Ancient Greek
Τοῦ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας ἐν ἡμέραις Ἡρώδου τοῦ βασιλέως, ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς Ἱεροσόλυμα, λέγοντες· Ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ, καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 6.1-4
Not analysed yet
Ἂν οὕτω καὶ αὐτὸς δακρύῃς, μιμητὴς τοῦ Δεσπότου σου γέγονας. Καὶ γὰρ καὶ αὐτὸς ἐδάκρυσε, καὶ ἐπὶ Λαζάρου καὶ ἐπὶ τῆς πόλεως, καὶ ἐπὶ τοῦ Ἰούδα διεταράχθη. Καὶ τοῦτο μὲν πολλάκις ἔστιν ἰδεῖν αὐτὸν ποιοῦντα, γελῶντα δὲ οὐδαμοῦ· ἀλλ' οὐδὲ μειδιῶντα ἠρέμα· οὐκοῦν τῶν εὐαγγελιστῶν οὐδεὶς εἴρηκε. Διὰ τοῦτο καὶ Παῦλος, ὅτι μὲν ἐδάκρυσε, καὶ τριετίαν νύκτα καὶ ἡμέραν τοῦτο ἐποίει καὶ αὐτὸς περὶ ἑαυτοῦ, καὶ ἕτεροι περὶ αὐτοῦ τοῦτο λέγουσιν· ὅτι δὲ ἐγέλασεν, οὐδαμοῦ οὔτε αὐτὸς εἴρηκεν, οὔτε ἄλλος οὐδὲ εἷς τῶν ἁγίων, οὔτε περὶ ἑαυτοῦ, οὔτε περὶ ἑτέρου τινὸς τοιούτου· ἀλλὰ περὶ Σάῤῥας μόνης τοῦτο εἴρηται, ἡνίκα ἐπετιμήθη· καὶ περὶ τοῦ υἱοῦ Νῶε, ὅτε ἀντ' ἐλευθέρου δοῦλος γέγονε. Καὶ ταῦτα λέγω, οὐ τὸν γέλωτα ἐκκόπτων, ἀλλὰ τὴν διάχυσιν ἀναιρῶν. Τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, θρύπτῃ καὶ διαῤῥέεις, τοσαύταις εὐθύναις ἔνοχος ὢν ἔτι, καὶ φοβερῷ μέλλων παραστήσεσθαι δικαστηρίῳ, καὶ πάντων παρέχειν λόγον μετὰ ἀκριβείας τῶν ἐνταῦθα γεγενημένων; Καὶ γὰρ ὧν ἑκόντες καὶ ὧν ἄκοντες ἡμάρτομεν, δώσομεν λόγον· Ὃς γὰρ ἂν ἀρνήσηταί με, φησὶν, ἔμπροσθεν τῶν ἀνθρώπων, κἀγὼ ἀρνήσομαι αὐτὸν ἔμπροσθεν τοῦ Πατρός μου. Καίτοιγε ἀκούσιος ἡ τοιαύτη ἄρνησις, ἀλλ' ὅμως οὐ διαφεύγει τὴν κόλασιν, ἀλλὰ καὶ ταύτης διδόαμεν εὐθύνας· καὶ ὧν ἴσμεν, καὶ ὧν οὐκ ἴσμεν· Οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα, φησὶν, ἀλλ' οὐκ ἐν τούτῳ δεδικαίωμαι. Καὶ ὧν κατὰ ἄγνοιαν, καὶ ὧν κατὰ γνῶσιν· Μαρτυρῶ γὰρ αὐτοῖς, φησὶν, ὅτι ζῆλον Θεοῦ ἔχουσιν, ἀλλ' οὐ κατ' ἐπίγνωσιν· ἀλλ' ὅμως οὐκ ἀρκεῖ τοῦτο εἰς ἀπολογίαν αὐτοῖς. Καὶ Κορινθίοις δὲ ἐπιστέλλων ἔλεγε· Φοβοῦμαι μήπως ὡς ὁ ὄφις ἐξηπάτησεν Εὔαν ἐν τῇ πανουργίᾳ αὐτοῦ, οὕτω φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος τῆς εἰς τὸν Χριστόν. Τοσούτων τοίνυν μέλλων διδόναι εὐθύνας, κάθῃ γελῶν, καὶ ἀστεῖα λέγων, καὶ τρυφῇ προσέχων; Ἂν γὰρ μὴ ταῦτα ποιήσω, φησὶν, ἀλλὰ πενθήσω, τί τὸ ὄφελος; Μέγιστον μὲν οὖν, καὶ τοσοῦτον ὅσον οὐδὲ τῷ λόγῳ παραστῆσαι δυνατόν. Ἐπὶ μὲν γὰρ τῶν ἔξωθεν δικαστηρίων, ὅσα ἂν δακρύσῃς, οὐκ ἐκφεύξῃ τὴν κόλασιν μετὰ τὴν ἀπόφασιν· ἐνταῦθα δὲ, ἂν στυγνάσῃς μόνον, ἔλυσας τὴν ψῆφον, καὶ συγγνώμης ἀπέλαυσας. Διὰ τοῦτο πολλὰ περὶ πένθους ἡμῖν ὁ Χριστὸς διαλέγεται, καὶ μακαρίζει τοὺς πενθοῦντας, καὶ ταλανίζει τοὺς γελῶντας. Οὐ γάρ ἐστι τὸ θέατρον τοῦτο γέλωτος, οὐδὲ διὰ τοῦτο συνήλθομεν, ἵνα ἀνακαγχάζωμεν, ἀλλ' ἵνα στενάζωμεν, καὶ βασιλείαν ἐκ τοῦ στεναγμοῦ τούτου κληρονομήσωμεν. Σὺ δὲ βασιλεῖ μὲν παρεστὼς, οὐδὲ ἁπλῶς μειδιᾶσαι ἀνέχῃ· τὸν δὲ τῶν ἀγγέλων Δεσπότην ἔχων ἔνοικον οὐχ ἕστηκας μετὰ τρόμου καὶ σωφροσύνης τῆς προσηκούσης, ἀλλὰ γελᾷς, αὐτοῦ πολλάκις ὀργιζομένου; καὶ οὐκ ἐννοεῖς ὅτι τῶν ἁμαρτημάτων ταύτῃ μειζόνως παροξύνεις αὐτόν; Οὐ γὰρ οὕτω τοὺς ἁμαρτάνοντας, ὡς τοὺς μετὰ τὴν ἁμαρτίαν μὴ συστελλομένους ἀποστρέφεσθαι εἴωθεν ὁ Θεός. Ἀλλ' ὅμως οὕτως εἰσὶν ἀναισθήτως τινὲς διακείμενοι, ὡς καὶ μετὰ ταῦτα τὰ ῥήματα λέγειν· ἐμοὶ δὲ μὴ γένοιτο δακρῦσαί ποτε, ἀλλὰ δῴη μοι γελᾷν καὶ παίζειν ὁ Θεὸς πάντα τὸν χρόνον. Καὶ τί ταύτης τῆς διανοίας παιδικώτερον γένοιτ' ἄν; οὐ γὰρ ὁ Θεὸς δίδωσι παίζειν, ἀλλ' ὁ διάβολος. Ἄκουσον γοῦν, οἱ παίζοντες τί ἔπαθον· Ἐκάθισε, φησὶν, ὁ λαὸς φαγεῖν καὶ πιεῖν, καὶ ἀνέστησαν παίζειν. Τοιοῦτοι ἦσαν οἱ ἐν Σοδόμοις, τοιοῦτοι οἱ ἐπὶ τοῦ κατακλυσμοῦ. Καὶ γὰρ καὶ περὶ ἐκείνων φησὶν, Ὅτι ἐν ὑπερηφανίᾳ, καὶ ἐν εὐθηνίαις, καὶ ἐν πλησμονῇ ἄρτων ἐσπατάλων. Καὶ οἱ κατὰ τὸν Νῶε ὄντες τὴν κιβωτὸν ἐπὶ τοσούτοις ὁρῶντες κατασκευαζομένην ἔτεσιν, ἀναλγήτως εὐφραίνοντο, μηδὲν τῶν μελλόντων προορώμενοι. Διὰ τοῦτο καὶ πάντας αὐτοὺς ἐπελθὼν παρέσυρεν ὁ κατακλυσμὸς, καὶ τὸ κοινὸν τῆς οἰκουμένης ναυάγιον τότε εἰργάσατο.