Ancient Greek · ~18 min
Μὴ νομίσητε, ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 8.1-4
Not analysed yet
Διατί γὰρ, εἰπέ μοι, φορτικὸν εἶναι δοκεῖ τὸ ἐπίταγμα; Οὐκ οἶσθα, ὅτι αἱ πλείους τῶν τιμωριῶν καὶ τῶν ἁμαρτημάτων ἀπὸ ῥημάτων ἔχουσι τὴν ἀρχήν· Καὶ γὰρ βλασφημίαι διὰ ῥημάτων, καὶ ἀρνήσεις διὰ ῥημάτων, καὶ λοιδορίαι, καὶ ὕβρεις, καὶ ἐπιορκίαι, καὶ τὸ ψευδομαρτυρεῖν [καὶ ἀναιρεῖν]. Μὴ τοίνυν ὅτι ῥῆμά ἐστι ψιλὸν ἴδῃς· ἀλλ' εἰ μὴ πολὺν ἔχει τὸν κίνδυνον, τοῦτο ἐξέταζε. Ἢ ἀγνοεῖς, ὅτι ἐν τῷ τῆς ἔχθρας καιρῷ, τῆς ὀργῆς ἐκκαιομένης, καὶ τῆς ψυχῆς ἐμπιπραμένης, καὶ τὸ μικρότατον μέγα φαίνεται, καὶ τὸ μὴ λίαν ὑβριστικὸν φορτικὸν εἶναι δοκεῖ; Καὶ πολλάκις τὰ μικρὰ ταῦτα καὶ φόνον ἔτεκε, καὶ πόλεις ὁλοκλήρους ἀνέτρεψεν. Ὥσπερ γὰρ, φιλίας οὔσης, καὶ τὰ ἐπαχθῆ κοῦφα· οὕτως, ἔχθρας ὑποκειμένης, καὶ τὰ μικρὰ ἀφόρητα φαίνεται· κἂν ἁπλῶς λεχθῇ, μετὰ πονηρᾶς ὑπονοίας εἰρῆσθαι νομίζεται. Καὶ καθάπερ ἐπὶ πυρὸς, ἂν μὲν μικρὸς σπινθὴρ ᾖ, κἂν μυρία παρακέηται ξύλα, οὐ ῥᾳδίως αὐτῶν ἐπιλαμβάνεται· ἂν δὲ σφοδρὰ καὶ ὑψηλὴ γένηται ἡ φλὸξ, οὐ ξύλων μόνον, ἀλλὰ καὶ λίθων καὶ πάσης εὐκόλως τῆς ἐμπεσούσης ὕλης ἀντέχεται, καὶ δι' ὧν εἴωθε σβέννυσθαι, διὰ τούτων ἀνάπτεται μειζόνως· (τινὲς γάρ φασιν, ὅτι τὸ τηνικαῦτα οὐχὶ ξύλα μόνον καὶ στυππεῖον καὶ τὰ ἄλλα τὰ καυστικὰ, ἀλλὰ καὶ ὕδωρ ἐξακοντιζόμενον μᾶλλον αὐτῆς ἀναῤῥιπίζει τὴν δύναμιν)· οὕτω δὴ καὶ ἐπὶ τῆς ὀργῆς· ὅπερ ἂν φθέγξηταί τις, τροφὴ γέγονεν εὐθέως τῇ πονηρᾷ ταύτῃ πυρᾷ. Ἅπερ ἅπαντα προαναστέλλων ὁ Χριστὸς, τὸν μὲν ὀργιζόμενον εἰκῆ κατεδίκασε τῇ κρίσει (διὰ τοῦτο καὶ εἴρηκεν, Ὁ ὀργιζόμενος ἔνοχος ἔσται τῇ κρίσει), τὸν δὲ λέγοντα, Ῥακὰ, τῷ συνεδρίῳ. Ἀλλ' οὔπω ταῦτα μεγάλα· ἐνταῦθα γὰρ αἱ τιμωρίαι. Διὰ τοῦτο τῷ μωρὸν ὀνομάζοντι τὸ τῆς γεέννης προσέθηκε πῦρ, νῦν πρῶτον γεέννης ὄνομα εἰπών. Πρότερον γὰρ περὶ βασιλείας πολλὰ διαλεχθεὶς, τότε ταύτης ἐμνήσθη· δεικνὺς ὅτι ἐκείνη μὲν τῆς αὐτοῦ φιλανθρωπίας καὶ γνώμης ἐστὶν, αὕτη δὲ τῆς ἡμετέρας ῥᾳθυμίας. Καὶ ὅρα πῶς κατὰ μικρὸν πρόεισιν ἐν ταῖς τιμωρίαις, μονονουχὶ ἀπολογούμενός σοι, καὶ δεικνὺς ὅτι αὐτὸς μὲν οὐδὲν βούλεται τοιοῦτον ἀπειλεῖν, ἡμεῖς δὲ αὐτὸν εἰς τὰς τοιαύτας ἕλκομεν ἀποφάσεις. Σκόπει γάρ· Εἶπον, φησί· Μὴ ὀργισθῇς μάτην, ἐπεὶ ἔνοχος εἶ τῇ κρίσει. Κατεφρόνησας τοῦ προτέρου. Ὅρα τί ἔτεκεν ἡ ὀργή· εἰς ὕβριν σε εὐθέως ἐξήγαγε· Ῥακὰ γὰρ ἐκάλεσας τὸν ἀδελφόν. Πάλιν ἔθηκα ἑτέραν τιμωρίαν, τὸ συνέδριον. Ἂν καὶ ταύτην παριδὼν ἐπὶ τὸ χαλεπώτερον προέλθῃς, οὐκέτι σε τοῖς συμμέτροις τούτοις τιμωροῦμαι, ἀλλὰ τῇ τῆς γεέννης ἀθανάτῳ κολάσει, ἵνα μὴ λοιπὸν καὶ πρὸς φόνον ἀποπηδήσῃς. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν οὐδὲν ὕβρεως ἀφορητότερον, καὶ ὃ μάλιστα δύναται δάκνειν ἀνθρώπου ψυχήν. Ὅταν δὲ καὶ αὐτὸ τὸ ῥῆμα τῆς ὕβρεως πληκτικώτερον ᾖ, διπλῆ γίνεται ἡ πυρά. Μὴ τοίνυν τὸ τυχὸν νομίσῃς εἶναι τὸ καλέσαι μωρόν. Ὅταν γὰρ ᾧ τῶν ἀλόγων διεστήκαμεν, καὶ ᾧ μάλιστά ἐσμεν ἄνθρωποι, τῷ νῷ καὶ τῇ συνέσει, τοῦτο ἀφέλῃ τὸν ἀδελφὸν, πάσης αὐτὸν ἀπεστέρησας τῆς εὐγενείας. Μὴ δὴ τοῖς ῥήμασιν ἁπλῶς προσέχωμεν, ἀλλ' ἐπὶ τῶν πραγμάτων αὐτῶν γενόμενοι καὶ τοῦ πάθους, λογισώμεθα ὅσην ἐργάζεται τὸ ῥῆμα τοῦτο πληγὴν, καὶ εἰς ὅσον πρόεισι κακόν. Διὰ τοῦτο καὶ ὁ Παῦλος οὐ τοὺς μοιχοὺς μόνον καὶ τοὺς μαλακοὺς, ἀλλὰ καὶ τοὺς λοιδόρους τῆς βασιλείας ἐξέβαλε· καὶ μάλα εἰκότως. Ὁ γὰρ ὑβριστὴς τὸ τῆς ἀγάπης καλὸν λυμαίνεται, καὶ μυρίοις τὸν πλησίον περιβάλλει δεινοῖς, καὶ διηνεκεῖς ἀπεχθείας ἐργάζεται, καὶ τὰ τοῦ Χριστοῦ διασπᾷ μέλη, καὶ τὴν τῷ Θεῷ ποθεινὴν εἰρήνην καθ' ἑκάστην ἀπελαύνει τὴν ἡμέραν, πολλὴν τῷ διαβόλῳ διὰ τῶν ὕβρεων διδοὺς τὴν εὐρυχωρίαν, καὶ ἰσχυρότερον ἐκεῖνον ποιῶν. Διὰ τοῦτο καὶ ὁ Χριστὸς τὰ νεῦρα τῆς ἐκείνου δυνάμεως ἐκκόπτων, τοῦτον τὸν νόμον εἰσήγαγε. Καὶ γὰρ πολὺς αὐτῷ τῆς ἀγάπης ὁ λόγος. Ἡ γὰρ τῶν ἀγαθῶν μήτηρ ἁπάντων, καὶ τὸ τῶν μαθητῶν γνώρισμα, καὶ ἡ πάντα συνέχουσα τὰ καθ' ἡμᾶς, αὕτη μάλιστα πάντων ἐστίν. Εἰκότως οὖν τὰς ῥίζας τῆς λυμαινομένης αὐτὴν ἀπεχθείας καὶ τὰς πηγὰς μετὰ πολλῆς ἀναιρεῖ τῆς σφοδρότητος. Μὴ τοίνυν ὑπερβολῆς τινος εἶναι νόμιζε τὰ λεγόμενα, ἀλλ' ἐννοήσας τὰ ἐξ αὐτῶν κατορθούμενα, θαύμασον τῶν νόμων τούτων τὴν ἡμερότητα. Οὐδὲν γὰρ τῷ Θεῷ περισπούδαστον, ὡς τὸ ἡνῶσθαι καὶ συνδεδέσθαι ἡμᾶς ἀλλήλοις. Διὰ τοῦτο καὶ δι' ἑαυτοῦ καὶ διὰ τῶν μαθητῶν αὐτοῦ, καὶ τῶν ἐν τῇ Καινῇ καὶ τῶν ἐν τῇ Παλαιᾷ, πολὺν ὑπὲρ τῆς ἐντολῆς ταύτης ποιεῖται τὸν λόγον, καὶ σφοδρός ἐστιν ἔκδικος καὶ τιμωρὸς τῶν τοῦ πράγματος καταφρονούντων. Καὶ γὰρ οὐδὲν οὕτω τὴν πονηρίαν εἰσάγει πᾶσαν καὶ ῥιζοῖ, ὡς ἡ τῆς ἀγάπης ἀναίρεσις. Διὰ τοῦτο καὶ ἔλεγεν· Ὅταν πληθυνθῇ ἡ ἀνομία, ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν. Οὕτως ὁ Κάϊν ἀδελφοκτόνος ἐγένετο, οὕτως ὁ Ἡσαῦ, οὕτως οἱ τοῦ Ἰωσὴφ ἀδελφοί· οὕτω τὰ μυρία εἰσεκώμασε κακὰ, ταύτης διασπωμένης. Διὰ δὴ τοῦτο καὶ αὐτὸς τὰ λυμαινόμενα ταύτην μετὰ πολλῆς πάντοθεν ἀναιρεῖ τῆς ἀκριβείας.