Ancient Greek
Προσέχετε τὴν ἐλεημοσύνην ὑμῶν μὴ ποιεῖν ἔμπροσθεν τῶν ἀνθρώπων, πρὸς τὸ θεαθῆναι αὐτοῖς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 8.1-5
Not analysed yet
Οὐδὲ γὰρ πέλαγος διαβῆναι δεῖ, οὐδὲ ὁδὸν ἀποδημῆσαι μακρὰν, οὐδὲ ὁρῶν ὑπερβῆναι κορυφὰς, οὐδὲ χρήματα δαπανῆσαι, οὐδὲ κατατεῖναι τὸ σῶμα, ἀλλ' ἀρκεῖ θελῆσαι μόνον, καὶ πάντα λέλυται τὰ ἁμαρτήματα. Ἂν δὲ μὴ μόνον αὐτὸς μὴ ἀφῇς, ἀλλὰ καὶ τῷ Θεῷ κατ' αὐτοῦ ἐντυγχάνῃς, τίνα λοιπὸν ἕξεις σωτηρίας ἐλπίδα, ὅταν ἡνίκα ἐξιλεοῦσαι αὐτὸν καὶ δέῃ, καὶ τότε αὐτὸν παροξύνῃς, ἱκέτου μὲν σχῆμα περικείμενος, θηρίου δὲ φωνὰς ἀφιεὶς, καὶ καθ' ἑαυτοῦ τὰ βέλη τοῦ Πονηροῦ ἐξακοντίζων ἐκεῖνα; Διὰ τοῦτο καὶ ὁ Παῦλος εὐχῆς μεμνημένος, οὐδὲν οὕτως ἐξεζήτησεν ὡς τῆς ἐντολῆς ταύτης τὴν φυλακήν· Ἐπαίροντας γὰρ ὁσίους χεῖρας, φησὶ, χωρὶς ὀργῆς καὶ διαλογισμοῦ. Εἰ γὰρ ὅτε ἐλέους χρείαν ἔχεις, οὐδὲ τότε ἀφίης τὴν ὀργὴν, ἀλλὰ καὶ σφόδρα αὐτῆς μέμνησαι, καὶ ταῦτα εἰδὼς ὅτι κατὰ σεαυτοῦ τὸ ξίφος ὠθεῖς, πότε δυνήσῃ γενέσθαι φιλάνθρωπος, καὶ τὸν πονηρὸν ἀποβλῦσαι τῆς πονηρίας ταύτης ἰόν; Εἰ δὲ οὐδέπω τῆς ἀτοπίας ταύτης εἶδες τὸ μέγεθος, ἐπ' ἀνθρώπων αὐτὸ λογίζου γινόμενον, καὶ τότε ὄψει τῆς ὕβρεως τὴν ὑπερβολήν. Εἰ γὰρ ἀνθρώπῳ σοι ὄντι προσῆλθέ τις ἀξιῶν ἐλεηθῆναι, εἶτα μεταξὺ κείμενος ἐπὶ τῆς γῆς εἶδεν ἐχθρὸν, καὶ ἀφείς σε ἱκετεῦσαι ἐκεῖνον ἔτυπτεν, ἆρα οὐκ ἂν μείζονα ἐποιήσω τὴν ὀργήν; Τοῦτο λογίζου καὶ ἐπὶ τοῦ Θεοῦ συμβαίνειν. Καὶ γὰρ καὶ σὺ τὸν Θεὸν ἱκετεύων, μεταξὺ τὴν ἱκετηρίαν ἀφεὶς, τὸν ἐχθρὸν τοῖς ῥήμασι τύπτεις, καὶ τοὺς τοῦ Θεοῦ νόμους ὑβρίζεις, τὸν νομοθετήσαντα πᾶσαν ὀργὴν ἀφιέναι κατὰ τῶν λελυπηκότων καλῶν, καὶ ἀξιῶν ἐναντία τοῖς ἑαυτοῦ προστάγμασι ποιεῖν. Οὐκ ἀρκεῖ εἰς τιμωρίας σοι λόγον, ὅτι σὺ παραβαίνεις τὸν νόμον τὸν τοῦ Θεοῦ, ἀλλὰ καὶ αὐτὸν τοῦτο παρακαλεῖς ποιεῖν; Μὴ γὰρ ἐπελάθετο ὧν ἐπέταξε, μὴ γὰρ ἄνθρωπός ἐστιν ὁ ταῦτα εἰπών; Θεός ἐστιν, ὁ τὰ πάντα εἰδὼς, καὶ μετὰ ἀκριβείας ἁπάσης τοὺς ἑαυτοῦ φυλάττεσθαι βουλόμενος νόμους, καὶ τοσοῦτον ἀπέχων τοῦ ποιῆσαι ταῦτα ἅπερ ἀξιοῖς, ὅτι καὶ σὲ τὸν ταῦτα λέγοντα καὶ ὑπὲρ τοῦ λέγειν μόνον ἀποστρέφεται καὶ μισεῖ, καὶ δίκην ἀπαιτεῖ τὴν ἐσχάτην. Πῶς οὖν ἀξιοῖς παρ' αὐτοῦ τυχεῖν, ὧν αὐτὸς μετὰ πολλῆς ἀπέχεσθαί σε κελεύει σπουδῆς; Ἀλλὰ γὰρ εἰσί τινες, οἳ καὶ εἰς τοσοῦτον ἀλογίας ἥκασιν, ὡς μὴ μόνον τῶν ἐχθρῶν κατεύχεσθαι, ἀλλὰ καὶ τέκνοις ἐπαρᾶσθαι τοῖς ἐκείνων, καὶ αὐτῶν, εἴγε ἐνῆν, ἀπογεύσασθαι τῶν σαρκῶν· μᾶλλον δὲ καὶ ἀπογευόμενοι. Μὴ γάρ μοι τοῦτο εἴπῃς, ὅτι τοὺς ὀδόντας οὐκ ἐνέπηξας τῷ σώματι τοῦ λελυπηκότος· πολὺ γὰρ χαλεπώτερον ἐποίησας, τό γε εἰς σὲ ἧκον, ἀξιῶν ἄνωθεν ὀργὴν ἐπενεχθῆναι κατ' αὐτοῦ, καὶ ἀθανάτῳ παραδοθῆναι κολάσει, καὶ μετὰ τῆς οἰκίας ἀνατραπῆναι ἁπάσης. Ποίων γὰρ ταῦτα οὐ χαλεπώτερα δηγμάτων; ποίων βελῶν οὐ πικρότερα; Οὐ ταῦτά σε ἐπαίδευσεν ὁ Χριστός· οὐχ οὕτω τὸ στόμα αἱμάττειν ἐκέλευσε. Καὶ γὰρ ᾑμαγμένων στομάτων ἀπὸ σαρκῶν ἀνθρωπίνων χαλεπώτεραι αἱ τοιαῦται γλῶτται. Πῶς οὖν ἀσπάσῃ τὸν ἀδελφόν; πῶς ἅψῃ τῆς θυσίας; πῶς ἀπογεύσῃ τοῦ αἵματος τοῦ Δεσποτικοῦ, τοσοῦτον ἔχων ἐπὶ τῆς διανοίας ἰόν; Ὅταν γὰρ εἴπῃς, κατάῤῥαξον αὐτὸν, καὶ τὴν οἰκίαν ἀνάτρεψον, καὶ πάντα ἀπόλεσον, καὶ μυρίους αὐτῷ ὀλέθρους κατεύχῃ, οὐδὲν ἀνθρωποκτόνου διενήνοχας, μᾶλλον δὲ ἀνθρωποφάγου θηρίου. Παυσώμεθα τοίνυν τῆς νόσου ταύτης καὶ τῆς μανίας, καὶ τὴν φιλοφροσύνην, ἣν ἐκέλευσεν, ἐπιδειξώμεθα περὶ τοὺς λελυπηκότας, ἵνα γενώμεθα ὅμοιοι τοῦ Πατρὸς ἡμῶν τοῦ ἐν τοῖς οὐρανοῖς. Παυσόμεθα δὲ, ἂν τῶν οἰκείων ἀναμνησθῶμεν ἁμαρτημάτων· ἂν μετὰ ἀκριβείας ἅπαντα ἐξετάσωμεν τὰ πεπλημμελημένα, τὰ ἔνδον, τὰ ἔξω, τὰ ἐν ἀγορᾷ, τὰ ἐν ἐκκλησίᾳ. Εἰ γὰρ μηδενὸς ἑτέρου, τῆς γοῦν ἐνταῦθα ὀλιγωρίας τὴν ἐσχάτην ἄξιοί ἐσμεν δίκην ὑποσχεῖν. Καὶ γὰρ προφητῶν ψαλλόντων, καὶ ἀποστόλων ὑμνούντων, καὶ Θεοῦ διαλεγομένου, ἔξω πλανώμεθα, καὶ βιωτικῶν πραγμάτων ἐπεισάγομεν θόρυβον· καὶ οὐδὲ τοσαύτην ἀπονέμομεν τοῖς τοῦ Θεοῦ νόμοις τὴν ἡσυχίαν, ὅσην τοῖς τοῦ βασιλέως γράμμασιν ἐν τοῖς θεάτροις οἱ θεαταὶ παρέχουσι τὴν σιγήν. Ἐκεῖ μὲν γὰρ τῶν γραμμάτων τούτων ἀναγινωσκομένων, καὶ ὕπατοι καὶ ὕπαρχοι καὶ βουλὴ καὶ δῆμος ὀρθοὶ πάντες ἑστήκασι, μεθ' ἡσυχίας ἀκούοντες τῶν λεγομένων· κἂν μεταξὺ τῆς ἡσυχίας τῆς βαθυτάτης ἐκείνης ἀθρόον ἄν τις πηδήσας καταβοήσῃ, ἅτε εἰς τὸν βασιλέα ὑβρικὼς, τὴν ἐσχάτην δίδωσι δίκην· ἐνταῦθα δὲ τῶν ἐκ τοῦ οὐρανοῦ γραμμάτων ἀναγινωσκομένων, πολὺς πανταχόθεν ὁ θόρυβος γίνεται. Καίτοι καὶ ὁ πέμψας τὰ γράμματα πολὺ τοῦ βασιλέως τούτου μείζων ἐστὶ, καὶ τὸ θέατρον σεμνότερον· οὐ γὰρ ἀνθρώπων μόνον, ἀλλὰ καὶ ἀγγέλων ἐστί· καὶ τὰ ἐπινίκια ταῦτα, ἃ τὰ γράμματα εὐαγγελίζεται, πολλῷ τῶν ἐν τῇ γῇ φρικωδέστερα. Διόπερ οὐκ ἄνθρωποι μόνον, ἀλλὰ καὶ ἄγγελοι καὶ ἀρχάγγελοι, καὶ οἱ τῶν οὐρανῶν δῆμοι, καὶ οἱ ἐν τῇ γῇ πάντες εὐφημεῖν κελευόμεθα. Εὐλογεῖτε γὰρ, φησὶ, τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ. Καὶ γὰρ οὐ μικρὰ τὰ κατορθούμενα, ἀλλὰ πάντα ὑπερβαίνει λόγον καὶ νοῦν καὶ διάνοιαν ἀνθρωπίνην. Καὶ ταῦτα καθ' ἑκάστην ἡμέραν ἀνακηρύττουσιν οἱ προφῆται, διαφόρως ἕκαστος τὸ λαμπρὸν τοῦτο τρόπαιον ἀναγορεύων. Ὁ μὲν γὰρ, Ἀνέβης εἰς ὕψος, φησὶ, ᾐχμαλώτευσας αἰχμαλωσίαν, καὶ ἔλαβες δόματα ἐν ἀνθρώποις· καὶ, Κύριος κραταιὸς καὶ δυνατὸς ἐν πολέμῳ. Ὁ δέ φησι, Τῶν ἰσχυρῶν μεριεῖται τὰ σκῦλα. Καὶ γὰρ διὰ τοῦτο ἦλθεν, ὥστε κηρῦξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν. Καὶ κατὰ τοῦ θανάτου τὴν ἐπινίκιον ἀλαλάζων φωνὴν ἔλεγε· Ποῦ σου, θάνατε, τὸ νῖκος; ποῦ σου, ᾅδη, τὸ κέντρον; Ἕτερος δὲ αὖ πάλιν τὴν βαθυτάτην εἰρήνην εὐαγγελιζόμενος ἔλεγε· Συντρίψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα, καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα. Καὶ ὁ μὲν τὴν Ἱερουσαλὴμ καλεῖ λέγων· Χαῖρε σφόδρα, θύγατερ Σιὼν, ὅτι ἰδοὺ ὁ βασι λεύς σου ἔρχεταί σοι πρᾶος, ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον. Ὁ δὲ καὶ τὴν δευτέραν αὐτοῦ ἀνακηρύττει παρουσίαν, οὕτω λέγων· Ἥξει Κύριος, ὃν ὑμεῖς ζητεῖτε, καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ; Σκιρτήσατε ὡς μοσχάρια ἐκ δεσμῶν ἀνειμένα. Καὶ ἕτερος πάλιν τοιαῦτα ἐκπληττόμενος ἔλεγεν· Οὗτος ὁ Θεὸς ἡμῶν· οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. Ἀλλ' ὅμως καὶ τούτων καὶ πολλῷ πλειόνων λεγομένων, δέον φρίττειν· καὶ μηδὲ ἐπὶ γῆς νομίζειν εἶναι, ἀλλ' ὡς ἐν ἀγορᾷ μέσῃ θορυβοῦμεν, ταράττομεν, τὰ μηδὲν πρὸς ἡμᾶς ὄντα διαλεγόμενοι ἅπαντα ἀναλίσκομεν τῆς συνάξεως τὸν καιρόν. Ὅταν οὖν καὶ ἐν μικροῖς καὶ ἐν μεγάλοις, καὶ ἐν ἀκροάσει καὶ ἐν πράξει, καὶ ἔξω καὶ ἔνδον ἐν ἐκκλησίᾳ οὕτως ὦμεν ῥᾴθυμοι, καὶ μετὰ τούτων ἁπάντων καὶ κατ' ἐχθρῶν εὐχώμεθα, πόθεν ἕξομεν σωτηρίας ἐλπίδα, τοῖς τοσούτοις ἁμαρτήμασι προσθήκην ἑτέραν χαλεπὴν καὶ τούτων ἀντίῤῥοπον, τὴν παράνομον ταύτην προστιθέντες εὐχήν; Ἔτι οὖν θαυμάζειν δίκαιον, ἂν συμβῇ τι τῶν ἀδοκήτων ἡμῖν καὶ λυπηρῶν, δέον ὅταν μὴ συμβῇ θαυμάζειν; Ἐκεῖνο μὲν γὰρ τῆς τῶν πραγμάτων ἀκολουθίας· τοῦτο δὲ ὑπὲρ λόγον πάντα καὶ προσδοκίαν. Καὶ γὰρ ὑπὲρ λόγον, ἐχθροὺς τοῦ Θεοῦ γενομένους καὶ παροργίζοντας αὐτὸν, ἀπολαύειν ἡλίου καὶ ὑετῶν καὶ τῶν ἄλλων ἁπάντων, ἀνθρώπους θηρίων ὠμότητα νικῶντας, καὶ κατ' ἀλλήλων ἱσταμένους, καὶ τοῖς τῶν πλησίον δήγμασι τὴν γλῶτταν αἱμάττοντας, μετὰ τὴν τράπεζαν τὴν πνευματικὴν, καὶ τὰς τοσαύτας εὐεργεσίας, καὶ τὰ μυρία παραγγέλματα. Ταῦτ' οὖν ἐννοοῦντες, ἐμέσωμεν τὸν ἰὸν, καταλύσωμεν τὰς ἔχθρας, καὶ τὰς ἡμῖν πρεπούσας εὐχὰς ποιώμεθα· ἀντὶ δαιμόνων θηριωδίας, ἀγγέλων λάβωμεν ἡμερότητα· καὶ ὅσα ἂν ὦμεν ἠδικημένοι, τὰ ἡμέτερα αὐτῶν ἐννοήσαντες, καὶ τὸν ὑπὲρ ταύτης τῆς ἐντολῆς κείμενον ἡμῖν μισθὸν, μαλάξωμεν τὴν ὀργὴν, καταστείλωμεν τὰ κύματα, ἵνα καὶ τὸν παρόντα βίον ἀταράχως διέλθωμεν, καὶ ἀπελθόντες ἐκεῖ τοιούτου τύχωμεν τοῦ Δεσπότου, οἷοι περὶ τοὺς συνδούλους γεγόναμεν. Εἰ δὲ βαρὺ τοῦτο καὶ φοβερὸν, ποιήσωμεν αὐτὸ κοῦφον καὶ ποθεινὸν, καὶ τὰς τῆς παῤῥησίας τῆς πρὸς αὐτὸν λαμπρὰς ἀνοίξωμεν θύρας· καὶ ὅπερ οὐκ ἰσχύσαμεν ἀνύσαι διὰ τοῦ τῶν ἁμαρτημάτων ἀπέχεσθαι, τοῦτο ἀνύσωμεν διὰ τοῦ γεγενῆσθαι τοῖς ἡμαρτηκόσιν εἰς ἡμᾶς ἥμεροι (οὐδὲ γὰρ βαρὺ τοῦτο, οὐδὲ ἐπαχθές)· καὶ τοὺς ἐχθροὺς εὐεργετοῦντες τοὺς ἡμετέρους, πολὺν ἑαυτοῖς προαποθώμεθα ἔλεον. Οὕτω γὰρ καὶ κατὰ τὸν παρόντα βίον ἅπαντες ἡμᾶς ἀγαπήσουσι, καὶ πρὸ τῶν ἄλλων ἁπάντων ὁ Θεὸς καὶ φιλήσει, καὶ στεφανώσει, καὶ τῶν μελλόντων ἡμᾶς ἀγαθῶν ἀξιώσει πάντων· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.