Ancient Greek · ~14 min
Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 7.1-8
Not analysed yet
Καὶ ὅρα τὴν ἡμερότητα. Οὐδὲ γὰρ εἶπε, Κολάσατε αὐτοὺς, ἀλλὰ, Μὴ βλαβῆτε παρ' αὐτῶν, μὴ ἀφύλακτοι αὐτοῖς περιπέσητε. Εἶτα, ἵνα μὴ λέγῃς, ὅτι ἀδύνατον ἐπιγνῶναι τοὺς τοιούτους, πάλιν λογισμὸν ἀπὸ παραδείγματος ἀνθρωπίνου τίθησιν, οὕτω λέγων· Μήτι συλλέγουσιν ἀπὸ ἀκανθῶν στραφυλὰς, ἢ ἀπὸ τριβόλων σῦκα; Οὕτω πᾶν δένδρον ἀγαθὸν καρποὺς καλοὺς ποιεῖ· τὸ δὲ σαπρὸν δένδρον καρποὺς πονηροὺς ποιεῖ. Οὐ δύναται δένδρον ἀγαθὸν καρποὺς πονηροὺς ποιεῖν, οὐδὲ δένδρον σαπρὸν καρποὺς καλοὺς ποιεῖν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Οὐδὲν ἔχουσιν ἥμερον, οὐδὲ γλυκύ· μέχρι τῆς δορᾶς τὸ πρόβατον· διὸ καὶ εὔκολος ἡ διάγνωσις. Καὶ ἵνα μηδὲ τὸ τυχὸν ἐνδοιάζῃς, φυσικαῖς ἀνάγκαις παραβάλλει τὰ οὐκ ἐγχωροῦντα ἄλλως γενέσθαι. Ὅπερ καὶ ὁ Παῦλος ἔλεγε· Τὸ γὰρ φρόνημα τῆς σαρκὸς, θάνατος· τῷ γὰρ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτάσσεται· οὐδὲ γὰρ δύναται. Εἰ δὲ δεύτερον τὸ αὐτὸ τίθησιν, οὐκ ἔστι ταυτολογία. Ἵνα γὰρ μή τις εἴπῃ, ὅτι τὸ πονηρὸν δένδρον φέρει μὲν καρποὺς πονηροὺς, φέρει δὲ καὶ ἀγαθοὺς, καὶ δύσκολον ποιεῖ τὴν διάγνωσιν, διπλῆς τῆς φορᾶς οὔσης· οὐκ ἔστι, φησὶ, τοῦτο· πονηροὺς γὰρ φέρει μόνον, καὶ ἀγαθοὺς οὐκ ἄν ποτε ἐνέγκοι· ὥσπερ οὖν καὶ τὸ ἐναντίον. Τί οὖν; οὐκ ἔστιν ἀνὴρ ἀγαθὸς, γινόμενος πονηρός; Καὶ τοὐναντίον πάλιν ἐστὶ, καὶ πολλῶν ὁ βίος τοιούτων γέμει παραδειγμάτων. Ὁ δὲ Χριστὸς οὐ τοῦτο λέγει, ὅτι τὸν πονηρὸν ἀμήχανον μεταβαλέσθαι, ἢ τὸν ἀγαθὸν οὐκ ἔνι μεταπεσεῖν· ἀλλ', ἕως ἂν ᾖ πονηρίᾳ συζῶν, οὐ δυνήσεται καρπὸν ἀγαθὸν ἐνεγκεῖν. Μεταβαλεῖν· μὲν γὰρ εἰς ἀρετὴν δύναται πονηρὸς ὤν· μένων δὲ ἐν πονηρίᾳ, καρπὸν οὐκ οἴσει καλόν. Τί οὖν; ὁ Δαυῒδ οὐκ ἀγαθὸς ὢν πονηρὸν καρπὸν ἤνεγκεν; Οὐχὶ μένων ἀγαθὸς, ἀλλὰ μεταβληθείς· ὡς εἴγε ἔμενεν ὅπερ ἦν διηνεκῶς, οὐκ ἂν καρπὸν τοιοῦτον ἤνεγκεν. Οὐ γὰρ δὴ μένων ἐν τῇ ἕξει τῆς ἀρετῆς ἐτόλμησεν ἅπερ ἐτόλμησε. Ταῦτα δὲ καὶ τοὺς ἁπλῶς διαβάλλοντας ἐπιστομίζων ἔλεγε, καὶ τῶν κακηγόρων χαλινῶν τὰ στόματα. Ἐπειδὴ γὰρ πολλοὶ τοὺς ἀγαθοὺς ἀπὸ τῶν πονηρῶν ὑποπτεύουσι, πάσης ἀποστερῶν αὐτοὺς ἀπολογίας τοῦτο εἴρηκεν. Οὐδὲ γὰρ ἂν ἔχοις εἰπεῖν, ὅτι Ἠπάτημαι καὶ παρελογίσθην· καὶ γὰρ ἀκριβῆ σοι παρέσχον τὴν ἀπὸ τῶν ἔργων διάγνωσιν, καὶ προστάξας βαδίζειν ἐπὶ τὰς πράξεις, καὶ μὴ πάντα ἁπλῶς συνταράττειν. Εἶτα ἐπειδὴ κολάζειν μὲν αὐτοὺς οὐκ ἐκέλευσε, φυλάττεσθαι δὲ μόνον, ὁμοῦ καὶ τοὺς ἐπηρεαζομένους παρ' αὐτῶν παραμυθούμενος, κἀκείνους φοβῶν καὶ μεταβάλλων, ἐπετείχισεν αὐτοῖς τὴν παρ' αὐτοῦ κόλασιν, εἰπὼν ὅτι Πᾶν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν, ἐκκόπτεται, καὶ εἰς πῦρ βάλλεται. Εἶτα ἀνεπαχθέστερον ποιῶν τὸν λόγον, ἐπήγαγεν· Ἄρα οὖν ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς· ἵνα μὴ προηγουμένην τὴν ἀπειλὴν δόξῃ εἰσάγειν, ἀλλ' ἐν τάξει παραινέσεως καὶ συμβουλῆς κατασείειν αὐτῶν τὴν διάνοιαν. Ἐνταῦθά μοι καὶ Ἰουδαίους αἰνίττεσθαι δοκεῖ, τοιούτους καρποὺς ἐπιδεικνυμένους. Διὸ καὶ τῶν Ἰωάννου ῥημάτων ὑπέμνησε, διὰ τῶν αὐτῶν ὀνομάτων τὴν τιμωρίαν αὐτοῖς ὑπογράψας. Καὶ γὰρ καὶ ἐκεῖνος ταῦτα ἔλεγεν, ἀξίνης καὶ δένδρου κοπτομένου καὶ πυρὸς ἀσβέστου πρὸς αὐτοὺς μεμνημένος. Καὶ δοκεῖ μὲν μία τις εἶναι τιμωρία, τὸ κατακαίεσθαι· εἰ δέ τις ἀκριβῶς ἐξετάσειε, δύο αὗται κολάσεις εἰσίν. Ὁ γὰρ καιόμενος καὶ τῆς βασιλείας ἐκπίπτει πάντως· αὕτη δὲ ἐκείνης χαλεπωτέρα ἡ τιμωρία. Καὶ οἶδα μὲν ὅτι πολλοὶ τὴν γέενναν μόνον πεφρίκασιν· ἐγὼ δὲ τὴν ἔκπτωσιν τῆς δόξης ἐκείνης πολὺ τῆς γεέννης κόλασιν πικροτέραν εἶναί φημι. Εἰ δὲ μὴ δυνατὸν παραστῆσαι τῷ λόγῳ, θαυμαστὸν οὐδέν. Οὐδὲ γὰρ ἴσμεν ἐκείνων τῶν ἀγαθῶν τὴν μακαριότητα, ἵνα καὶ τὴν ἀθλιότητα τὴν ἀπὸ τῆς στερήσεως αὐτῶν σαφῶς ἴδωμεν· ἐπεὶ Παῦλος ὁ ταῦτα σαφῶς εἰδὼς, οἶδεν ὅτι τὸ ἐκπεσεῖν τῆς τοῦ Χριστοῦ δόξης πάντων ἐστὶ χαλεπώτερον. Καὶ τοῦτο εἰσόμεθα τότε, ὅταν εἰς αὐτὴν τὴν πεῖραν ἐμπέσωμεν.