Ancient Greek
Τοῦ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας ἐν ἡμέραις Ἡρώδου τοῦ βασιλέως, ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς Ἱεροσόλυμα, λέγοντες· Ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ, καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 5.1-6
Not analysed yet
Ἀλλ' ἡμεῖς τέφρας ψυχρότεροι γεγόναμεν, καὶ τῶν τεθνηκότων νεκρότεροι· καὶ ταῦτα Παῦλον ὁρῶντες ὑπὲρ τὸν οὐρανὸν ἱπτάμενον, καὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ, καὶ φλογὸς ἁπάσης σφοδρότερον ἅπαντα νικῶντα καὶ ὑπερβαίνοντα, τὰ κάτω, τὰ ἄνω, τὰ παρόντα, τὰ μέλλοντα, τὰ ὄντα, τὰ οὐκ ὄντα. Εἰ δὲ μεῖζόν σου ἐκεῖνο τὸ ὑπόδειγμα, μάλιστα μὲν οὖν καὶ οὗτος νωθείας ὁ λόγος (τί γάρ σου πλέον εἶχεν ὁ Παῦλος, ὅτι ἀδύνατον τὸν πρὸς ἐκεῖνόν σοι φῂς εἶναι ζῆλον;) · πλὴν ἀλλ' ἵνα μὴ φιλονεικῶμεν, τὸν Παῦλον ἀφέντες, τοὺς πρώτους πιστεύσαντας ἐννοήσωμεν, οἳ καὶ χρήματα, καὶ κτήματα, καὶ φροντίδα καὶ σχολὴν ἅπασαν βιωτικὴν ἐξέβαλον, καὶ ὅλους ἑαυτοὺς ἀνέθηκαν τῷ Θεῷ, καθ' ἑκάστην νύκτα καὶ ἡμέραν τῇ τοῦ λόγου διδασκαλίᾳ προσεδρεύοντες. Τοιοῦτον γὰρ τὸ πῦρ τὸ πνευματικόν· οὐδεμίαν ἐπιθυμίαν ἀφίησιν ἔχειν τῶν ἐνταῦθα, ἀλλ' εἰς ἕτερον ἡμᾶς μεθίστησιν ἔρωτα. Διὰ τοῦτο ὁ τοιούτων ἐρῶν πραγμάτων, κἂν τὰ ὄντα προέσθαι δέῃ, κἂν τρυφῆς, κἂν δόξης καταγελάσαι, κἂν αὐτὴν ἐκδοῦναι τὴν ψυχὴν, μετὰ πάσης εὐκολίας ταῦτα πάντα ποιεῖ. Ἡ γὰρ τοῦ πυρὸς ἐκείνου θερμότης εἰς τὴν ψυχὴν εἰσιοῦσα, πᾶσαν ἐκβάλλει νωθείαν, καὶ πτεροῦ ποιεῖ κουφότερον τὸν ἁλόντα· καὶ πάντων τῶν ὁρωμένων ὑπερορῶν λοιπὸν, ὁ τοιοῦτος ἐν κατανύξει μένει διηνεκεῖ, πηγὰς συνεχεῖς ἀφιεὶς δακρύων, καὶ πολλὴν ἐντεῦθεν καρπούμενος τὴν ἡδονήν. Οὐδὲν γὰρ οὕτως συγκολλᾷ καὶ ἑνοῖ τῷ Θεῷ, ὡς τὰ τοιαῦτα δάκρυα. Ὁ τοιοῦτος κἂν ἐν μέσαις πόλεσιν ᾖ κατοικῶν, ὡς ἐν ἐρημίᾳ διατρίβει καὶ ὄρεσι καὶ νάπαις, οὐδένα τῶν παρόντων ὁρῶν, οὐδὲ κόρον τῶν τοιούτων λαμβάνων θρήνων, ἄν τε ὑπὲρ ἑαυτοῦ, ἄν τε ὑπὲρ τῶν ἑτέροις πεπλημμελημένων δακρύῃ. Διὰ τοῦτο πρὸ τῶν ἄλλων τούτους ἐμακάριζεν ὁ Θεὸς, Μακάριοι οἱ πενθοῦντες, λέγων. Καὶ πῶς ὁ Παῦλός φησι· Χαίρετε ἐν Κυρίῳ πάντοτε; Τὴν ἐκ τῶν δακρύων τούτων λέγων ἡδονήν. Ὥσπερ γὰρ ἡ διὰ κόσμον χαρὰ λύπην ἔχει συγκεκληρωμένην, οὕτω τὰ κατὰ Θεὸν δάκρυα χαρὰν βλαστάνει διηνεκῆ καὶ ἀμάραντον. Οὕτω καὶ ἡ πόρνη παρθένων ἐγένετο σεμνοτέρα, τούτῳ κατασχεθεῖσα τῷ πυρί. Ἐπειδὴ γὰρ διεθερμάνθη τῇ μετανοίᾳ, ἐξεβακχεύθη λοιπὸν τῷ περὶ τὸν Χριστὸν πόθῳ, τὰς τρίχας λύουσα, καὶ τοὺς ἁγίους βρέχουσα πόδας τοῖς δάκρυσι, καὶ ταῖς ἰδίαις αὐτοὺς ἀπομάσσουσα κόμαις, καὶ τὸ μύρον κενοῦσα. Καὶ ταῦτα μὲν ἅπαντα ἔξωθεν ἐγίνετο· τὰ δὲ ἐν τῇ διανοίᾳ τελούμενα πολλῷ τούτων θερμότερα ἦν, ἃ μόνος αὐτὸς ἔβλεπεν ὁ Θεός. Διὰ δὴ τοῦτο ἕκαστος ἀκούων, συγχαίρει τε αὐτῇ, καὶ εὐφραίνεται τοῖς ἐκείνης κατορθώμασι, καὶ πάντων ἀπαλλάττει τῶν ἐγκλημάτων αὐτήν. Εἰ δὲ ἡμεῖς οἱ πονηροὶ ταύτην φέρομεν τὴν ψῆφον, ἐννόησον τίνος ἀπέλαυσε παρὰ τοῦ φιλανθρώπου Θεοῦ, καὶ πόσα, καὶ πρὸ τῶν τοῦ Θεοῦ δωρεῶν, ἀπὸ τῆς μετανοίας ἐκαρπώσατο ἀγαθά. Καθάπερ γὰρ ὑετοῦ καταῤῥαγέντος σφοδροῦ αἰθρία γίνεται καθαρὰ, οὕτω καὶ δακρύων καταφερομένων γαλήνη γίνεται καὶ εὐδία, καὶ τὸ ἐκ τῶν ἁμαρτημάτων ἀφανίζεται σκότος. Καὶ ὥσπερ ἐξ ὕδατος καὶ πνεύματος, οὕτως ἀπὸ δακρύων καὶ ἐξομολογήσεως καθαιρόμεθα πάλιν, ἂν μὴ πρὸς ἐπίδειξιν τοῦτο ποιῶμεν καὶ πρὸς φιλοτιμίαν. Τὴν γὰρ οὕτω δακρύουσαν τῆς καλλωπιζομένης καὶ ὑπογραφαῖς καὶ ἐπιτρίμμασι μᾶλλον κατηγορεῖσθαι φαίην ἂν εἶναι δίκαιον. Ἐγὼ γὰρ ἐκεῖνα ζητῶ τὰ δάκρυα τὰ μὴ πρὸς ἐπίδειξιν, ἀλλὰ πρὸς κατάνυξιν γινόμενα· τὰ λάθρα καὶ ἐν τοῖς ταμιείοις, καὶ μηδενὸς ὁρῶντος, ἀλλ' ἠρέμα καὶ ἀψοφητὶ στάζοντα· τὰ ἀπὸ βάθους διανοίας, τὰ ἐν τῷ θλίβεσθαι καὶ ὀδυνᾶσθαι, τὰ διὰ τὸν Θεὸν μόνον γινόμενα, οἷα τὰ τῆς Ἄννης ἦν· Τὰ γὰρ χείλη αὐτῆς, φησὶν, ἐκινεῖτο, καὶ ἡ φωνὴ αὐτῆς οὐκ ἠκούετο. Ἀλλὰ τὰ δάκρυα μόνα σάλπιγγος λαμπροτέραν ἠφίει φωνήν. Διὰ δὴ τοῦτο καὶ τὴν μήτραν ἀνέῳξεν ὁ Θεὸς, καὶ τὴν σκληρὰν πέτραν ἁπαλὴν ἄρουραν εἰργάσατο.