πρὸς τῷ τέλει τὸ πᾶν ἐξέτισε· καὶ ὁ πλούσιος, ἐπεὶ μηδὲν ἔπαθεν ἐνταῦθα δεινὸν, δι' αὐτὸ τοῦτο μάλιστα γέγονεν ἄθλιος, ὅτι τρυφήσας ἐν τῷ παρόντι βίῳ, ἀπῆλθεν ἐκεῖ πάντων τούτων δώσων δίκην, ἔνθα οὐδὲ παραμυθίαν ἦν εὑρεῖν τοῦ κακοῦ. Ἀλλ' ὅμως εἰσί τινες οὕτω ψυχροὶ καὶ ἀνόητοι, ὡς τὰ ἐνταῦθα ἐπιζητεῖν ἀεὶ μόνον, καὶ τὰ καταγέλαστα ἐκεῖνα λέγειν ῥήματα· Ἀπολαύσω τῶν παρόντων τέως πάντων, καὶ τότε σκέψομαι περὶ τῶν ἀδήλων· χαρίσομαι τῇ γαστρὶ, δουλεύσω ταῖς ἡδοναῖς, παραχρήσομαι τῷ παρόντι βίῳ· δίδου μοι τὴν σήμερον, καὶ λάμβανε τὴν αὔριον. Ὢ ὑπερβολὴ ἀνοίας. Καὶ τί τράγων καὶ χοίρων οἱ ταῦτα λέγοντες διαφέρουσιν; Εἰ γὰρ τοὺς ἐπὶ τὴν γυναῖκα τοῦ πλησίον χρεμετίζοντας οὐκ ἀφίησιν ὁ προφήτης ἀνθρώπους νομίζεσθαι, τίς ἡμῖν ἐγκαλέσει τούτους τράγους καὶ χοίρους καὶ ὄνων ἀνοητοτέρους εἶναι νομίζουσιν, οἳ τὰ τῶν ὁρωμένων φανερώτερα ταῦτα ἄδηλα εἶναι νομίζουσιν· Εἰ γὰρ μηδενὶ τῶν ἄλλων πιστεύεις, παράστηθι δαίμοσι μαστιζομένοις, τοῖς ἐπὶ τῇ βλάβῃ τῇ ἡμετέρᾳ ἅπαντα καὶ λέγειν καὶ πράττειν μεμελετηκόσιν. Οὐ γὰρ δὴ πρὸς τοῦτο ἀντερεῖς, ὅτι οὐ πάντα ὥστε αὐξῆσαι τὴν ῥᾳθυμίαν ἡμῶν πράττουσι, καὶ τὸν τῆς γεέννης ἐκλῦσαι φόβον, καὶ ἀπιστηθῆναι τὰ ἐκεῖ δικαστήρια. Ἀλλ' ὅμως οἱ ταῦτα βουλόμενοι, βοῶντες καὶ ὀλολύζοντες πολλάκις τὰς ἐκεῖ βασάνους ἀνακηρύττουσι. Πόθεν οὖν ταῦτα λέγουσι, καὶ ἐναντία ὧν βούλονται φθέγγονται; Οὐδαμόθεν ἄλλοθεν, ἀλλ' ἐκ τοῦ πλείονα ὑπομένειν ἀνάγκην. Οὐ γὰρ ἂν ἠβουλήθησαν ἑκόντες ὁμολογεῖν, οὐδ' ὅτι ὑπὸ νεκρῶν ἀνθρώπων βασανίζονται, οὐδ' ὅτι ὅλως πάσχουσί τι δεινόν. Πρὸς τί οὖν μοι ταῦτα εἴρηται; Ὅτι δαίμονες ὁμολογοῦσι γέενναν, οἱ βουλόμενοι ἀπιστεῖσθαι γέενναν· σὺ δὲ, ὁ τοσαύτης ἀπολαύων τιμῆς, καὶ ἀποῤῥήτων κοινωνήσας μυστηρίων, οὐδὲ ἐκείνους μιμῇ, ἀλλὰ καὶ τούτων ἀγνωμονέστερος γέγονας. Καὶ τίς ἦλθεν ἐκ τῶν ἐν ᾅδου, φησὶ, καὶ ταῦτα ἀπήγγειλεν; Ἀπὸ γὰρ τῶν οὐρανῶν τίς παρεγένετο, καὶ εἶπεν ὅτι Θεός ἐστιν ὁ τὰ πάντα δημιουργήσας; Ὅτι δὲ ψυχὴν ἔχομεν, πόθεν δῆλον; Εἰ γὰρ δὴ τοῖς ὁρωμένοις μέλλεις πιστεύειν, καὶ περὶ Θεοῦ, καὶ περὶ ἀγγέλων, καὶ περὶ νοῦ, καὶ περὶ ψυχῆς ἀμφιβαλεῖς, καὶ οὕτω σοι πάντα οἰχήσεται τὰ τῆς ἀληθείας δόγματα. Καίτοιγε εἰ τοῖς φανεροῖς πιστεύειν βούλει, τοῖς ἀοράτοις μᾶλλον ἢ τοῖς ὁρωμένοις πιστεύειν δεῖ. Εἰ καὶ παράδοξον τὸ εἰρημένον, ἀλλ' ὅμως ἀληθὲς, καὶ παρὰ τοῖς νοῦν ἔχουσι σφόδρα ὡμολογημένον. Οἱ μὲν γὰρ ὀφθαλμοὶ πολλὰ σφάλλονται, οὐκ ἐν τοῖς ἀοράτοις μόνον (ἐκεῖνα γὰρ οὐδὲ ἴσασιν), ἀλλὰ καὶ ἐν αὐτοῖς οἷς δοκοῦσιν ὁρᾷν, καὶ διαστήματος, καὶ ἀέρος, καὶ διανοίας ἀλλαχοῦ τετραμμένης, καὶ θυμοῦ, καὶ φροντίδος, καὶ μυρίων ἑτέρων ἐμποδιζόντων αὐτῶν τὴν ἀκρίβειαν· ὁ δὲ τῆς ψυχῆς λογισμὸς, ἂν τὸ φῶς δέξηται τῶν θείων Γραφῶν, ἀκριβέστερον καὶ ἀνεξαπάτητον τῶν ὄντων ἔσται κριτήριον. Μὴ δὴ μάτην ἑαυτοὺς ἀπατῶμεν, μηδὲ πρὸς τῇ ῥᾳθυμίᾳ τοῦ βίου, τῇ διὰ τῶν τοιούτων τικτομένῃ δογμάτων, καὶ ὑπὲρ αὐτῶν τῶν δογμάτων χαλεπώτερον ἑαυτοῖς ἐπισωρεύωμεν πῦρ. Εἰ γὰρ μὴ ἔστι κρίσις, μηδὲ εὐθύνας δώσομεν τῶν πεπραγμένων, οὐδὲ τιμὰς τῶν πεπονημένων ληψόμεθα. Ἐννόησον οἷ τείνει τὰ τῆς βλασφημίας ὑμῶν, ὅταν λέγητε τὸν δίκαιον Θεὸν καὶ φιλάνθρωπον καὶ ἥμερον τοσούτους πόνους καὶ ἱδρῶτας ὑπερορᾷν. Καὶ πῶς ἂν ἔχοι ταῦτα λόγον; Εἰ γὰρ μηδαμόθεν ἄλλοθεν, ἀπὸ γοῦν τῶν κατὰ τὴν οἰκίαν τὴν σὴν ταῦτα συλλογίζου, καὶ τότε ὄψει τὸ ἄτοπον. Κἂν γὰρ μυριάκις ᾖς αὐτὸς ὠμὸς καὶ ἀπάνθρωπος, καὶ θηρίων αὐτῶν ἀγριώτερος, οὐκ ἂν ἕλοιο τὸν οἰκέτην τὸν εὔνουν γενόμενον τελευτῶν ἀφεῖναι ἄτιμον, ἀλλὰ καὶ ἐλευθερίᾳ ἀμείβῃ, καὶ χρημάτων δωρεᾷ· καὶ ἐπειδὴ αὐτὸς λοιπὸν ἀπιὼν οὐδὲν δύνασαι εἰς αὐτὸν ἐργάσασθαι ἀγαθὸν, τοῖς μέλλουσί σου κληρονομεῖν τῆς οὐσίας ἐπισκήπτεις ὑπὲρ αὐτοῦ, δεόμενος, παρακαλῶν, πάντα ποιῶν, ὥστε μὴ μεῖναι αὐτὸν ἀγέραστον. Εἶτα σὺ μὲν, ὁ πονηρὸς, οὕτω χρηστὸς καὶ φιλάνθρωπος γίνῃ πρὸς τὸν οἰκέτην· ἡ δὲ ἄπειρος ἀγαθότης, ὁ Θεὸς, ἡ ἄφατος φιλανθρωπία, ἡ τοσαύτη χρηστότης, τοὺς οἰκέτας τοὺς ἑαυτοῦ τοὺς περὶ Πέτρον καὶ Παῦλον καὶ Ἰάκωβον καὶ Ἰωάννην, τοὺς καθ' ἑκάστην ἡμέραν δι' αὐτὸν λιμώξαντας, δεσμευθέντας, μαστιχθέντας, καταποντισθέντας, θηρίοις παραδοθέντας, ἀποθνήσκοντας, τοσαῦτα παθόντας ἃ μηδὲ ἀριθμῆσαι ἔνι, ἀστεφανώτους περιόψεται; Καὶ ὁ μὲν ἀγωνοθέτης τὸν Ὀλυμπιονίκην ἀνακηρύττει καὶ στεφανοῖ, καὶ ὁ δεσπότης τὸν οἰκέτην, καὶ ὁ βασιλεὺς τὸν στρατιώτην, καὶ ἕκαστος ἁπλῶς τὸν θεραπεύσαντα αὐτὸν, οἷς δύναται ἀμείβεται καλοῖς· ὁ δὲ Θεὸς μόνος, μετὰ τοὺς τοσούτους ἱδρῶτας καὶ πόνους, οὐ μικρὸν, οὐ μέγα αὐτοῖς ἀγαθὸν ἀποδίδωσιν, ἀλλ' οἱ δίκαιοι καὶ εὐσεβεῖς ἐκεῖνοι, καὶ πᾶσαν ἀρετὴν ἐπελθόντες, ἐν τοῖς αὐτοῖς κείσονται τοῖς μοιχοῖς, καὶ πατραλοίαις, καὶ ἀνδροφόνοις, καὶ τυμβωρύχοις; Καὶ ποῦ ταῦτα ἂν ἔχοι λόγον; Εἰ γὰρ μηδὲν μετὰ τὴν ἐντεῦθέν ἐστιν ἀποδημίαν, ἀλλὰ μέχρι τῶν παρόντων τὰ ἡμέτερα, ἐν τοῖς αὐτοῖς ἐκεῖνοι τούτοις· μᾶλλον δὲ οὐδὲ ἐν τοῖς αὐτοῖς. Εἰ γὰρ καὶ μετὰ ταῦτα ἐν τοῖς αὐτοῖς, κατὰ τὸν σὸν λόγον, ἀλλ' ἐνταῦθα ἐν ἀνέσει μὲν οὗτοι, ἐν κολάσει δὲ ἐκεῖνοι τὸν πάντα γεγόνασι χρόνον. Καὶ ποῖος τοῦτο τύραννος, τίς ὠμὸς ἄνθρωπος καὶ ἀπηνὴς οὕτω περὶ τῶν αὐτοῦ ποτε ἐβουλεύσατο θεραπόντων καὶ ὑπηκόων; Εἶδες τῆς ἀτοπίας τὴν ὑπερβολὴν, καὶ ποῦ τελευτᾷ ὁ λόγος οὗτος; Οὐκοῦν εἰ καὶ μηδαμόθεν ἄλλοθεν βούλει, ἀπὸ τούτων τῶν λογισμῶν παιδευθεὶς, ἀπαλλάγηθι τῆς πονηρᾶς ταύτης ὑπονοίας, καὶ φεῦγε κακίαν, καὶ τῶν ὑπὲρ ἀρετῆς ἀντέχου πόνων· καὶ τότε εἴσῃ σαφῶς, ὅτι οὐ μέχρι τοῦ παρόντος βίου τὰ ἡμέτερα ἕστηκε. Κἄν τις ἔρηταί σε, Τίς ἐλθὼν ἐκεῖθεν ἀπήγγειλε τὰ ἐκεῖ; εἰπὲ πρὸς αὐτόν· Ἀνθρώπων μὲν οὐδὲ εἷς· ἦ γὰρ ἂν καὶ ἠπιστήθη πολλάκις, ἅτε κομπάζων καὶ ἐπαίρων τὸ πρᾶγμα· ὁ δὲ τῶν ἀγγέλων Δεσπότης πάντα μετὰ ἀκριβείας ἐκεῖνα ἀπήγγειλε. Τί τοίνυν ἡμῖν δεῖ ἀνθρώπου, τοῦ μέλλοντος ἡμᾶς εὐθύνας ἀπαιτεῖν καθ' ἑκάστην ἡμέραν βοῶντος, ὅτι καὶ γέενναν ἡτοίμασε, καὶ βασιλείαν παρεσκεύασε, καὶ τούτων ἡμῖν ἀποδείξεις παρασχομένου σαφεῖς; Εἰ γὰρ μὴ ἔμελλε κρίνειν, οὐδ' ἂν ἐνταῦθα δίκην ἀπῄτησε. Καὶ γὰρ καὶ αὐτὸ τοῦτο πῶς ἂν ἔχοι λόγον, τὸ τῶν πονηρῶν τοὺς μὲν κολάζεσθαι, τοὺς δὲ μὴ κολάζεσθαι; Εἰ γὰρ μὴ προσωπολήπτης ἐστὶν ὁ Θεὸς, ὥσπερ οὖν οὐδέ ἐστι, τί δήποτε τὸν μὲν ἀπῄτησε δίκην, τὸν δὲ ἀφῆκεν ἀτιμώρητον ἀπελθεῖν; Τοῦτο γὰρ τοῦ προτέρου πάλιν ἐστὶν ἀπορώτερον. Ἀλλ' εἰ βούλεσθε μετ' εὐγνωμοσύνης ἀκούειν τῶν λεγομένων, καὶ ταύτην διαλύσομεν τὴν ἀπορίαν. Τίς οὖν ἐστιν ἡ λύσις; Οὔτε πάντας ἐνταῦθα ἀπαιτεῖ δίκην, ἵνα μὴ ἀπογνῷς τὴν ἀνάστασιν, καὶ ἀπελπίσῃς τὴν κρίσιν, ὡς πάντων ἐνταῦθα διδόντων λόγον· οὔτε πάντας ἀφίησιν ἀτιμωρητὶ ἀπελθεῖν, ἵνα μὴ πάλιν ἀπρονόητα εἶναι τὰ πάντα νομίσῃς· ἀλλὰ καὶ κολάζει, καὶ οὐ κολάζει· δι' ὧν μὲν κολάζει, δεικνὺς ὅτι καὶ ἐκεῖ τοὺς οὐ κολασθέντας ἐνταῦθα ἀπαιτήσει λόγον· δι' ὧν δὲ οὐ κολάζει, παρασκευάζων σε πιστεύειν, ὅτι ἔστι τι μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν κριτήριον φοβερόν. Εἰ δὲ καθόλου τῶν προτέρων ἠμέλει, οὐδ' ἂν ἐκόλασέ τινας ἐνταῦθα, οὐδ' ἂν εὐηργέτησε. Νῦν δὲ ὁρᾷς αὐτὸν διὰ σὲ καὶ οὐρανὸν τείνοντα, καὶ ἥλιον ἀνάπτοντα, καὶ γῆν θεμελιοῦντα, καὶ θάλατταν χέοντα, καὶ ἀέρα ἁπλοῦντα, καὶ σελήνῃ τάττοντα δρόμους, καὶ ταῖς ὥραις τοῦ ἔτους ἀκινήτους τιθέντα νόμους, καὶ τὰ ἄλλα δὲ ἅπαντα τῷ νεύματι τῷ ἐκείνου τὸν ἑαυτῶν μετὰ ἀκριβείας ἀνύοντα δρόμον. Καὶ γὰρ ἡ φύσις ἡ ἡμετέρα, καὶ ἡ τῶν ἀλόγων, τῶν ἑρπόντων, τῶν βαδιζόντων, τῶν πετομένων, τῶν νηχομένων, τῶν ἐν λίμναις, τῶν ἐν πηγαῖς, τῶν ἐν ποταμοῖς, τῶν ἐν ὄρεσι, τῶν ἐν νάπαις, τῶν ἐν οἰκίαις, τῶν ἐν ἀέρι, τῶν ἐν πεδίοις, καὶ φυτὰ, καὶ σπέρματα, καὶ δένδρα, τά τε ἄγρια, τά τε ἥμερα, τά τε ἔγκαρπα καὶ ἄκαρπα, καὶ πάντα ἁπλῶς ὑπὸ τῆς ἀκαμάτου κινούμενα χειρὸς ἐκείνης, τὴν ἡμετέραν οἰκονομεῖ ζωὴν, οὐ πρὸς χρείαν μόνον, ἀλλὰ καὶ πρὸς φιλοτιμίαν τὴν διακονίαν ἡμῖν ἐξ αὐτῶν παρεχόμενα. Τοσαύτην τοίνυν ὁρῶν εὐταξίαν, καίτοιγε οὐδὲ τὸ πολλοστὸν εἴπομεν μέρος, τολμᾷς εἰπεῖν, ὅτι ὁ τοσαῦτα καὶ τηλικαῦτα ἐργασάμενος διὰ σὲ, ἐν τοῖς καιρίοις σε παρόψεται, καὶ μετὰ τῶν ὄνων καὶ τῶν χοίρων ἀφήσει τελευτήσαντα κεῖσθαι, καὶ δώρῳ σε τιμήσας τοσούτῳ, τῷ τῆς εὐσεβείας, ᾧ καὶ τῶν ἀγγέλων ἐποίησεν ἴσον, περιόψεταί σε μετὰ τοὺς μυρίους πόνους καὶ ἱδρῶτας; Καὶ πῶς ἂν ἔχοι ταῦτα λόγον; Ταῦτα γὰρ, κἂν ἡμεῖς σιγήσωμεν, οἱ λίθοι κεκράξονται· οὕτω σαφῆ καὶ δῆλα, καὶ τῆς ἀκτῖνος αὐτῆς ἐστι φανότερα. Ταῦτ' οὖν ἅπαντα λογισάμενοι, καὶ πείσαντες τὴν ἑαυτῶν ψυχὴν, ὅτι μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν καὶ βήματι παραστησόμεθα φοβερῷ, καὶ λόγον δώσομεν τῶν πεπραγμένων ἁπάντων, καὶ εὐθύνας ὑφέξομεν, καὶ δίκην ὑποστησόμεθα, ἂν μένωμεν πλημμελοῦντες, καὶ στεφάνων ἀπολαυσόμεθα καὶ ἀγαθῶν ἀποῤῥήτων, ἂν μικρὸν ἑαυτοῖς προσέχειν βουληθῶμεν, τούς τε ἀντιλέγοντας ἐπὶ τούτοις ἐπιστομίζωμεν, καὶ αὐτοὶ τὴν τῆς ἀρετῆς ὁδὸν ἑλώμεθα, ἵνα μετὰ παῤῥησίας τῆς προσηκούσης εἰς ἐκεῖνο τὸ δικαστήριον ἀπελθόντες, ἐπιτύχωμεν τῶν ἐπηγγελμένων ἡμῖν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.