Ancient Greek
Τότε προσελθὼν αὐτῷ ὁ Πέτρος εἶπε· Κύριε, ποσάκις ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου, καὶ ἀφήσω αὐτῷ; ἕως ἑπτάκις; Λέγει αὐτῷ ὁ Ἰησοῦς, Οὐ λέγω σοι ἕως ἑπτάκις, ἀλλ' ἕως ἑβδομηκοντάκις ἑπτά.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 5.1-40
Not analysed yet
Δύο τοίνυν ἐνταῦθα ζητεῖ, καὶ καταγινώσκειν ἡμᾶς τῶν ἁμαρτημάτων, καὶ ἑτέροις ἀφιέναι· καὶ ἐκεῖνο διὰ τοῦτο, ἵνα εὐκολώτερον τοῦτο γένηται (ὁ γὰρ τὰ ἑαυτοῦ ἐννοῶν, συγγνωμονικώτερος ἔσται τῷ συνδούλῳ)· καὶ οὐχ ἁπλῶς ἀφιέναι ἀπὸ στόματος, ἀλλ' ἀπὸ καρδίας. Μὴ δὴ καθ' ἑαυτῶν τὸ ξίφος ὠθῶμεν μνησικακοῦντες. Τί γάρ σε καὶ τοιοῦτον ἐλύπησεν ὁ λελυπηκὼς, οἷον σὺ σαυτὸν ἐργάσῃ τῆς ὀργῆς μεμνημένος, καὶ ἐπισπώμενος κατὰ σαυτοῦ τὴν καταδικάζουσάν σε παρὰ Θεοῦ ψῆφον; Ἂν μὲν γὰρ νήφῃς καὶ φιλοσοφῇς, εἰς τὴν ἐκείνου κεφαλὴν περιστήσεται τὸ δεινὸν, κἀκεῖνος ἔσται ὁ πάσχων κακῶς· ἂν δὲ μένῃς ἀγανακτῶν καὶ δυσχεραίνων, τότε αὐτὸς ὑποστήσῃ τὴν βλάβην, οὐ παρ' ἐκείνου, ἀλλὰ παρὰ σαυτοῦ. Μὴ τοίνυν λέγε, ὅτι ὕβρισε καὶ διέβαλε καὶ μυρία εἰργάσατο κακά· ὅσα γὰρ ἂν εἴπῃς, τοσούτῳ μᾶλλον δεικνύεις αὐτὸν εὐεργέτην. Ἔδωκε γὰρ ἀφορμὴν ἀπολούσασθαι τὰ ἁμαρτήματα· ὥστε ὅσῳ ἂν μείζονα ἠδικηκὼς ᾖ, τοσούτῳ μείζονος ἁμαρτημάτων ἀφέσεως αἴτιός σοι καθίσταται. Ἂν γὰρ ἐθέλωμεν, οὐδεὶς ἡμᾶς ἀδικῆσαι δυνήσεται· ἀλλὰ καὶ οἱ ἐχθροὶ τὰ μέγιστα ὠφελήσουσιν ἡμᾶς. Καὶ τί λέγω τοὺς ἀνθρώπους; Τοῦ γὰρ διαβόλου τί γένοιτ' ἂν πονηρότερον; ἀλλ' ὅμως καὶ ἐκεῖθεν πολλὴν ἀφορμὴν εὐδοκιμήσεως ἔχομεν, καὶ δείκνυσιν ὁ Ἰώβ. Εἰ δὲ ὁ διάβολος ἀφορμὴ γέγονε στεφάνων, τί δέδοικας ἄνθρωπον ἐχθρόν; Ὅρα οὖν ὅσα κερδαίνεις, πράως τὰς τῶν ἐχθρῶν φέρων ἐπηρείας. Πρῶτον μὲν καὶ μέγιστον, ἁμαρτημάτων ἀπαλλαγήν· δεύτερον, καρτερίαν καὶ ὑπομονήν· τρίτον, ἡμερότητα καὶ φιλανθρωπίαν. Ὁ γὰρ τοῖς λυποῦσιν οὐκ εἰδὼς ὀργίζεσθαι, πολλῷ μᾶλλον τοῖς φιλοῦσιν αὐτὸν ἐπιτήδειος ἔσται. Τέταρτον, τὸ καθαρεύειν ὀργῆς διηνεκῶς· ᾧ οὐδὲν γένοιτ' ἂν ἴσον. Ὁ γὰρ ὀργῆς καθαρεύων, εὔδηλον ὅτι καὶ τῆς ἐντεῦθεν ἀθυμίας ἀπήλλακται, καὶ οὐκ ἀναλώσει τὸν βίον εἰς ματαιοπονίας καὶ ὀδύνας. Ὁ γὰρ οὐκ εἰδὼς ἀπεχθάνεσθαι, οὐδὲ λυπεῖσθαι οἶδεν, ἀλλὰ τρυφῆς ἀπολαύσεται καὶ μυρίων ἀγαθῶν. Ὥστε ἑαυτοὺς τιμωρούμεθα μισοῦντες ἑτέρους· ὥσπερ οὖν καὶ ἑαυτοὺς εὐεργετοῦμεν ἀγαπῶντες. Πρὸς τούτοις ἅπασιν αἰδέσιμος ἔσῃ καὶ αὐτοῖς τοῖς ἐχθροῖς, κἂν δαίμονες ὦσι· μᾶλλον δὲ οὐδὲ ἕξεις λοιπὸν ἐχθρὸν διακείμενος οὕτω. Τὸ δὲ πάντων μεῖζον καὶ πρῶτον, τὴν τοῦ Θεοῦ κερδαίνεις φιλανθρωπίαν· κἂν ἡμαρτηκὼς ᾖς, τεύξῃ συγγνώμης· κἂν κατωρθωκὼς ᾖς, πλείονα προσλήψῃ παῤῥησίαν. Ἀνύσωμεν τοίνυν τὸ μηδένα μισεῖν, ἵνα καὶ ὁ Θεὸς ἡμᾶς φιλήσῃ· ἵνα κἂν μυρίων ταλάντων ὦμεν ὑπεύθυνοι, σπλαγχνισθῇ καὶ ἐλεήσῃ. Ἀλλ' ἠδίκησαι παρ' αὐτοῦ; Οὐκοῦν ἐλέησον αὐτὸν, μὴ μισήσῃς· δάκρυσον καὶ θρήνησον, μὴ ἀποστραφῇς. Οὐ γὰρ σὺ εἶ ὁ προσκεκρουκὼς τῷ Θεῷ, ἀλλ' ἐκεῖνος· σὺ δὲ καὶ εὐδοκίμησας, ἐὰν ἐνέγκῃς. Ἐννόησον, ὅτι σταυροῦσθαι μέλλων ὁ Χριστὸς, ὑπὲρ ἑαυτοῦ μὲν ἔχαιρεν, ὑπὲρ δὲ τῶν σταυρούντων ἐδάκρυεν. Οὕτω καὶ ἡμᾶς διακεῖσθαι χρή· καὶ ὅσῳ ἂν ἀδικώμεθα, τοσούτῳ μᾶλλον θρηνεῖν τοὺς ἀδικοῦντας. Ἡμῖν μὲν γὰρ πολλὰ ἐντεῦθεν τὰ ἀγαθά· ἐκείνοις δὲ τὰ ἐναντία. Ἀλλ' ἐπὶ πάντων ὕβρισε καὶ ἐτύπτησεν; Οὐκοῦν ἐπὶ πάντων ἑαυτὸν ᾔσχυνε καὶ ἠτίμασε, καὶ μυρίων κατηγόρων ἤνοιξε στόματα, καὶ σοὶ πλείονας τοὺς στεφάνους ὕφηνε, καὶ πολλούς σοι τῆς μακροθυμίας συνήγαγε κήρυκας. Ἀλλὰ πρὸς ἑτέρους διέβαλε; Καὶ τί τοῦτο, τοῦ Θεοῦ ὄντος τοῦ μέλλοντος ἀπαιτεῖν τὰς εὐθύνας, ἀλλ' οὐκ ἐκείνων τῶν ἀκουσάντων; Ἑαυτῷ γὰρ προσέθηκε κολάσεως ὑπόθεσιν, ἵνα μὴ μόνον ὑπὲρ τῶν οἰκείων, ἀλλὰ καὶ ὑπὲρ ὧν περὶ σοῦ διελέχθη, παράσχῃ λόγον. Καὶ σὲ μὲν πρὸς ἀνθρώπους διέβαλεν, αὐτὸς δὲ πρὸς Θεὸν διεβλήθη. Εἰ δὲ οὐκ ἀρκεῖ σοι ταῦτα, ἐννόησον ὅτι καὶ ὁ Δεσπότης σου διεβλήθη, καὶ ὑπὸ τοῦ Σατανᾶ, καὶ ὑπὸ τῶν ἀνθρώπων, καὶ πρὸς τοὺς μάλιστα φιλουμένους· καὶ ὁ τούτου Μονογενὴς πάλιν τὰ αὐτά. Διὸ ἔλεγεν· Εἰ τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ἐκάλεσαν, πολλῷ μᾶλλον τοὺς οἰκιακοὺς αὐτοῦ. Καὶ οὐ διέβαλεν αὐτὸν μόνον ὁ πονηρὸς δαίμων ἐκεῖνος, ἀλλὰ καὶ ἐπιστεύθη· καὶ διέβαλεν, οὐ τὰ τυχόντα, ἀλλὰ τὰ μέγιστα ὀνείδη καὶ ἐγκλήματα. Καὶ γὰρ δαιμονῶντα αὐτὸν ἔφησε, καὶ πλάνον εἶναι καὶ ἀντίθεον. Ἀλλὰ καὶ εὐεργετήσας ἔπαθες κακῶς; Καὶ διὰ τοῦτο μάλιστα ὑπὲρ μὲν τοῦ ποιήσαντος θρήνει καὶ ἄλγει, ὑπὲρ δὲ σεαυτοῦ καὶ χαῖρε, ὅτι Θεῷ γέγονας ὅμοιος, τῷ τὸν ἥλιον ἀνατέλλοντι ἐπὶ πονηροὺς καὶ ἀγαθούς. Εἰ δὲ καὶ ὑπερβαίνει σε τὸ τὸν Θεὸν μιμεῖσθαι· καίτοιγε τῷ νήφοντι οὐδὲ τοῦτο δύσκολον· ἀλλ' ὅμως εἴ σου μεῖζον εἶναι τοῦτό σοι δοκεῖ, φέρε σε πρὸς τοὺς συνδούλους ἀγάγωμεν· πρὸς τὸν Ἰωσὴφ, τὸν μυρία παθόντα καὶ εὐεργετήσαντα τοὺς ἀδελφούς· πρὸς τὸν Μωϋσέα, τὸν μετὰ μυρίας ἐπιβουλὰς ὑπὲρ αὐτῶν δεηθέντα· πρὸς τὸν μακάριον Παῦλον, τὸν οὐδὲ ἀριθμῆσαι ἔχοντα ἅπερ ἔπαθε παρ' αὐτῶν, καὶ ἀξιοῦντα ἀνάθεμα εἶναι ὑπὲρ αὐτῶν· πρὸς τὸν Στέφανον, τὸν λιθαζόμενον καὶ παρακαλοῦντα λυθῆναι αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Καὶ ταῦτα πάντα ἐννοήσας, ἔκβαλε πᾶσαν ὀργὴν, ἵνα καὶ ἡμῖν ὁ Θεὸς ἀφῇ πάντα τὰ παραπτώματα, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.