Ancient Greek
Section 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In parabolam de filio prodigo [Sp.] 1.1
Not analysed yet
Ἀεὶ μὲν, ἀδελφοὶ, τὴν τοῦ Θεοῦ φιλανθρωπίαν κηρύττειν ὀφείλομεν (δι' αὐτῆς γὰρ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν)· μάλιστα δὲ ἐν τούτῳ τῷ καιρῷ χρεωστοῦμεν τοῦτο ποιεῖν, διὰ τὴν κοινὴν ὠφέλειαν, καὶ τὴν εὐεργεσίαν τῶν μελλόντων ἐκ τῆς κολυμβήθρας ἀνατέλλειν ἀστέρων. Καὶ γὰρ οὗτοι διὰ ταύτης ἐκλάμψουσι, καὶ ἡμεῖς δι' αὐτῆς ἐσώθημεν καὶ σωζόμεθα· ἥτις ἡμῖν ἀντὶ κληρονομίας ἐδόθη ἐκ τοῦ δημιουργοῦ Θεοῦ καὶ πατρὸς ἡμῶν. Εἴπωμεν τοίνυν περὶ αὐτῆς, ἅπερ εἶπεν ὁ Δεσπότης Χριστὸς, ὁ φιλάνθρωπος Υἱὸς τοῦ φιλανθρώπου Πατρὸς, ὁ μόνος ἀξιόχρεως τῆς πατρῴας οὐσίας ἐξηγητής· ἀναπτύξωμεν πᾶσαν τὴν περὶ τοῦ ἀσώτου παραβολὴν, ἵνα μάθωμεν ἐξ αὐτῆς, πῶς δεῖ προσπελάζειν τῷ ἀπροσπελάστῳ, καὶ συγγνώμην τῶν πταισμάτων αἰτεῖν. Ἄνθρωπός τις, φησὶν, εἶχε δύο υἱούς. Παραβολικῶς ὁ Σωτὴρ, οὐ δογματικῶς διαλέγεται. Διὰ τοῦτο περὶ τοῦ ἰδίου Πατρὸς ὡς περὶ ἀνθρώπου τινὸς ὁμιλεῖ, καὶ περὶ τῶν δούλων ὡς περὶ τέκνων λαλεῖ, ἵνα δείξῃ τοῦ Θεοῦ τὴν περὶ τοὺς ἀνθρώπους στοργήν. Ἄνθρωπός τις, φησὶν, εἶχε δύο υἱούς. Τίς ἐστιν οὗτος ὁ ἄνθρωπος; Ὁ Πατὴρ τῶν οἰκτιρμῶν, καὶ Θεὸς πάσης παρακλήσεως. Τίνας δὲ εἶχε τούτους τοὺς δύο υἱούς; Τοὺς δικαίους, καὶ τοὺς ἁμαρτωλούς· τοὺς ἐμμένοντας τοῖς θείοις αὐτοῦ προστάγμασι, καὶ τοὺς παραβαίνοντας τὰς Δεσποτικὰς ἐντολάς. Καὶ εἶπεν ὁ νεώτερος αὐτῶν τῷ Πατρί. Καὶ τίς ἐστιν οὗτος ὁ νεώτερος υἱός; Ὁ τὴν γνώμην ἄστατον κεκτημένος, καὶ ταῖς αὔραις τῆς νεότητος ῥιπιζόμενος. Πατέρα ἐγνώρισεν ἡ φύσις τὸν πλάσαντα, εἰ καὶ μὴ ἐτίμησε προαίρεσις τὸν ποιήσαντα. Πάτερ, δός μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας. Καλῶς ᾔτησε τὰ τοῦ Θεοῦ παρὰ τοῦ Θεοῦ· ἀλλὰ κακῶς, ἅπερ ἔλαβε, κατηνάλωσε. Καὶ διεῖλεν αὐτοῖς τὸν βίον ὁ πατήρ. Ἔδωκεν αὐτοῖς, ὡς οἶκον ἴδιον, ὅλον τὸν κόσμον· ἔδωκεν αὐτοῖς, ὡς κτίστης, ὅλην τὴν κτίσιν· παρέσχεν αὐτοῖς σώματα καὶ ψυχὰς λογικὰς, ἵνα τῷ λόγῳ εὐλόγως χειραγωγούμενοι μηδὲν ἄλογον πράξωσιν· ἐπέστησεν αὐτοῖς τὸν ἑαυτοῦ νόμον, τὸν φυσικὸν καὶ τὸν γραπτὸν, ὡς θεῖον παιδαγωγὸν, ἵνα τούτῳ παιδαγωγούμενοι πληρώσωσι τοῦ νομοθέτου τὸ βούλημα. Καὶ μετ' οὐ πολλὰς ἡμέρας συναγαγὼν πάντα ὁ νεώτερος υἱὸς (ὡς νεώτερος ἔπραξεν), ἀπεδήμησεν εἰς χώραν μακράν. Ἀπέστη ἀπὸ τοῦ Θεοῦ, καὶ ἀπέστη ἀπ' αὐτοῦ ὁ Θεός· οὐ γὰρ βιάζεται τὸν μὴ βουλόμενον δουλεύειν αὐτῷ. Γνώμης γὰρ, οὐκ ἀνάγκης, αἱ ἀρεταὶ ἅπασαι. Ἐκεῖ διεσκόρπισε τὴν οὐσίαν αὐτοῦ ζῶν ἀσώτως. Ἐκεῖ τῆς ψυχῆς ὅλον τὸν πλοῦτον ἀπώλεσεν· ἐκεῖ τέρπων καὶ τερπόμενος ἐναυάγησεν· ἐκεῖ παίζων καὶ ἐμπαιζόμενος πένης ἐγένετο· ἐκεῖ ψυχοφθόρους ἡδονὰς ἀγοράζων, καὶ γέλωτας ὠνούμενος, πατέρας δακρύων ἔλαβε· καὶ τὰς μὲν ἀρετὰς, ἃς εἶχεν, ἀπέβαλε· τὰς δὲ κακίας, ἃς οὐκ εἶχε, προσέλαβε. Δαπανήσαντος δὲ αὐτοῦ πάντα (οὐ πέφυκε γὰρ τοῖς αἰσχρῶς βιοῦσι παραμένειν ὁ πλοῦτος τῆς χάριτος), ἐγένετο οὖν λιμὸς ἰσχυρὸς κατὰ τὴν χώραν ἐκείνην. Ὅπου γὰρ τῆς σωφροσύνης ὁ σῖτος οὐ γεωργεῖται, ἐκεῖ λιμὸς ἰσχυρός· ὅπου τῆς ἐγκρατείας ἡ ἄμπελος οὐ πεφύτευται, ἐκεῖ λιμὸς ἰσχυρός· ὅπου τῆς ἁγνείας ὁ βότρυς οὐ ληνοπατεῖται, ἐκεῖ λιμὸς ἰσχυρός· ὅπου τὸ οὐράνιον γλεῦκος οὐ βρύει, ἐκεῖ λιμὸς ἰσχυρός· ὅπου εὐφορία κακῶν, ἐκεῖ πάντως ἀφορία τῶν ἀγαθῶν· ὅπου εὐθηνία πράξεων πονηρῶν, ἐκεῖ πάντως σπάνις τῶν ἀρετῶν· ὅπου τῆς φιλανθρωπίας τὸ ἔλαιον οὐ πηγάζει, ἐκεῖ λιμὸς ἰσχυρός. Τότε οὖν καὶ αὐτὸς ἤρξατο ὑστερεῖσθαι. Οὐδὲν γὰρ αὐτῷ λοιπὸν ἔμεινεν, εἰ μὴ μόνον τὰ τῆς ἀκρασίας κακὰ, ἐπειδὴ ἔπραξε τὰ τῆς ἀκοσμίας κακά. Καὶ πορευθεὶς ἐκολλήθη ἑνὶ τῶν πολιτῶν τῆς χώρας ἐκείνης. Πολῖται δὲ τῆς χώρας ἐκείνης ἦσαν οἱ δαίμονες, ἐν ᾗ ἐτύγχανε μετανάστιος. Καὶ ἔπεμψεν αὐτὸν ὁ πολίτης ἐκεῖνος εἰς τὸν ἀγρὸν αὐτοῦ βόσκειν χοίρους. Οὕτω γὰρ τιμῶσιν οἱ δαίμονες τοὺς τιμῶντας αὐτούς· οὕτω φιλοῦσι τοὺς φιλοῦντας αὐτούς· τοιαύτας δωρεὰς χαρίζονται τοῖς πειθομένοις αὐτοῖς. Καὶ ἐπεθύμει γεμίσαι τὴν κοιλίαν αὐτοῦ ἀπὸ τῶν κερατίων, ὧν ἤσθιον οἱ χοῖροι. Τί δέ ἐστιν, Ἀπὸ τῶν κερατίων; Τῶν κερατίων ἡ γεῦσις γλυκεῖά ἐστιν, ἀλλ' ὅμως καὶ σκληρὰ κατ' αὐτό τε καὶ τραχεῖα. Τοιαύτη γὰρ καὶ τῆς ἁμαρτίας ἡ φύσις· εὐφραίνει μὲν μικρὰ, καὶ κολάζει μεγάλα· τέρπει πρόσκαιρα, καὶ μαστίζει αἰώνια. Εἰς ἑαυτὸν οὖν ἐλθὼν, καὶ λογισάμενος τὴν προτέραν μακαριότητα καὶ τὴν δευτέραν ἀθλιότητα, καὶ βαλὼν κατὰ νοῦν, τίς μὲν ἦν, ὅτε ἦν μετὰ τοῦ Θεοῦ καὶ πατρὸς τεταγμένος, τίς δὲ γέγονεν ὑποτεταγμένος τοῖς δαίμοσιν. Εἰς ἑαυτὸν οὖν ἐλθὼν, εἶπε· Πόσοι μίσθιοι τοῦ πατρός μου περισσεύουσιν ἄρτων, ἐγὼ δὲ ὧδε λιμῷ ἀπόλλυμαι; Πόσοι νῦν κατηχούμενοι κατατρυφῶσι τῶν ἁγίων Γραφῶν, τῷ λιμῷ δὲ τῶν θείων λογίων ἐγὼ συνέχομαι; ὢ πόσων ἀγαθῶν ἐμαυτὸν ἐστέρησα. ὢ πόσοις κακοῖς ἐμαυτὸν περιέβαλον. Τί γὰρ ἀφιστάμην τῆς μακαρίας ἐκείνης διαγωγῆς; τί δὲ ταύτης ἐντὸς ἐγενόμην τῆς θανατηφόρου ζωῆς; Ἔμαθον ἀφ' ὧν ἔπαθον, μὴ ἐγκαταλιμπάνειν Θεόν· ἔμαθον κρατεῖν τὸν ἀεὶ φυλάσσοντα τοὺς κρατοῦντας αὐτόν· ἔμαθον μὴ πιστεύειν τοῖς ἀκαθάρτοις δαίμοσι, τοῖς διδάσκουσι πᾶσαν ἀκαθαρσίαν τε καὶ φθοράν. Τί οὖν φησιν; Ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου. Ὑποστρέψω καλῶς, ὅθεν ἐξῆλθον κακῶς· ἀπέλθω πρὸς τὸν ἐμὸν πατέρα, καὶ Ποιητὴν, καὶ Δεσπότην, καὶ κηδεμόνα, καὶ προνοητήν· καταλάβω τὸν πάλαι περιμένοντα καὶ προλαμβάνοντα τοὺς πρὸς αὐτὸν ἐπιστρέφοντας. Ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου, καὶ ἐρῶ αὐτῷ· Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, καὶ οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου· ποίησόν με, ὡς ἕνα τῶν μισθίων σου. Ἀρκεῖ μοι πρὸς σωτηρίαν ταῦτα τὰ ῥήματα· ἀρκεῖ μοι πρὸς τὴν πρεσβείαν τοῦ πατρός μου τὸ ὄνομα· οὐ δύναται γὰρ ὁ πατὴρ ὁ ἐμὸς, πατὴρ προσαγορευθεὶς παρ' ἐμοῦ, μὴ φανῆναι τοῖς ἔργοις πατήρ· οὐ δύναται μὴ κινῆσαι τὰ σπλάγχνα, εὔσπλαγχνος ὤν· οὐ δύναται τὸ, Ἥμαρτον, ἀκούσας, μὴ δοῦναι συγγνώμην τοῖς ἐμοῖς ὀλισθήμασιν· οὐ δύναται τῆς ἐμῆς ἀκούσας φωνῆς, μὴ ἐπιλαθέσθαι τῆς δικαίας ὀργῆς. Οἶδα πόσα δύναται παρ' αὐτῷ ἡ μετάνοια· οἶδα πῶς ἰσχύει παρ' αὐτῷ τὰ δάκρυα· οἶδα πῶς ἕκαστος ἁμαρτωλὸς πρὸς αὐτὸν ἀνανεύων, καὶ δακρύων θερμῶς, ὡς ὁ Πέτρος λαμβάνει τῶν ἁμαρτημάτων τὴν ἄφεσιν· οἶδα τοῦ Θεοῦ μου τὴν ἀγαθότητα· οἶδα τοῦ πατρός μου τὴν ἡμερότητα. Ἐλεήσει με μετανοοῦντα, ὃν οὐκ ἐκόλασεν ἁμαρτήσαντα.