Ancient Greek · ~16 min
Ἀμὴν, ἀμὴν λέγω ὑμῖν· εἰσί τινες τῶν ὧδε ἑστώτων. οἵτινες οὐ μὴ γεύσωνται θανάτου, ἕως ἂν ἴδωσι τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 6.1-25
Not analysed yet
Μὴ γάρ μοι τοῦτο εἴπῃς, ὅτι ἥδεται λαμβάνων, καὶ χάριν ἔχει τοῦ δανείσματος. Τοῦτο γὰρ διὰ τὴν σὴν ὠμότητα γίνεται. Ἐπεὶ καὶ ὁ Ἀβραὰμ τὴν γυναῖκα ἐκδιδοὺς τοῖς βαρβάροις, αὐτὸς κατεσκεύαζεν εὐπαράδεκτον γενέσθαι τὴν ἐπιβουλήν· ἀλλ' οὐχ ἑκὼν, ἀλλὰ διὰ τὸν φόβον τοῦ Φαραώ. Οὕτω καὶ ὁ πένης, ἐπειδὴ οὐδὲ τούτου ἄξιον αὐτὸν εἶναι νομίζεις, καὶ ὠμότητος ἀναγκάζεται χάριν εἰδέναι. Σὺ δέ μοι δοκεῖς, κἂν κινδύνων ἀπαλλάξῃς, μισθὸν ἀπαιτεῖν τῆς ἀπαλλαγῆς ταύτης αὐτόν. Ἄπαγε, φησὶ, μὴ γένοιτο. Τί λέγεις; Τοῦ μείζονος ἀπαλλάττων, οὐ βούλει χρήματα ἀπαιτεῖν· ὑπὲρ δὲ τοῦ ἐλάττονος τοσαύτην ἐπιδείκνυσαι τὴν ἀπανθρωπίαν; Οὐχ ὁρᾷς ὅση τῷ πράγματι κεῖται τιμωρία; οὐκ ἀκούεις ὅτι καὶ ἐν τῇ Παλαιᾷ τοῦτο κεκώλυται; Ἀλλὰ τίς τῶν πολλῶν ὁ λόγος; Λαβὼν τὸν τόκον, πένητι δίδωμι, φησίν. Εὐφήμει, ἄνθρωπε· οὐ βούλεται τοιαύτας θυσίας ὁ Θεός. Μὴ σοφίζου τὸν νόμον. Βέλτιον μὴ διδόναι πένητι, ἢ ἐντεῦθεν διδόναι· ὅτι τὸ ἐκ δικαίων πόνων συλλεγὲν ἀργύριον πολλάκις ποιεῖς εἶναι παράνομον διὰ τὰ πονηρὰ γεννήματα· ὥσπερ ἂν εἴ τις νηδὺν καλὴν ἀναγκάζοι τίκτειν σκορπίους. Καὶ τί λέγω τὸν τοῦ Θεοῦ νόμον; Οὐχὶ καὶ ὑμεῖς ῥύπον αὐτὸ καλεῖτε; Εἰ δὲ οἱ κερδαίνοντες τοιαῦτα ψηφίζεσθε, ἐννόησον τίνα ὁ Θεὸς περὶ ὑμῶν οἴσει τὴν ψῆφον. Εἰ δὲ βούλει καὶ τοὺς ἔξωθεν νομοθέτας ἐρέσθαι, ἀκούσῃ ὅτι κἀκείνοις τῆς ἐσχάτης ἀναισχυντίας τὸ πρᾶγμα δεῖγμα εἶναι δοκεῖ. Τοὺς γοῦν ἐν ἀξιώμασιν ὄντας, καὶ εἰς τὴν μεγάλην τελοῦντας βουλὴν, ἣν σύγκλητον καλοῦσιν, οὐ θέμις τοιούτοις κέρδεσι καταισχύνεσθαι· ἀλλὰ νόμος ἐστὶ παρ' αὐτοῖς ὁ τὰ τοιαῦτα ἀπαγορεύων κέρδη. Πῶς οὖν οὐκ ἄξιον φρίκης, εἰ μηδὲ τοσαύτην ἀπονέμοις τῇ τῶν οὐρανῶν πολιτείᾳ τιμὴν, ὅσην τῇ βουλῇ Ῥωμαίων οἱ νομοθέται· ἀλλ' ἔλαττον οἴσει τῆς γῆς ὁ οὐρανὸς, καὶ οὐδὲ αὐτὴν αἰσχύνῃ τοῦ πράγματος τὴν ἀλογίαν; Τί γὰρ τούτου γένοιτ' ἂν ἀλογώτερον, ἀλλ' ἢ ὅταν τις χωρὶς γῆς καὶ ὑετοῦ καὶ ἀρότρου βιάζηται σπείρειν; Διὰ τοῦτο ζιζάνια θερίζουσι τὰ τῷ πυρὶ παραδιδόμενα οἱ τὴν πονηρὰν ταύτην ἐπινοήσαντες γεωργίαν. Μὴ γὰρ οὐκ εἰσὶ δίκαιαι ἐμπορίαι πολλαί; αἱ τῶν ἀγρῶν, αἱ τῶν ποιμνίων, αἱ τῶν βουκολίων, αἱ τῶν θρεμμάτων. αἱ τῶν χειρῶν, αἱ τῆς ἐπιμελείας τῶν ὄντων; Τί μαίνῃ καὶ παραπαίεις εἰκῆ γεωργῶν ἀκάνθας; Ἀλλ' ἔχουσιν ἀποτυχίας οἱ τῆς γῆς καρποὶ, καὶ χάλαζαν καὶ ἐρυσίβην καὶ ἐπομβρίας; Ἀλλ' οὐ τοσαύτας, ὅσας οἱ τόκοι. Καὶ γὰρ ὅσα ἂν γένηται τοιαῦτα, περὶ τὴν πρόσοδον ἡ ζημία· τὸ δὲ κεφάλαιον ἕστηκεν, ὁ ἀγρός. Ἐνταῦθα δὲ πολλοὶ πολλάκις ἐν τῷ κεφαλαίῳ τὸ ναυάγιον ὑπέμειναν· καὶ πρὸ τῆς ζημίας δὲ ἐν διηνεκεῖ εἰσιν ἀθυμίᾳ. Οὐδέποτε γὰρ ἀπολαύει τῶν ὄντων ὁ δανειστὴς, οὐδὲ εὐφραίνεται ἐπὶ τούτοις, ἀλλ' ὅταν ὁ τόκος ἐνεχθῇ, οὐ χαίρει, ὅτι πρόσοδος γέγονεν, ἀλλὰ λυπεῖται, ὅτι οὐδέπω τὸ κεφάλαιον ἔφθασεν ὁ τόκος· καὶ πρὶν ἢ τέλειον τεχθῆναι τὸ κακὸν γέννημα τοῦτο, καὶ αὐτὸ τίκτειν ἀναγκάζει, τοὺς τόκους κεφάλαιον ποιῶν, καὶ βιαζόμενος τὰ ἄωρα καὶ ἀμβλωθρίδια προενεγκεῖν γεννήματα τῶν ἐχιδνῶν. Τοιοῦτον γὰρ οἱ τόκοι· τῶν θηρίων ἐκείνων μᾶλλον κατεσθίουσι καὶ σπαράττουσι τὰς τῶν ἀθλίων ψυχάς. Τοῦτο σύνδεσμος ἀδικίας· τοῦτο στραγγαλιὰ βιαίων συναλλαγμάτων. Δίδωμι γὰρ, φησὶν, οὐχ ἵνα λάβῃς, ἀλλ' ἵνα πλείονα ἀποδῷς. Καὶ ὁ μὲν Θεὸς οὔτε τὸ διδόμενον κελεύει λαβεῖν· Δίδοτε γὰρ, φησὶ, παρ' ὧν οὐ προσδοκᾶτε λαβεῖν· σὺ δὲ καὶ τοῦ διδομένου πλέον ἀπαιτεῖς, καὶ ὅπερ οὐκ ἔδωκας, τοῦτο ὡς ὀφειλόμενον ἀναγκάζεις καταθεῖναι τὸν εἰληφότα. Καὶ σὺ μὲν νομίζεις τὴν οὐσίαν σοι πλεονάζειν ἐντεῦθεν· ἀντὶ δὲ τῆς οὐσίας τὸ πῦρ ἀνάπτεις τὸ ἄσβεστον. Ἵν' οὖν μὴ τοῦτο γένηται, ἐκκόψωμεν τὴν πονηρὰν νηδὺν τῶν τόκων, πηρώσωμεν τὰς παρανόμους ὠδῖνας, ἀναξηράνωμεν τὴν ὀλέθριον ταύτην γαστέρα, καὶ τὰ ἀληθῆ καὶ μεγάλα κέρδη διώκωμεν μόνα. Τίνα δὲ ταῦτά ἐστιν; Ἄκουσον Παύλου λέγοντος, ὅτι Μέγας πορισμὸς ἡ εὐσέβεια μετὰ αὐταρκείας. Τοῦτον τοίνυν πλουτῶμεν τὸν πλοῦτον μόνον, ἵνα καὶ ἐνταῦθα ἀδείας ἀπολαύσωμεν, καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.