Ancient Greek
Sect 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In nativitatem Joannis Baptistae [Sp.] 1
Not analysed yet
Εὐλογητὸς ὁ θεός· ἰδοὺ γὰρ ἐπὶ τῶν ἔργων ἐδείχθη τὰ ἐν γαστρὶ τοῦ Ἰωάννου σκιρτήματα· προέβη τοῦ δικαίου τὰ διὰ τῶν ποδῶν εὐαγγέλια· ἀπήντησεν ἡ χάρις ἣν ἐν τῇ μήτρᾳ τυγχάνων ἐμήνυσεν· εἶδεν ὁ κόσμος τὴν ἀγαλλίασιν ἣν ἐν τῇ νηδύϊ ὁ πρόδρομος τοῖς ποσὶν ἐζωγράφησεν. Ὄντως «ἄλλοι κεκοπιάκασιν καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε»· ἐλαυνόμενοι προεβόουν προφῆται, οὐκ ἐσίγων τυπτόμενοι δίκαιοι· πατριαρχῶν κατάλογος ἐκινδύνευεν· ἀντέπραττον τύραννοι, βασιλεῖς ἐπολέμουν, ἄρχοντες παρετάσσοντο· συνωργίζοντο δῆμοι, ὁ κόσμος ὅλος ἀντηγωνίζετο τοῖς τῶν δικαίων ἀγῶσιν· ἔνθεν παρήγοντο βήμασιν, ἐκεῖθεν κατεξαίνοντο μάστιξιν· πανταχόθεν κολαστήρια καὶ στρεβλώσεις, πανταχόθεν θλίψεις καὶ ὀδυρμοί, πανταχόθεν κατήφεια καὶ σκότος· ἀλλ' ἐν τοιαύτῃ κατηφείᾳ καὶ τηλικαύτῃ τοῦ βίου σκοτώσει τυγχάνοντες λύσιν τοῦ χειμῶνος εὐαγγελιζόμεθα.