Ancient Greek
Ἰδὼν δὲ πολλοὺς τῶν Σαδδουκαίων καὶ Φαρισαίων ἐρχομένους ἐπὶ τὸ βάπτισμα αὐτοῦ, εἶπεν αὐτοῖς· Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς;
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 6.1-7
Not analysed yet
Εἰ τοίνυν μὴ ἐβάπτισε Πνεύματι τοὺς ἀποστόλους καὶ πάντας καθ' ἑκάστην ἡμέραν τοὺς βουλομένους, ἔχοις ἂν καὶ περὶ ἐκείνων ἀμφιβάλλειν· εἰ δὲ τὸ μεῖζον καὶ δυσκολώτερον εἶναι δοκοῦν, καὶ πάντα ὑπερβαῖνον λόγον, καὶ γέγονε καὶ καθ' ἑκάστην γίνεται, πῶς τὸ εὔκολον καὶ κατὰ λόγον γινόμενον οὐ φῂς εἶναι ἀληθές, Ἐπειδὴ γὰρ εἶπεν, ὅτι Βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρὶ, καὶ μεγάλα ἐντεῦθεν ὑπέσχετο ἀγαθὰ, ἵνα μὴ ἀναπέσῃς τῶν προτέρων ἁπάντων ἀφεθεὶς, ἐπήγαγε τὸ πτύον καὶ τὴν διὰ τούτου κρίσιν ἐμφαινομένην. Μὴ γὰρ δὴ νομίσητε, φησὶν, ἀρκεῖν τὸ βάπτισμα, εἰ φαῦλοι μετὰ ταῦτα γένοισθε· δεῖ γὰρ ἡμῖν καὶ ἀρετῆς καὶ πολλῆς τῆς φιλοσοφίας. Διὰ τοῦτο εἰς μὲν τὴν χάριν καὶ τὸ λουτρὸν ἀπὸ τῆς ἀξίνης αὐτοὺς ὠθεῖ· μετὰ δὲ τὴν χάριν ἀπὸ τοῦ πτύου καὶ τοῦ πυρὸς τοῦ ἀσβέστου φοβεῖ· καὶ τῶν μὲν πρὸ τοῦ βαπτίσματος οὐδεμίαν ποιεῖται διάκρισιν, ἀλλ' ἁπλῶς, Πᾶν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται, φησὶ, τοὺς ἀπίστους ἅπαντας κολάζων· μετὰ δὲ τὸ βάπτισμα διαίρεσίν τινα ἐργάζεται, ἐπειδὴ πολλοὶ τῶν πιστευσάντων ἀνάξιον ἔμελλον τῆς πίστεως ἐπιδείκνυσθαι βίον. Μηδεὶς τοίνυν γινέσθω ἄχυρον, μηδεὶς εὐρίπιστος ἔστω, μηδὲ ταῖς πονηραῖς ἐπιθυμίαις προκείσθω, πανταχοῦ ῥᾳδίως ὑπ' αὐτῶν ἀναῤῥιπιζόμενος. Ἂν μὲν γὰρ μείνῃς σῖτος, κἂν πειρασμὸς ἐπενεχθῇ, οὐδὲν πείσῃ δεινόν· καὶ γὰρ κατὰ τὴν ἅλω τῆς ἁμάξης οἱ τροχοὶ οἱ πριστηροειδεῖς τὸν σῖτον οὐ διατέμνουσιν· ἂν δὲ εἰς ἀχύρου μεταπέσῃς ἀσθένειαν, καὶ ἐνταῦθα ἀνήκεστα πείσῃ κοπτόμενος ὑπὸ πάντων, καὶ ἐκεῖ τὴν ἀθάνατον ὑποστήσῃ κόλασιν. Οἱ γὰρ τοιοῦτοι πάντες καὶ πρὸ τῆς ἐκεῖ καμίνου τροφὴ τοῖς ἀλόγοις γίνονται ἐνταῦθα πάθεσιν, ὥσπερ τὸ ἄχυρον τοῖς ἀλόγοις ζώοις· καὶ ἐκεῖ πάλιν ὕλη καὶ τροφὴ τῷ πυρί. Τὸ μὲν οὖν εἰπεῖν ἐξ εὐθείας, ὅτι Αὐτὸς δικάσει τοῖς γινομένοις, οὐχ οὕτως ἐποίει εὐπαράδεκτον τὸν λόγον· τὸ δὲ ἀναμίξαι τὴν παραβολὴν, καὶ διὰ ταύτης κατασκευάσαι τὸ πᾶν, μᾶλλον ἔπειθε, καὶ μετὰ πλείονος παραμυθίας ἐφείλκετο τὸν ἀκροατήν. Διὸ καὶ τὰ πλείονα οὕτως αὐτοῖς αὐτὸς διαλέγεται, ἅλωνα, καὶ ἀμητὸν, καὶ ἀμπελῶνα, καὶ ληνὸν, καὶ ἄρουραν, καὶ σαγήνην, καὶ ἁλείαν, καὶ πάντα τὰ συνήθη καὶ ἐν οἷς ἐστρέφοντο, τοῖς λόγοις μιγνὺς τοῖς αὐτοῦ. Ὅπερ οὖν καὶ ὁ Βαπτιστὴς ἐνταῦθα πεποίηκε, καὶ ἀπόδειξιν μεγίστην παρέσχετο τῶν εἰρημένων, τὴν τοῦ Πνεύματος δόσιν. Ὁ γὰρ τοσαῦτα δυνάμενος, ὡς καὶ ἁμαρτήματα ἀφεῖναι, καὶ Πνεῦμα δοῦναι, καὶ ταῦτα πολλῷ μᾶλλον δυνήσεται, φησίν. Εἶδες πῶς ἤδη τὸ μυστήριον ἀκολούθως προκατεβάλλετο τῆς ἀναστάσεως καὶ τῆς κρίσεως; Καὶ τίνος ἕνεκεν, φησὶν, οὐκ εἶπε τὰ εὐθέως ἐσόμενα παρ' αὐτοῦ σημεῖα καὶ τέρατα; Ὅτι τοῦτο μεῖζον ἁπάντων ἦν, καὶ διὰ τοῦτο πάντα ἐκεῖνα ἐγίνετο. Τὸ γὰρ κεφάλαιον θεὶς, πάντα περιέλαβε· θανάτου λύσιν, ἁμαρτημάτων ἀναίρεσιν, κατάρας ἀφανισμὸν, τῶν χρονίων πολέμων ἀπαλλαγὴν, τὴν εἰς τὸν παράδεισον εἴσοδον, τὴν εἰς οὐρανοὺς ἄνοδον, τὴν μετὰ ἀγγέλων πολιτείαν, τὴν τῶν μελλόντων ἀγαθῶν κοινωνίαν· καὶ γὰρ οὗτος ἀῤῥαβὼν ἐκείνων ἐστίν. Εἰπὼν τοίνυν τοῦτο, εἶπε καὶ τὴν τῶν σωμάτων ἀνάστασιν, καὶ τὴν τῶν ἐνταῦθα σημείων ἐπίδειξιν, καὶ τὴν τῆς βασιλείας κοινωνίαν, καὶ τὰ ἀγαθὰ, Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. Πάντα γὰρ ταῦτα δι' ἐκείνου τοῦ χαρίσματος ἡμῖν παρέσχετο. Περιττὸν τοίνυν ἦν περὶ τῶν σημείων εἰπεῖν τῶν εὐθέως ἐκβησομένων, καὶ τῇ ὄψει κρινομένων· ἀλλ' ὑπὲρ ἐκείνων ἔδει διαλεχθῆναι, ὧν ἀμφέβαλλον· οἷον, ὅτι Υἱὸς Θεοῦ ἐστιν, ὅτι ὑπερέχων τοῦ Ἰωάννου ἀσυγκρίτως, ὅτι αἴρει τὴν ἁμαρτίαν τοῦ κόσμου, ὅτι δίκην ἀπαιτήσει τῶν πεπραγμένων, ὅτι οὐ μέχρι τοῦ παρόντος τὰ ἡμέτερα, ἀλλ' ἐκεῖ τὴν ἀξίαν ἕκαστος ὑποστήσεται τιμωρίαν. Ταῦτα γὰρ ὄψει παραστῆσαι τέως οὐκ ἦν.