Ancient Greek · ~18 min
Μὴ νομίσητε, ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 7.1-5
Not analysed yet
Ὁρᾷς πῶς οὐ μόνον ὠμότητος, ἀλλὰ καὶ πολλῆς φιλανθρωπίας ἐστὶ τὰ ἐπιτάγματα; Εἰ δὲ βαρὺν διὰ ταῦτα καλεῖς τὸν νομοθέτην καὶ φορτικὸν, ποῖον ἐπιπονώτερον, εἰπέ μοι, καὶ βαρύτερον; τὸ μὴ φονεύειν, ἢ τὸ μηδὲ ὀργίζεσθαι; τίς σφοδρότερος, ὁ τοῦ φόνου δίκας ἀπαιτῶν, ἢ ὁ καὶ τῆς ὀργῆς, ὁ τὸν μοιχὸν μετὰ τὴν πρᾶξιν ὑποβάλλων τῇ τιμωρίᾳ, ἢ ὁ καὶ τῆς ἐπιθυμίας αὐτῆς κελεύων δίκας διδόναι, καὶ δίκας ἀθανάτους; Ὁρᾶτε ὅτι εἰς τοὐναντίον αὐτοῖς ὁ λόγος περιετράπη; καὶ ὁ μὲν τῆς Παλαιᾶς Θεὸς, ὅν φασιν ὠμὸν εἶναι, εὑρεθήσεται ἥμερος καὶ πρᾶος· ὁ δὲ τῆς Καινῆς, ὃν ἀγαθὸν ὁμολογοῦσι, φορτικὸς καὶ βαρὺς κατὰ τὴν ἐκείνων ἄνοιαν. Ἡμεῖς γὰρ ἕνα καὶ τὸν αὐτόν φαμεν ἑκατέρων τῶν Διαθηκῶν νομοθέτην, πρὸς τὸ δέον πάντα οἰκονομήσαντα, καὶ τῇ τῶν καιρῶν διαφορᾷ τὴν διαφορὰν ἑκατέρας τῆς νομοθεσίας ἁρμόσαντα. Οὐκοῦν οὔτε ἐκεῖνα ὠμὰ τὰ ἐπιτάγματα, οὔτε ταῦτα ἐπαχθῆ καὶ φορτικὰ, ἀλλὰ μιᾶς καὶ τῆς αὐτῆς κηδεμονίας ἅπαντα. Ὅτι γὰρ καὶ τὴν Παλαιὰν αὐτὸς ἔδωκεν, ἄκουσον τί φησιν ὁ Προφήτης· μᾶλλον δὲ τί (χρὴ λέγειν) ἐκεῖνος καὶ οὗτος· Διαθήσομαι ὑμῖν διαθήκην, οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν ὑμῶν. Εἰ δὲ οὐ δέχεται ταῦτα ὁ τὰ Μανιχαίων νοσῶν, ἀκουέτω τοῦ Παύλου λέγοντος τὸ αὐτὸ τοῦτο πάλιν· Ἀβραὰμ γὰρ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης, καὶ ἕνα ἐκ τῆς ἐλευθέρας. Αὗται δέ εἰσι δύο διαθῆκαι. Ὥσπερ οὖν ἐκεῖ διάφοροι μὲν αἱ γυναῖκες, εἷς δὲ ὁ ἀνήρ· οὕτω καὶ ἐνταῦθα δύο μὲν αἱ διαθῆκαι, εἷς δὲ ὁ νομοθέτης. Καὶ ἵνα μάθῃς ὅτι μιᾶς καὶ τῆς αὐτῆς ἡμερότητος ἦν, ἐκεῖ μέν φησιν, Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ· ἐνταῦθα δὲ, Ἐάν τίς σε ῥαπίσῃ εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην. Ὥσπερ γὰρ ἐκεῖ τῷ φόβῳ τοῦ πάθους σωφρονίζει τὸν ἀδικοῦντα, οὕτω καὶ ἐνταῦθα. Καὶ πῶς, φησὶν, ὁ κελεύων αὐτῷ καὶ τὴν ἄλλην παρέχειν; Καὶ τί τοῦτο; Οὐ γὰρ τὸν φόβον ἐκλύων τοῦτο ἐπέταξεν, ἀλλὰ αὐτῷ κελεύων παρέχειν τοῦ παντὸς ἐμφορεῖσθαι· οὐδὲ εἶπεν, ὅτι Ἀτιμώρητος ἐκεῖνος μένει, ἀλλὰ, Σὺ μὴ κολάσῃς· ὁμοῦ καὶ τὸν πλήττοντα μειζόνως φοβῶν ἐπιμένοντα, καὶ τὸν πληττόμενον παραμυθούμενος. Ἀλλὰ ταῦτα μὲν, ὡς ἄν τις εἴποι, ἐν παρόδῳ περὶ πασῶν τῶν ἐντολῶν ἡμῖν εἴρηται. Ἀναγκαῖον δὲ ἐπὶ τὸ προκείμενον ἐλθεῖν, καὶ τῆς ἀκολουθίας ἔχεσθαι τῶν ἔμπροσθεν εἰρημένων. Ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῆ, ἔνοχος ἔσται τῇ κρίσει, φησίν. Οὐ γὰρ πάντη τὸ πρᾶγμα ἀνεῖλε· πρῶτον μὲν, ὅτι οὐκ ἔστιν ἄνθρωπον ὄντα παθῶν ἀπηλλάχθαι· ἀλλὰ κρατεῖν μὲν δυνατὸν, ἐκτὸς δὲ αὐτῶν παντελῶς εἶναι ἀμήχανον· ἔπειτα, ὅτι καὶ χρήσιμον τουτὶ τὸ πάθος, ἂν μετὰ τοῦ προσήκοντος εἰδῶμεν αὐτῷ κεχρῆσθαι καιροῦ. Σκόπει γοῦν ἡλίκα εἰργάσατο ἀγαθὰ ἡ τοῦ Παύλου ὀργὴ, ἡ κατὰ Κορινθίων τότε γενομένη. Καὶ γὰρ καὶ ἐκείνους αὕτη μεγάλης λύμης ἀπήλλαξε· καὶ τὸ Γαλατῶν δὲ ἔθνος ταύτῃ πάλιν ἐκπεπτωκὸς ἀνεκτήσατο, καὶ ἑτέρους δὲ πλείους τούτων. Τίς οὖν ὁ προσήκων τῆς ὀργῆς καιρός; Ὅταν μὴ ἑαυτοῖς ἀμύνωμεν, ἀλλ' ἑτέρους σκιρτῶντας ἀνέχωμεν, καὶ ῥᾳθυμοῦντας ἐπιστρέφωμεν. Τίς δὲ ὁ μὴ προσήκων; Ὅταν ἑαυτοὺς ἐκδικοῦντες τοῦτο ποιῶμεν. Ὅπερ οὖν καὶ ὁ Παῦλος κωλύων ἔλεγε Μὴ ἑαυτοὺς ἐκδικοῦντες, ἀγαπητοὶ, ἀλλὰ δότε τόπον τῇ ὀργῇ. Ὅταν περὶ χρημάτων μαχώμεθα. Καὶ γὰρ καὶ τοῦτο ἀνεῖλεν εἰπών· Διατί οὐ μᾶλλον ἀδικεῖσθε; διατί οὐ μᾶλλον ἀποστερεῖσθε; Ὥσπερ γὰρ αὕτη περιττὴ, οὕτως ἐκείνῃ ἀναγκαία καὶ λυσιτελής. Ἀλλ' οἱ πολλοὶ τοὐναντίον ποιοῦσιν, ἐκθηριούμενοι μὲν, ἡνίκα ἂν ἀδικῶνται, ἐκλυόμενοι δὲ καὶ μαλακιζόμενοι, ἡνίκα ἂν ἕτερον ἐπηρεαζόμενον βλέπωσιν· ἅπερ ἀμφότερα ἀπεναντίας ἐστὶ τοῖς νόμοις τοῖς εὐαγγελικοῖς. Οὐ τοίνυν τὸ ὀργίζεσθαι παράνομον, ἀλλὰ τὸ ἀκαίρως τοῦτο ποιεῖν. Διὰ τοῦτο καὶ ὁ Προφήτης ἔλεγεν· Ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε. —Ὃς δ' ἂν εἴπῃ τῷ ἀδελφῷ αὐτοῦ, Ῥακὰ, ἔνοχος ἔσται τῷ συνεδρίῳ. Συνέδριον ἐνταῦθα τὸ δικαστήριον τῶν Ἑβραίων φησί· τέθεικε δὲ αὐτὸ νῦν, ἵνα μὴ πανταχοῦ δόξῃ ξενίζειν καὶ καινοτομεῖν. Τὸ δὲ Ῥακὰ τοῦτο οὐ μεγάλης ἐστὶν ὕβρεως ῥῆμα, ἀλλὰ μᾶλλον καταφρονήσεως καὶ ὀλιγωρίας τινὸς τοῦ λέγοντος. Καθάπερ γὰρ ἡμεῖς ἢ οἰκέταις, ἤ τισι τῶν καταδεεστέρων ἐπιτάττοντες λέγομεν· Ἄπελθε σὺ, εἰπὲ τῷ δεῖνι σύ· οὕτω καὶ οἱ τῇ Σύρων κεχρημένοι γλώττῃ Ῥακὰ λέγουσιν, ἀντὶ τοῦ, Σὺ, τοῦτο τιθέντες. Ἀλλ' ὁ φιλάνθρωπος Θεὸς καὶ τὰ μικρότατα ἀνασπᾷ, καθηκόντως ἡμᾶς κεχρῆσθαι ἀλλήλοις κελεύων, καὶ μετὰ τῆς προσηκούσης τιμῆς, καὶ ἵνα διὰ τούτων καὶ τὰ μείζονα ἀναιρῆται. Ὃς δ' ἂν εἴπῃ, Μωρὲ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός. Πολλοῖς τοῦτο βαρὺ καὶ φορτικὸν ἔδοξεν εἶναι τὸ ἐπίταγμα, εἴγε ῥήματος ψιλοῦ τοσαύτην μέλλομεν διδόναι δίκην· καί τινες αὐτὸ καὶ ὑπερβολικῶς μᾶλλον εἰρῆσθαί φασιν. Ἀλλὰ δέδοικα μὴ λόγοις ἑαυτοὺς ἐνταῦθα ἀπατήσαντες, τοῖς ἔργοις ἐκεῖ τὴν ἐσχάτην ὑπομείνωμεν τιμωρίαν.