Ancient Greek · ~16 min
Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 6.1-14
Not analysed yet
Εἰ δέ τινες αὐτὴν καὶ οὕτως ἐπίπονον εἶναι νομίζουσι, τῆς αὐτῶν ῥᾳθυμίας ἡ ὑπόνοια μόνον. Ὅρα γοῦν πῶς καὶ ἑτέρωθεν αὐτὴν εὔκολον ποιεῖ, κελεύων μὴ συμπλέκεσθαι τοῖς κυσὶ, μηδὲ ἐκδιδόναι ἑαυτοὺς τοῖς χοίροις, καὶ φυλάττεσθαι ἀπὸ τῶν ψευδοπροφητῶν, καὶ πανταχόθεν αὐτοὺς ἐναγωνίους ἐργαζόμενος. Καὶ αὐτὸ δὲ τὸ στενὴν καλέσαι μέγιστον εἰς τὸ ποιῆσαι αὐτὴν εὔκολον συνεβάλετο· νήφειν γὰρ αὐτοὺς παρεσκεύαζεν. Ὥσπερ οὖν ὁ Παῦλος, ὅταν λέγῃ, Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, οὐχ ἵνα καταβάλῃ, ἀλλ' ἵνα διεγείρῃ τὰ φρονήματα τῶν στρατιωτῶν, τοῦτο ποιεῖ· οὕτω δὴ καὶ αὐτὸς ἀφυπνίζων τοὺς ὁδοιπόρους, τραχεῖαν ἐκάλεσε τὴν ὁδόν. Καὶ οὐ ταύτῃ μόνον νήφειν παρεσκεύασεν, ἀλλὰ καὶ τῷ προσθεῖναι, ὅτι καὶ πολλοὺς ἔχει τοὺς ὑποσκελίζοντας καὶ τὸ δὴ χαλεπώτερον, ὅτι οὐδὲ φανερῶς προσβάλλουσιν, ἀλλὰ κρύπτοντες ἑαυτούς· τοιοῦτον γὰρ τῶν ψευδοπροφητῶν τὸ γένος. Ἀλλὰ μὴ τοῦτο ἴδῃς, φησὶν, ὅτι τραχεῖα καὶ στενὴ, ἀλλὰ ποῦ τελευτᾷ· μηδ' ὅτι πλατεῖα καὶ εὐρύχωρος ἡ ἐναντία, ἀλλὰ ποῦ καταστρέφει. Ταῦτα δὲ πάντα λέγει, διεγείρων ἡμῶν τὴν προθυμίαν· ὥσπερ οὖν καὶ ἀλλαχοῦ ἔλεγεν, ὅτι Βιασταὶ ἁρπάζουσιν αὐτήν. Ὁ γὰρ ἀγωνιζόμενος, ἐπειδὰν ἴδῃ σαφῶς τὸν ἀγωνοθέτην θαυμάζοντα τὸ ἐπίπονον τῶν ἀγωνισμάτων, προθυμότερος γίνεται. Μὴ τοίνυν ἀλύωμεν, ὅταν πολλὰ ἡμῖν ἐντεῦθεν συμβαίνῃ λυπηρά. Τεθλιμμένη γὰρ ἡ ὁδὸς, καὶ στενὴ ἡ πύλη, ἀλλ' οὐχ ἡ πόλις. Διὰ δὴ τοῦτο οὐδὲ ἐνταῦθα ἄνεσιν χρὴ προσδοκᾷν, οὐδὲ ἐκεῖ λυπηρόν τι λοιπὸν ἐκδέχεσθαι. Εἰπὼν δὲ, ὅτι Ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτὴν, πάλιν ἐνταῦθα καὶ τὴν τῶν πολλῶν ῥᾳθυμίαν ἐδήλωσε, καὶ τοὺς ἀκούοντας ἐπαίδευσε μὴ ταῖς τῶν πολλῶν εὐημερίαις προσέχειν, ἀλλὰ τοῖς τῶν ὀλίγων πόνοις. Οἱ γὰρ πλείους, φησὶν, οὐ μόνον αὐτὴν οὐ βαδίζουσιν, ἀλλ' οὐδὲ αἱροῦνται· ὅπερ ἐσχάτης κατηγορίας ἐστίν. Ἀλλ' οὐ τοῖς πολλοῖς δεῖ προσέχειν, οὐδὲ ἐντεῦθεν θορυβεῖσθαι, ἀλλὰ ζηλοῦν τοὺς ὀλίγους, καὶ πανταχόθεν ἑαυτοὺς συγκροτοῦντας οὕτως αὐτὴν βαδίζειν. Καὶ γὰρ πρὸς τῷ στενὴν εἶναι, πολλοὶ καὶ οἱ ὑποσκελίζοντες τὴν ἐκεῖσε φέρουσάν εἰσιν ὁδόν. Διὸ καὶ ἐπήγαγε· Προσέχετε ἀπὸ τῶν ψευδοπροφητῶν· ἐλεύσονται γὰρ πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες. Ἰδοὺ μετὰ τῶν κυνῶν καὶ χοίρων ἕτερον εἶδος ἐνέδρας καὶ ἐπιβουλῆς, πολὺ χαλεπώτερον ἐκείνου. Οἱ μὲν γὰρ ὡμολογημένοι καὶ φανεροὶ, οὗτοι δὲ συνεσκιασμένοι. Διὸ καὶ ἐκείνων μὲν ἀπέχεσθαι ἐκέλευσε, τούτους δὲ καὶ διασκέπτεσθαι μετὰ ἀκριβείας, ὡς οὐκ ἐνὸν ἐκ πρώτης αὐτοὺς ἰδεῖν προσβολῆς. Διὸ καὶ ἔλεγε, Προσέχετε, πρὸς τὴν διάγνωσιν αὐτῶν ἀκριβεστέρους ποιῶν. Εἶτα, ἵνα μὴ στενὴν ἀκούσαντες καὶ τεθλιμμένην, καὶ ὅτι ἐναντίαν τοῖς πολλοῖς δεῖ βαδίζειν, καὶ χοίρους φυλάττεσθαι καὶ κύνας, καὶ μετὰ τούτων ἕτερον πονηρότερον γένος τοῦτο τὸ τῶν λύκων· ἵνα μὴ τῷ πλήθει τῶν λυπηρῶν καταπέσωσι, μέλλοντες καὶ ἐναντίαν τοῖς πολλοῖς ἰέναι, καὶ μετὰ τούτων πάλιν καὶ τὴν ὑπὲρ τούτων ἔχειν φροντίδα, ἀνέμνησε τῶν ἐπὶ τῶν πατέρων αὐτῶν γενομένων, ψευδοπροφήτας καλέσας· καὶ γὰρ καὶ τότε τοιαῦτα συνέβαινε. Μὴ τοίνυν θορυβεῖσθε, φησίν· οὐδὲν γὰρ καινὸν οὐδὲ ξένον συμβήσεται. Τῇ γὰρ ἀληθείᾳ παρυφίστησιν ἀεὶ τὴν ἀπάτην ὁ διάβολος. Ψευδοπροφήτας δὲ ἐνταῦθα οὐ τοὺς αἱρετικοὺς αἰνίττεσθαί μοι δοκεῖ, ἀλλὰ τοὺς βίου μὲν ὄντας διεφθαρμένου, προσωπεῖον δὲ ἀρετῆς περικειμένους, οὓς τῇ τῶν ἐπιθέτων προσηγορίᾳ καλεῖν εἰώθασιν οἱ πολλοί. Διὸ καὶ ἐπήγαγε λέγων· Ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς. Παρὰ γὰρ αἱρετικοῖς ἔστι πολλάκις καὶ βίον εὑρεῖν· παρὰ δὲ τούτοις, οἷς εἶπον, οὐδαμῶς. Τί οὖν, φησὶν, ἂν καὶ ἐν τούτοις ὑποκρίνωνται; Ἀλλὰ ἁλώσονται ῥᾳδίως. Τοιαύτη γὰρ ἡ τῆς ὁδοῦ ταύτης φύσις, ἣν ἐκέλευσα βαδίζειν, ἐπίπονος καὶ μοχθηρά· ὁ δὲ ὑποκριτὴς πονεῖν οὐκ ἂν ἕλοιτο, ἀλλ' ἐπιδείκνυσθαι μόνον· διὸ καὶ ἐλέγχεται ῥᾳδίως. Ἐπειδὴ γὰρ εἶπεν, ὅτι Ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτὴν, ἐκκαθαίρει πάλιν αὐτοὺς ἀπὸ τῶν οὐχ εὑρισκόντων μὲν, ὑποκρινομένων δὲ, κελεύων μὴ τοὺς τὰ προσωπεῖα περικειμένους μόνον ὁρᾷν, ἀλλὰ τοὺς μετὰ ἀληθείας μετιόντας αὐτήν. Καὶ τίνος ἕνεκεν οὐ καταδήλους αὐτοὺς ἐποίησε, φησὶν, ἀλλ' ἡμᾶς εἰς τὴν ἔρευναν ἐνέβαλεν; Ἵνα γρηγορῶμεν, καὶ ἐναγώνιοι διαπαντὸς ὦμεν, μὴ τοὺς φανεροὺς μόνον, ἀλλὰ καὶ τοὺς κρυπτομένους ἐχθροὺς φυλαττόμενοι· οὕσπερ οὖν καὶ ὁ Παῦλος αἰνιττόμενος ἔλεγεν, ὅτι Τῇ χρηστολογίᾳ ἐξαπατῶσι τὰς καρδίας τῶν ἀκάκων. Μὴ τοίνυν θορυβώμεθα, ἐπειδὰν πολλοὺς ἴδωμεν τοιούτους καὶ νῦν ὄντας Καὶ γὰρ καὶ τοῦτο προεῖπεν ἄνωθεν ὁ Χριστός.