Ancient Greek · ~15 min
Προσέχετε τὴν ἐλεημοσύνην ὑμῶν μὴ ποιεῖν ἔμπροσθεν τῶν ἀνθρώπων, πρὸς τὸ θεαθῆναι αὐτοῖς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 7.1-7
Not analysed yet
Οὐδὲ γὰρ ἀπαλλάττει σε τῶν ἐπιόντων δεινῶν μόνον, ἀλλὰ καὶ ἔνδοξον δύναται ποιεῖν καὶ λαμπρόν. Ὥσπερ γὰρ ἡ δύναμις αὐτοῦ πολλὴ, οὕτω καὶ ἡ δόξα ἄφατος, καὶ τὰ πάντα ἀπέραντα καὶ τέλος αὐτῶν οὐδέν. Εἶδες πῶς πανταχόθεν ἤλειψε τὸν ἀθλητὴν, καὶ θαῤῥεῖν παρεσκεύασεν; Εἶτα, ὅπερ ἔφθην εἰπὼν, δεῖξαι βουλόμενος, ὅτι πάντων μάλιστα μνησικακίαν ἀποστρέφεται καὶ μισεῖ, καὶ μάλιστα πάντων τὴν ἐναντίαν τῇ κακίᾳ ταύτῃ ἀποδέχεται ἀρετὴν, καὶ μετὰ τὴν εὐχὴν πάλιν αὐτοῦ τοῦ κατορθώματος ὑπέμνησε, καὶ ἀπὸ τῆς κειμένης κολάσεως, καὶ ἀπὸ τῆς ὡρισμένης τιμῆς τὸν ἀκροατὴν ἐνάγων εἰς τὴν τῆς ἐντολῆς ταύτης ὑπακοήν. Ἐὰν γὰρ ἀφῆτε, φησὶ, τοῖς ἀνθρώποις, καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος ἀφήσει ὑμῖν· ἐὰν δὲ μὴ ἀφῆτε, οὐδὲ αὐτὸς ὑμῖν ἀφήσει. Διὰ τοῦτο τῶν οὐρανῶν πάλιν καὶ τοῦ Πατρὸς ἐμνημόνευσεν, ὥστε καὶ τούτῳ τὸν ἀκροατὴν ἐντρέψαι, εἴγε τοιούτου πατρὸς ὢν, ἐκθηριοῦσθαι μέλλοι, καὶ πρὸς τὸν οὐρανὸν κληθεὶς, γήϊνόν τι καὶ βιωτικὸν ἔχοι φρόνημα. Οὐ γὰρ δὴ χάριτι δεῖ γενέσθαι παῖδας μόνον, ἀλλὰ καὶ τοῖς ἔργοις. Οὐδὲν δὲ οὕτως ὁμοιοῖ τῷ Θεῷ, ὡς τὸ τοῖς πονηροῖς καὶ τοῖς ἀδικοῦσιν εἶναι συγγνωμονικόν· ὥσπερ οὖν καὶ ἔφθη διδάξας, ἡνίκα ἔλεγε τὸ τὸν ἥλιον ἀνατέλλειν ἐπὶ πονηροὺς καὶ ἀγαθούς. Διὰ δὴ τοῦτο καὶ καθ' ἕκαστον τῶν ῥημάτων κοινὰς κελεύει ποιεῖν τὰς εὐχὰς, Πάτερ ἡμῶν, λέγων· καὶ, Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς· καὶ, Δὸς ἡμῖν τὸν ἄρτον· καὶ, Ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν· καὶ, Μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν· καὶ, Ῥῦσαι ἡμᾶς· πανταχοῦ τῷ πληθυντικῷ ῥήματι τούτῳ κελεύων κεχρῆσθαι, ἵνα μηδὲ ἴχνος ὀργῆς πρὸς τὸν πλησίον ἔχωμεν. Πόσης οὖν ἂν εἶεν κολάσεως ἄξιοι οἱ μετὰ ταῦτα πάντα μὴ μόνον αὐτοὶ μὴ ἀφιέντες, ἀλλὰ καὶ τὸν Θεὸν ἐπὶ τὴν ἄμυναν τῶν ἐχθρῶν παρακαλοῦντες, καὶ ὥσπερ ἐκ διαμέτρου τινὸς τὸν νόμον τοῦτον παραβαίνοντες, καὶ ταῦτα αὐτοῦ πάντα ποιοῦντος καὶ πραγματευομένου, ὥστε μὴ διαστασιάζειν ἡμᾶς πρὸς ἀλλήλους; Ἐπειδὴ γὰρ ῥίζα πάντων τῶν ἀγαθῶν ἐστιν ἡ ἀγάπη, τὰ λυμαινόμενα αὐτὴν ἀναιρῶν, πάντοθεν ἡμᾶς πρὸς ἀλλήλους συνάγει συγκολλῶν. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν οὐδεὶς, κἂν πατὴρ, κἂν μήτηρ, κἂν φίλος, κἂν ὁστισοῦν, ὃς οὕτως ἡμᾶς ἠγάπησεν, ὡς ὁ ποιήσας ἡμᾶς Θεός. Καὶ τοῦτο μάλιστα καὶ ἐξ ὧν εὐεργετεῖ καθ' ἑκάστην ἡμέραν, καὶ ἐξ ὧν ἐπιτάττει δῆλον. Εἰ δὲ τὰς λύπας μοι λέγεις, καὶ τὰς ὀδύνας, καὶ τὰ τοῦ βίου κακὰ, ἐννόησον ὅσα αὐτῷ προσκρούεις καθ' ἑκάστην ἡμέραν, καὶ οὐκέτι θαυμάσῃ, κἂν πλείονα τούτων ἐπέλθῃ κακά· ἀλλ' ἂν ἀγαθοῦ τινος ἀπολαύσῃς, τότε καὶ θαυμάσῃ καὶ ἐκπλαγήσῃ. Νῦν δὲ εἰς μὲν τὰς συμφορὰς ὁρῶμεν τὰς ἐπιούσας, τὰ δὲ προσκρούσματα, ἃ καθ' ἑκάστην προσκρούομεν τὴν ἡμέραν, οὐκ ἐννοοῦμεν· διὰ τοῦτο ἀλύομεν. Ὡς εἴγε μιᾶς ἡμέρας μόνον μετὰ ἀκριβείας τὰ ἁμαρτήματα ἡμῶν ἐλογισάμεθα, τότε ἂν ἔγνωμεν καλῶς, πόσων ἂν εἴημεν ὑπεύθυνοι κακῶν. Καὶ ἵνα τὰ ἄλλα ἀφεὶς τὰ ἰδίᾳ πεπλημμελημένα ἑκάστῳ, τὰ σήμερον εἴπω γινόμενα· καίτοιγε οὐκ οἶδα τί ποτε ἕκαστος ἡμῶν ἥμαρτεν· ἀλλ' ὅμως τοσαύτη ἡ περιουσία τῶν πλημμελημάτων, ὡς μηδὲ τὸν ἀκριβῶς ἅπαντα εἰδότα δύνασθαι καὶ ἐκ τούτων ἑλεῖν. Τίς οὖν ἡμῶν οὐκ ἐῤῥᾳθύμησεν εὐχόμενος; τίς οὐκ ἀπενοήθη; τίς οὐκ ἐκενοδόξησε; τίς οὐ κακῶς εἶπε τὸν ἀδελφὸν, οὐδὲ ἐδέξατο πονηρὰν ἐπιθυμίαν; οὐκ εἶδεν ἀκολάστοις ὀφθαλμοῖς; οὐκ ἐμνήσθη μετὰ πάθους ἐχθροῦ, καὶ οἰδαίνειν τὴν καρδίαν ἐποίησεν; Εἰ δὲ ἐν ἐκκλησίᾳ ὄντες, καὶ ἐν καιρῷ βραχεῖ, τοσούτοις ὑπεύθυνοι γεγόναμεν κακοῖς, τίνες ἐσόμεθα ἐξελθόντες ἐντεῦθεν; εἰ ἐν τῷ λιμένι τοσαῦτα τὰ κύματα, ὅταν ἐξέλθωμεν εἰς τὸν εὔριπον τῶν κακῶν, τὴν ἀγορὰν λέγω, καὶ τὰ πολιτικὰ πράγματα, καὶ τὰς ἐν οἰκίᾳ φροντίδας, ἆρα ἑαυτοὺς γοῦν ἐπιγνῶναι δυνησόμεθα; Ἀλλ' ὅμως τῆς τῶν τοσούτων καὶ τηλικούτων ἁμαρτημάτων ἀπαλλαγῆς ἔδωκεν ἡμῖν σύντομον καὶ ῥᾳδίαν ὁδὸν καὶ παντὸς ἀπηλλαγμένην πόνου ὁ Θεός. Ποῖος γὰρ πόνος ἀφεῖναι τῷ λελυπηκότι; Πόνος μὲν οὖν τὸ μὴ ἀφεῖναι, ἀλλὰ κατέχειν τὴν ἔχθραν· ὡς τό γε ἀπαλλαγῆναι τοῦ θυμοῦ, καὶ ἄνεσιν πολλὴν ἐμποιεῖ, καὶ σφόδρα εὔκολον τῷ βουλομένῳ.