Ancient Greek · ~16 min
Ἠκούσατε ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις· Οὐ μοιχεύσεις. Ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι πᾶς ὁ ἐμβλέπων γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 6.1-10
Not analysed yet
Οὕτω καὶ ὁ Χριστὸς ἐκ τοῦ πονηροῦ αὐτὰ ἔφησεν εἶναι, οὐχ ἵνα δείξῃ τοῦ διαβόλου τὴν παλαιὰν οὖσαν, ἀλλ' ἵνα μετὰ πολλῆς τῆς ὑπερβολῆς ἀπαγάγῃ τῆς παλαιᾶς εὐτελείας. Καὶ πρὸς μὲν αὐτοὺς ταῦτα λέγει· ἐπὶ δὲ τῶν ἀναισθήτων Ἰουδαίων, καὶ ἐπιμενόντων τοῖς αὐτοῖς, καθάπερ πικρίᾳ τινὶ τῷ τῆς αἰχμαλωσίας φόβῳ τὴν πόλιν περιχρίσας, ἄβατον ἐποίησεν. Ἐπειδὴ δὲ οὐδὲ τοῦτο ἴσχυσεν αὐτοὺς κατέχειν ἀλλὰ πάλιν αὐτὴν ἐπεθύμουν ἰδεῖν, ὥσπερ παιδίον ἐπὶ τὴν θηλὴν κατατρέχοντες, τέλεον αὐτὴν ἀπέκρυψε, καθελών τε αὐτὴν, καὶ τοὺς πλείονας πόῤῥω ταύτης ἀπαγαγών· καθάπερ ἐπὶ τῶν βοῶν πολλοὶ τὰς δαμάλεις ἀποκλείοντες, τῷ χρόνῳ πείθουσιν ἀποστῆναι τῆς παλαιᾶς τοῦ γάλακτος συνηθείας. Εἰ δὲ τοῦ διαβόλου ἦν ἡ Παλαιὰ, οὐκ ἂν τῆς εἰδωλολατρείας ἀπήγαγεν, ἀλλὰ τοὐναντίον ἐνῆγεν ἂν εἰς αὐτὴν καὶ ἐνέβαλλε· τοῦτο γὰρ ὁ διάβολος ἤθελε. Νῦν δὲ τοὐναντίον ὁρῶμεν ὑπὸ τῆς Παλαιᾶς γινόμενον. Καὶ αὐτὸ δὲ τοῦτο, ὁ ὅρκος, τὸ παλαιὸν διὰ τοῦτο ἐνομοθετήθη, ἵνα μὴ κατὰ τῶν εἰδώλων ὀμνύωσιν. Ὀμεῖσθε γὰρ, φησὶ, τὸν Θεὸν τὸν ἀληθινόν. Οὐ τοίνυν μικρὰ κατώρθωσεν ὁ νόμος, ἀλλὰ καὶ σφόδρα μεγάλα. Τὸ γὰρ ἐπὶ τὴν στερεὰν αὐτοὺς τροφὴν ἐλθεῖν, τῆς ἐκείνου σπουδῆς γέγονεν ἔργον. Τί οὖν; οὐχὶ τοῦ Πονηροῦ, φησὶν, ἐστὶ τὸ ὀμνύναι; Καὶ σφόδρα μὲν οὖν τοῦ πονηροῦ· ἀλλὰ νῦν, μετὰ τὴν τοσαύτην φιλοσοφίαν, τότε δὲ οὔ. Καὶ πῶς ἂν τὸ αὐτὸ γένοιτο, φησὶ, νῦν μὲν καλὸν, νῦν δὲ οὐ καλόν; Ἐγὼ δὲ τοὐναντίον λέγω· πῶς δὲ οὐκ ἂν γένοιτο καλὸν καὶ οὐ καλὸν, τῶν πραγμάτων ἁπάντων αὐτὰ βοώντων, τῶν τεχνῶν, τῶν καρπῶν, τῶν ἄλλων ἁπάντων; Ὅρα γοῦν ἐπὶ τῆς φύσεως τῆς ἡμετέρας αὐτὸ πρῶτον συμβαῖνον. Τὸ γὰρ βαστάζεσθαι ἐν μὲν τῇ πρώτῃ ἡλικίᾳ καλὸν, μετὰ δὲ ταῦτα ὀλέθριον· τὸ μεμασημένην τροφὴν ἐσθίειν, ἐν μὲν προοιμίοις τῆς ζωῆς ἡμῶν καλὸν, μετὰ δὲ ταῦτα βδελυγμίας γέμει· τὸ γαλακτοτροφεῖσθαι καὶ πρὸς τὴν θηλὴν φεύγειν, ἐν ἀρχῇ μὲν χρήσιμον καὶ σωτήριον, μετὰ δὲ ταῦτα ὀλέθριον καὶ βλαβερόν. Ὁρᾷς πῶς τὰ αὐτὰ πράγματα ὑπὸ τῶν καιρῶν καλὰ, καὶ οὐ τοιαῦτα φαίνεται πάλιν; Καὶ γὰρ τὸ ἱμάτιον φορεῖν παιδικὸν μειρακίῳ μὲν ὄντι καλὸν, ἀνδρὶ δὲ γενομένῳ πάλιν αἰσχρόν. Βούλει καὶ ἐκ τῶν ἐναντίων μαθεῖν, πῶς τῷ παιδὶ τὰ τοῦ ἀνδρὸς ἀνάρμοστα πάλιν; Δὸς τῷ παιδὶ ἱμάτιον ἀνδρικὸν, καὶ πολὺς ἔσται ὁ γέλως, καὶ μείζων ὁ κίνδυνος, ἐν τῷ βαδίζειν οὕτω περιτρεπομένου πολλάκις. Δὸς αὐτῷ μεταχειρίζειν πράγματα πολιτικὰ, καὶ ἐμπορεύεσθαι, καὶ σπείρειν, καὶ ἀμᾶσθαι, καὶ πάλιν πολὺς ἔσται ὁ γέλως. Καὶ τί λέγω ταῦτα; Ὁ γὰρ φόνος ὁ παρὰ πᾶσιν ὡμολογημένος εὕρεμα εἶναι τοῦ πονηροῦ, οὗτος ἐπιλαβόμενος καιροῦ τοῦ προσήκοντος, τὸν ἐργασάμενον αὐτὸν Φινεὲς ἱερωσύνῃ τιμηθῆναι ἐποίησεν. Ὅτι γὰρ ὁ φόνος ἔργον ἐκείνου, ἄκουσον τί φησιν· Ὑμεῖς τὰ ἔργα τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν· ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ' ἀρχῆς. Ἀλλ' ἐγένετο ἀνθρωποκτόνος ὁ Φινεὲς, Καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, φησίν. Ὁ δὲ Ἀβραὰμ οὐκ ἀνθρωποκτόνος μόνον, ἀλλὰ καὶ παιδοκτόνος (ὃ πολλῷ χεῖρον ἦν) γενόμενος, μειζόνως εὐδοκίμησε πάλιν. Καὶ ὁ Πέτρος δὲ διπλοῦν εἰργάσατο φόνον, ἀλλ' ὅμως πνευματικὸν τὸ γενόμενον ἦν. Μὴ τοίνυν ἁπλῶς τὰ πράγματα ἐξετάζωμεν, ἀλλὰ καὶ καιρὸν, καὶ αἰτίαν, καὶ γνώμην, καὶ προσώπων διαφορὰν, καὶ ὅσα ἂν αὐτοῖς ἕτερα συμβαίνῃ πάντα μετὰ ἀκριβείας ζητῶμεν· οὐδὲ γὰρ ἔστιν ἑτέρως ἐφικέσθαι τῆς ἀληθείας· καὶ σπουδάζωμεν, εἰ βουλοίμεθα βασιλείας ἐπιτυχεῖν, πλέον τι τῶν παλαιῶν ἐπιδείξασθαι ἐπιταγμάτων, ὡς οὐκ ἐνὸν ἄλλως ἐπιλαβέσθαι τῶν οὐρανίων. Ἂν γὰρ εἰς τὸ αὐτὸ μέτρον τῶν παλαιῶν φθάσωμεν, ἔξω τῶν προθύρων στησόμεθα τούτων. Ἂν γὰρ μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ δύνασθε εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ἀλλ' ὅμως, καὶ τοσαύτης ἀπειλῆς κειμένης, εἰσί τινες, οἳ οὐ μόνον οὐχ ὑπερβαίνουσι τὴν δικαιοσύνην ἐκείνην, ἀλλὰ καὶ ὑστεροῦσιν αὐτῆς. Οὐ γὰρ μόνον ὅρκους οὐ φεύγουσιν, ἀλλὰ καὶ ἐπιορκοῦσιν· οὐ μόνον ἀκόλαστον ὄψιν οὐκ ἐκκλίνουσιν, ἀλλὰ καὶ εἰς αὐτὴν τὴν πονηρὰν ἐμπίπτουσι πρᾶξιν, καὶ τὰ ἄλλα πάντα ἀναλγήτως τὰ κεκωλυμένα τολμῶσιν· ἓν μόνον ἀναμένοντες, τῆς κολάσεως τὴν ἡμέραν, καὶ πότε τὴν ἐσχάτην τῶν πεπλημμελημένων δώσουσι δίκην· ὃ τῶν ἐν πονηρίᾳ καταλυσάντων τὸν βίον ἐστὶ μόνον. Ἐκείνους γὰρ ἀπογινώσκειν χρὴ, καὶ μηδὲν ἕτερον ἢ τὴν κόλασιν λοιπὸν ἀναμένειν. Οἱ γὰρ ἐνταῦθα ὄντες ἔτι, καὶ ἀναμαχήσασθαι δυνήσονται, καὶ νικῆσαι, καὶ στεφανωθῆναι ῥᾳδίως.