Ancient Greek
Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Matthaeum (homiliae 1-90) 8.1-6
Not analysed yet
Ἀλλὰ μήποτε τοῦτο πάθοιμεν, ὦ μονογενὲς τοῦ Θεοῦ παῖ, μηδὲ λάβοιμέν ποτέ τινα πεῖραν τῆς ἀνηκέστου ταύτης κολάσεως. Ὅσον γάρ ἐστι κακὸν ἐκπεσεῖν τῶν ἀγαθῶν ἐκείνων, σαφῶς μὲν εἰπεῖν οὐκ ἔνι· πλὴν, ὡς ἂν οἷός τε ὦ, βιάσομαι καὶ φιλονεικήσω δι' ὑποδείγματος ὑμῖν αὐτὸ κἂν κατὰ μικρὸν ποιῆσαι φανερόν. Ὑποθώμεθα γὰρ παιδίον εἶναι θαυμαστὸν, καὶ μετὰ τῆς ἀρετῆς καὶ τὴν βασιλείαν τῆς οἰκουμένης ἔχειν, καὶ οὕτως εἶναι ἐνάρετον πανταχοῦ, ὡς δύνασθαι ἅπαντας ἐν φιλοστοργίᾳ πατρικῆς καταστῆσαι διαθέσεως. Τί τοίνυν οὐκ ἂν οἴεσθε τὸν πατέρα τὸν τούτου παθεῖν ἂν ἡδέως, ὥστε μὴ ἐκπεσεῖν αὐτοῦ τῆς ὁμιλίας; τί δὲ ἢ μικρὸν ἢ μέγα κακὸν οὐκ ἂν δέξασθαι, ὥστε ὁρᾷν καὶ ἀπολαύειν αὐτοῦ; Τοῦτο τοίνυν καὶ ἐπὶ τῆς δόξης ἐκείνης λογιζώμεθα. Οὐ γὰρ οὕτω πατρὶ παιδίον, κἂν μυριάκις ἐνάρετον ᾖ, ποθεινόν ἐστι καὶ ἐπέραστον, ὡς τῶν ἀγαθῶν ἡ λῆξις ἐκείνων, καὶ τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι. Ἀφόρητον καὶ ἡ γέεννα, καὶ ἡ κόλασις ἐκείνη. Πλὴν κἂν μυρίας τις θῇ γεέννας, οὐδὲν τοιοῦτον ἐρεῖ, οἷον τὸ τῆς μακαρίας δόξης ἐκπεσεῖν ἐκείνης, τὸ μισηθῆναι παρὰ τοῦ Χριστοῦ, τὸ ἀκοῦσαι ὅτι Οὐκ οἶδα ὑμᾶς, τὸ ἐγκληθῆναι ὅτι πεινῶντα αὐτὸν ἰδόντες οὐκ ἐθρέψαμεν. Καὶ γὰρ μυρίους βέλτιον ὑπομεῖναι κεραυνοὺς, ἢ τὸ πρόσωπον ἐκεῖνο τὸ ἥμερον ἰδεῖν ἀποστρεφόμενον ἡμᾶς, καὶ τὸν γαληνὸν ὀφθαλμὸν οὐκ ἀνεχόμενον εἰς ἡμᾶς βλέπειν. Εἰ γὰρ αὐτὸς ἐχθρὸν ὄντα με καὶ μισοῦντα αὐτὸν καὶ ἀποστρεφόμενον οὕτως ἐδίωξεν, ὡς μηδὲ ἑαυτοῦ φείσασθαι, ἀλλ' ἐκδοῦναι ἑαυτὸν εἰς θάνατον· ὅταν μετὰ πάντα ἐκεῖνα μηδὲ ἄρτου αὐτὸν ἀξιώσω λιμώττοντα, ποίοις λοιπὸν αὐτὸν ὀφθαλμοῖς ὄψομαι; Σκόπει δὲ αὐτοῦ καὶ ἐνταῦθα τὴν ἡμερότητα. Οὐδὲ γὰρ λέγει τὰς εὐεργεσίας, οὐδ' ὅτι τὸν τοσαῦτα ὠφελήσαντα περιεῖδες. Οὐδὲ γὰρ λέγει· Ἐμὲ τὸν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναί σε παραγαγόντα, τὸν ψυχὴν ἐμπνεύσαντα, καὶ ἐπιστήσαντά σε πᾶσι τοῖς ἐν τῇ γῇ, τὸν διὰ σὲ γῆν καὶ οὐρανὸν καὶ θάλατταν καὶ ἀέρα καὶ πάντα τὰ ὄντα ποιήσαντα, τὸν ἀτιμασθέντα παρὰ σοῦ, καὶ τοῦ διαβόλου ἀτιμότερον εἶναι δόξαντα, καὶ μηδὲ οὕτως ἀποστάντα, ἀλλὰ μυρία μετὰ ταῦτα ἐπινοήσαντα, τὸν ἑλόμενον γενέσθαι δοῦλον, τὸν ῥαπισθέντα καὶ ἐμπτυσθέντα, τὸν σφαγέντα, τὸν ἀποθανόντα θάνατον τὸν αἴσχιστον, τὸν καὶ ἄνω ὑπὲρ σοῦ ἐντυγχάνοντα, τὸν πνεῦμά σοι χαριζόμενον, τὸν βασιλείας σε καταξιοῦντα, τὸν τὰ τοιαῦτα ἐπαγγελλόμενον, τὸν κεφαλήν σου βουληθέντα εἶναι, καὶ νυμφίον, καὶ ἱμάτιον, καὶ οἶκον, καὶ ῥίζαν, καὶ τροφὴν, καὶ πόμα, καὶ ποιμένα, καὶ βασιλέα, καὶ ἀδελφὸν, καὶ κληρονόμον καὶ συγκληρονόμον σε ἑλόμενον, τὸν ἀπὸ σκότους εἰς ἐξουσίαν φωτὸς ἀγαγόντα. Ταῦτα γὰρ καὶ πλείονα τούτων ἔχων εἰπεῖν, οὐδὲν τούτων λέγει· ἀλλὰ τί; Μόνον αὐτὸ τὸ ἁμάρτημα. Καὶ ἐνταῦθα δείκνυσι τὴν ἀγάπην, καὶ τὸν πόθον ὃν ἔχει περὶ σὲ ἐνδείκνυται. Οὐδὲ γὰρ εἶπε, Πορεύεσθε εἰς τὸ πῦρ τὸ ἡτοιμασμένον ὑμῖν, ἀλλὰ, Τὸ ἡτοιμασμένον τῷ διαβόλῳ. Καὶ πρότερον λέγει ἃ ἠδίκησαν, καὶ οὐδὲ οὕτως ὑπομένει πάντα εἰπεῖν, ἀλλ' ὀλίγα. Καὶ πρὸ τούτων ἐκείνους καλεῖ τοὺς κατωρθωκότας, ἵνα δείξῃ καὶ ἐντεῦθεν δίκαια ἐγκαλῶν. Πόσης οὖν κολάσεως τὰ ῥήματα ταῦτα οὐ χαλεπώτερα; Εἰ γὰρ ἄνθρωπόν τις εὐεργέτην λιμώττοντα ἰδὼν, οὐκ ἂν περιΐδοι· εἰ δὲ καὶ περιΐδοι, ὀνειδιζόμενος ἕλοιτο μᾶλλον καταδῦναι εἰς τὴν γῆν, ἢ ἐπὶ δύο ἢ τριῶν φίλων ταῦτα ἀκοῦσαι· τί πεισόμεθα ἡμεῖς ἐπὶ τῆς οἰκουμένης ἁπάσης ταῦτα ἀκούοντες, ἅπερ οὐδ' ἂν τότε εἶπεν, εἰ μὴ ὑπὲρ τῶν καθ' ἑαυτὸν ἀπολογήσασθαι ἔσπευδεν; Ὅτι γὰρ οὐκ ὀνειδίζων αὐτὰ προέφερεν, ἀλλ' ἀπολογούμενος, καὶ ὑπὲρ τοῦ δεῖξαι ὅτι οὐ μάτην οὐδὲ εἰκῆ πρὸς αὐτοὺς ἔλεγε, Πορεύεσθε ἀπ' ἐμοῦ, δῆλον ἐκ τῶν ἀφάτων εὐεργεσιῶν. Εἰ γὰρ ἐβούλετο ὀνειδίσαι, πάντα ἂν ἐκεῖνα εἰς μέσον ἤγαγε· νυνὶ δὲ ἅπερ ἔπαθε λέγει μόνον.