Ancient Greek · ~15 min
Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 9.1-4
Not analysed yet
Φοβηθῶμεν τοίνυν, ἀγαπητοὶ, τὸ ταῦτα ἀκοῦσαι τὰ ῥήματα. Οὐκ ἔστι παίγνιον ὁ βίος· μᾶλλον δὲ ὁ μὲν παρὼν βίος παίγνιον, τὰ δὲ μέλλοντα οὐ παίγνια. Τάχα δὲ οὐδὲ παίγνιον μόνον ὁ βίος, ἀλλὰ καὶ τούτου χεῖρον. Οὐ γὰρ εἰς γέλωτα τελευτᾷ, ἀλλὰ καὶ πολλὴν φέρει τὴν βλάβην τοῖς μὴ μετὰ ἀκριβείας τὰ καθ' ἑαυτοὺς οἰκονομεῖν βουλομένοις. Τί γὰρ παίδων, εἰπέ μοι, διεστήκαμεν τῶν παιζόντων καὶ οἰκίας οἰκοδομούντων ἡμεῖς οἱ τὰς λαμπρὰς οἰκίας οἰκοδομοῦντες; τί δὲ ἀριστοποιουμένων αὐτῶν ἡμεῖς οἱ τρυφῶντες; Οὐδὲν, πλὴν ὅσον μετὰ κολάσεως ταῦτα πράττομεν. Εἰ δὲ οὐδέπω συνορῶμεν τὴν εὐτέλειαν τῶν γινομένων, θαυμαστὸν οὐδέν· οὔπω γὰρ ἄνδρες γεγόναμεν· ὅταν δὲ γενώμεθα, εἰσόμεθα ὅτι ταῦτα πάντα παιδικά. Ἐπεὶ καὶ ἐκείνων γινόμενοι ἄνδρες καταγελῶμεν· παῖδες δὲ ὄντες περισπούδαστα νομίζομεν εἶναι, καὶ ὄστρακα καὶ πηλὸν συνάγοντες, τῶν τοὺς μεγάλους ἀνιστώντων περιβόλους οὐκ ἔλαττον φρονοῦμεν. Ἀλλ' ὅμως εὐθέως ἀπόλλυται καὶ καταπίπτει, καὶ οὔτε ἑστῶτά που χρήσιμα γένοιτ' ἂν ἡμῖν, ὥσπερ οὖν οὐδὲ αὗται αἱ λαμπραὶ οἰκίαι. Τὸν γὰρ τοῦ οὐρανοῦ πολίτην οὐκ ἂν δύναιντο δέξασθαι, οὐδ' ἂν ἀνάσχοιτο μεῖναι ἐν αὐταῖς ὁ τὴν ἄνω πατρίδα ἔχων· ἀλλ' ὥσπερ ἡμεῖς τοῖς ποσὶ ταῦτα καθαιροῦμεν, οὕτω κἀκεῖνος τῷ φρονήματι καταστρέφει. Καὶ καθάπερ ἡμεῖς τῶν παίδων ἐπὶ τῇ καταστροφῇ κλαιόντων καταγελῶμεν· οὕτω καὶ οὗτοι, ταῦτα ὀδυρομένων ἡμῶν, οὐ γελῶσι μόνον, ἀλλὰ καὶ κλαίουσιν· ἐπειδὴ καὶ συμπαθῆ αὐτῶν τὰ σπλάγχνα, καὶ πολλὴ ἐντεῦθεν ἡ βλάβη. Γενώμεθα τοίνυν ἄνδρες. Μέχρι τίνος χαμαὶ συρόμεθα, ἐπὶ λίθοις καὶ ξύλοις μέγα φρονοῦντες; μέχρι τίνος παίζομεν; Καὶ εἴθε μόνον ἐπαίζομεν· νυνὶ δὲ καὶ τὴν ἑαυτῶν προδίδομεν σωτηρίαν· καὶ καθάπερ τὰ παιδία, ὅταν τὴν ἐν τούτοις σχολὴν ἀγάγῃ τῶν γραμμάτων ἀμελήσαντα, ἐσχάτας ὑπομένουσι πληγάς· οὕτω καὶ ἡμεῖς ἐν τούτοις ἅπασαν τὴν σπουδὴν καταναλίσκοντες, καὶ τὰ πνευματικὰ ἀπαιτούμενοι μαθήματα τότε διὰ τῶν ἔργων, καὶ οὐκ ἔχοντες παρασχεῖν, τὴν ἐσχάτην δώσομεν τιμωρίαν. Καὶ οὐδεὶς ὁ ἐξαιρούμενος· κἂν πατὴρ ᾖ, κἂν ἀδελφὸς, κἂν ὁστισοῦν. Ἀλλὰ ταῦτα μὲν οἰχήσεται πάντα, ἡ δὲ ἐξ αὐτῶν γινομένη βάσανος ἀθάνατος μένει καὶ διηνεκής· ὅπερ οὖν καὶ ἐπὶ τῶν παίδων γίνεται, τὰ μὲν παιδικὰ ἀθύρματα τοῦ πατρὸς διὰ τὴν ῥᾳθυμίαν αὐτῶν τέλεον ἀφανίζοντος, αὐτοὺς δὲ εἰς τὸ κλαίειν διηνεκῶς καθιστῶντος. Καὶ ἵνα μάθῃς, ὅτι ταῦτα τοιαῦτά ἐστιν, ὃ μάλιστα πάντων εἶναι δοκεῖ περισπούδαστον, τὸν πλοῦτον εἰς μέσον ἀγάγωμεν, καὶ ἀντιθῶμεν αὐτῷ ψυχῆς ἀρετὴν ἣν ἂν θέλῃς, καὶ τότε αὐτοῦ μάλιστα ὄψει τὴν εὐτέλειαν. Θῶμεν τοίνυν ἀνθρώπους εἶναι δύο· καὶ οὔπω λέγω περὶ πλεονεξίας, ἀλλὰ περὶ δικαίου πλούτου τέως· καὶ τῶν δύο τούτων, ὁ μὲν συναγέτω χρήματα, καὶ πλείτω θάλατταν, καὶ γεωργείτω γῆν, καὶ πολλοὺς ἑτέρους ἐμπορίας εὑρισκέτω τρόπους· καίτοιγε οὐκ οἶδα εἰ ταῦτα ποιῶν δύναται δικαίως κερδαίνειν· πλὴν ἀλλ' ἔστω καὶ ὑποκείσθω δίκαια κέρδη κερδαίνειν αὐτὸν, καὶ ἀγροὺς ὠνεῖσθαι καὶ ἀνδράποδα καὶ ὅσα τοιαῦτα, καὶ μηδεμία προσέστω τούτοις ἀδικία· ὁ δὲ ἕτερός τις τοσαῦτα κεκτημένος, πωλείτω ἀγροὺς, πωλείτω οἰκίας, καὶ σκεύη χρυσᾶ καὶ ἀργυρᾶ, καὶ παρεχέτω τοῖς δεομένοις, ἐπαρκείτω τοῖς πενομένοις, θεραπευέτω νοσοῦντας, τοὺς ἐν ἀνάγκῃ λυέτω, τοὺς ἀπὸ δεσμῶν ἐκβαλλέτω, τοὺς ἐν μετάλλοις ἐλευθερούτω, τοὺς ἀπὸ βρόχων καταγέτω, τοὺς αἰχμαλώτους λυέτω τῆς τιμωρίας. Τίνος οὖν βούλεσθε μερίδος εἶναι; Καὶ οὐδέπω τὰ μέλλοντα, ἀλλὰ τέως τὰ ἐνταῦθα εἰρήκαμεν. Τίνος οὖν εἶναι βούλεσθε; τοῦ συνάγοντος χρυσίον, ἢ τοῦ λύοντος συμφοράς; τοῦ τοὺς ἀγροὺς ὠνουμένου, ἢ τοῦ λιμένα κατασκευάζοντος ἑαυτὸν τῇ τῶν ἀνθρώπων φύσει; τοῦ τὸ πολὺ περιβεβλημένου χρυσίον, ἢ τοῦ μυρίαις εὐφημίαις ἐστεφανωμένου; Οὐχ ὁ μὲν ἀγγέλῳ τινὶ προσέοικεν ἐξ οὐρανοῦ καταβάντι πρὸς τὴν τῶν λοιπῶν ἀνθρώπων διόρθωσιν, ὁ δὲ οὐδὲ ἀνθρώπῳ, ἀλλὰ παιδίῳ τινὶ μάτην καὶ ἁπλῶς πάντα συνάγοντι; Εἰ δὲ τὸ δικαίως χρηματίζεσθαι οὕτω καταγέλαστον, καὶ ἀνοίας ἐσχάτης· ὅταν μηδὲ τὸ δικαίως προσῇ, πῶς οὐ πάντων ἀθλιώτερος ὁ τοιοῦτος; Εἰ γὰρ ὁ γέλως τοσοῦτος, ὅταν καὶ γέεννα προσῇ καὶ βασιλείας ἔκπτωσις, πόσων ἂν εἴη θρήνων ἄξιος, καὶ ζῶν καὶ τετελευτηκώς;