Ancient Greek
Section 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In parabolam de filio prodigo [Sp.] 2.1
Not analysed yet
Καὶ ἀναστὰς ἦλθε πρὸς τὸν πατέρα αὐτοῦ. Προσέθηκε τῇ καλῇ βουλῇ τὴν πρᾶξιν τὴν ἀγαθήν. Δεῖ γὰρ ἡμᾶς οὐ μόνον βουλεύεσθαι τὰ συμφέροντα, ἀλλὰ καὶ τὰς ἀγαθὰς ὁρμὰς δεικνύειν ταῖς πράξεσιν. Ἔτι δὲ αὐτοῦ μακρὰν ἀπέχοντος τοῦ τόπου, πλησίον δὲ ὄντος τῷ τρόπῳ, καὶ τὰς χεῖρας συνεχῶς ἐπιῤῥηγνύντος, καὶ τύπτοντος τὸ ἴδιον στῆθος, ὡς τῶν πονηρῶν λογισμῶν ὑπάρχον ἐργαστήριον, καὶ τὸ πρόσωπον προσηλοῦντος τῇ γῇ, καὶ τοὺς ὀφθαλμοὺς ἀπαιτοῦντος δοῦναι συμπρεσβευτὰς τὰς τῶν δακρύων σταγόνας, καὶ προμελετῶντος τὴν ἀπολογίαν, φθάσας ἀνεβόησε φωνῇ μεγάλῃ, μετὰ δακρύων λέγων· Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου. Ἥμαρτον, οἶδα, Χριστὲ Δέσποτα καὶ Θεέ· ἐμὰς ἁμαρτίας σὺ μόνος ἐπίστασαι· ἥμαρτον, ἐλέησον ὡς Θεὸς καὶ Δεσπότης. Οὐκ εἰμὶ ἄξιος εἰς τὸν οὐρανὸν βλέπειν, καὶ παρακαλεῖν σε τὸν ἀγαθόν μου Δεσπότην, γέμων μεγίστων καὶ χαλεπῶν ἐγκλημάτων· οὐκ ἔστιν ἀριθμὸς τῶν ἐμῶν ἁμαρτημάτων. Ἐλέησον ὡς ἀγαθὸς Θεὸς ὢν ἀεὶ, Ὅτι οὐκ εἰμὶ ἄξιος κληθῆναι υἱός σου, ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. Οὕτως ἱκετεύοντα ἐκ βάθους τῆς καρδίας εἶδεν αὐτὸν ὁ βλέπων πλημμελοῦντας, καὶ παραβλέπων ἁμαρτάνοντας, καὶ περιμένων αὐτῶν τὴν μετάνοιαν· εἶδεν αὐτὸν ὁ πατὴρ αὐτοῦ, καὶ ἐσπλαγχνίσθη. Πατὴρ γὰρ ἦν τῇ χρηστότητι, εἰ καὶ Θεὸς ὑπῆρχε τῇ φύσει. Καὶ δραμὼν ἔπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ, καὶ κατεφίλησεν αὐτόν. Οὐκ ἀνέμεινε τὸν προσκρούσαντα πλησίον ἐλθεῖν, ἀλλ' αὐτὸς αὐτῷ προαπήντησε προθύμως. Καὶ οὐκ ἐβδελύξατο τὸν τράχηλον αὐτοῦ, ὡς ταῖς κηλῖσι τῆς ἀσωτίας κατάστικτον καὶ μεμιαμμένον· ἀλλὰ ταῖς ἀχράντοις αὐτοῦ χερσὶ περιλαβὼν κατεφίλησεν ἀπλήστως τὸν πάλαι ποτὲ ποθούμενον. Ὢ τῆς ἀφάτου τε καὶ φοβερᾶς εὐσπλαγχνίας. ὢ παραδόξου φιλανθρωπίας. ὢ ξένων καταλλαγῶν. Ἔπεισεν εὐθὺς τὸν Θεὸν εἰς ῥοπὴν μίαν μόνην καὶ συγκαταβῆναι τοῖς δάκρυσι, καὶ παραδραμεῖν πλῆθος τοσοῦτον. Ἐθαύμασας ἐνορῶν Θεὸν κολακεύοντα ἁμαρτωλόν; Ὢ τῆς στοργῆς τῶν σπλάγχνων τῶν πατρικῶν. ἁμαρτωλὸς ἐπὶ γῆς ἐδάκρυσε, καὶ ὁ μόνος ἀναμάρτητος οὐρανόθεν ἑαυτὸν πρὸς τὴν φιλανθρωπίαν ἐπέκλινε. Τίς εἶδέ ποτε ἁμαρτωλὸν ὑπὸ Θεοῦ κολακευόμενον· τίς εἶδέ ποτε τὸν δικαστὴν κατάδικον θεραπεύοντα; τίς εἶδέ ποτε κατάκριτον κολακευόμενον; Ἀλλ' ὅμως ὁ Θεὸς παρακαλεῖ, ὥς ποτε τὸν Ἰσραήλ. Λαός μου, φησὶ, τί ἠδίκησά σε, ἢ τί παρηνώχλησά σοι; Καὶ νῦν τὰ αὐτὰ γίνεται, καὶ ἐγένετο, ἐπειδὴ οὕτως εἴωθεν ὑφ' ἑαυτοῦ νικᾶσθαι ὁ Πατὴρ τῶν οἰκτιρμῶν καὶ Θεὸς πάσης παρακλήσεως. Οὐ μὴν ἠρκέσθη τούτοις ὁ ἄσωτος οὗτος υἱός· ἀλλὰ καὶ ἐν τοῖς τῆς μετανοίας ἀγαθοῖς ἄσωτος ὢν, οὐδὲ ἐνόμισεν αὐτῷ πρὸς τὸ πλῆθος τῶν ἁμαρτηθέντων τὴν τοσαύτην φιλανθρωπίαν πρὸς τὴν τελείαν σωτηρίαν ἀρκεῖν· ἀλλ' ἅπερ ἐμελέτησεν εἰπεῖν τῷ πατρὶ, ταῦτα καὶ παρὼν διελέγετο μετὰ τοῦ πρέποντος σχήματος· πάτερ, εἴ γε ὅλως ἔξεστί μοι πατέρα σε εἰπεῖν· εἰ μὴ καὶ τοῦτο μετὰ τῶν ἄλλων μου πταισμάτων, καλῶν σε πατέρα, ἐξαμαρτάνω· εἰ μὴ ὑβρίζω τῇ κλήσει τὸ ἀνύβριστον ὄνομα· εἰ μὴ κλείει μου τὰ χείλη τὸ συνειδός· εἰ μὴ δεσμεῖ μου τὴν γλῶτταν ὁ τρόπος τῆς πράξεως· εἰ μὴ κωλύει μου τὸν λόγον ὁ βίος· δέξαι, πάτερ ἅγιε, δέησιν ῥυπαρὰν ἐκ στόματος ῥυπαροῦ. Πάτερ κατὰ χάριν, καὶ δημιουργὲ κατὰ φύσιν, «Ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, καὶ οὐκ εἰμὶ ἄξιος κληθῆναι υἱός σου». Ἥμαρτον, ὁμολογῶ τὰ παραπτώματά μου, οὐ κρύπτω ἅπερ βλέπεις, οὐκ ἀρνοῦμαι ἅπερ ἐπίστασαι· ὡς ὑπεύθυνος πρόκειμαι, ὡς παράνομος κατακρίνομαι· ὡς κριτὴς ἐλέησόν με. Ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου. Δέδοικα εἰς τὸν οὐρανὸν τὰ ὄμματά μου ἀνατεῖναι· φοβοῦμαι γὰρ τοῦ στερεώματος τὴν μορφὴν, ὡς κατηγόρου φωνήν· εὐλαβοῦμαι ἐνατενίσαι τῷ φωτὶ θεότητος, ῥυπαροὺς ἔχων τοὺς τῆς διανοίας ὀφθαλμούς. Ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, καὶ οὐκ εἰμὶ ἄξιος κληθῆναι υἱός σου. Ἰδοὺ ἐμαυτὸν ἀνακηρύττω, ἐμαυτὸν κατακρίνω, κατ' ἐμαυτοῦ ἀποφαίνομαι. Οὐ δέομαι δικαστοῦ πρὸς ἀπόφασιν, οὐ δέομαι κατηγόρων πρὸς ἔλεγχον, οὐ δέομαι μαρτύρων πρὸς ἔγγραφα· ἔνδον ἔχω προκαθήμενον τὸ συνειδὸς, τὸν ἀπαραίτητον δικαστὴν ἐν τῇ ψυχῇ βαστάζω, τὸ φοβερὸν δικαστήριον· ἐν τῷ συνειδότι περιφέρω τοὺς μάρτυρας, ἐν τοῖς ἐμοῖς ὀφθαλμοῖς τοὺς κατηγόρους ἐπάγων· τὰ θέατρά μου κατηγορεῖ, αἱ ἱπποδρομίαι μου κατακράζουσιν, αἱ θεωρίαι τῶν θηριομαχούντων καταβοωσί μοι· ἡ ἀσωτία θριαμβεύει με, αἱ πράξεις μου στηλιτεύουσί με, ἡ παροῦσα γυμνότης φανεροῖ με, αὐτὰ τὰ ῥάκη τῆς αἰσχύνης, ἃ περιβέβλημαι, καταισχύνει με, καὶ οὐκ εἰμὶ ἄξιος κληθῆναι υἱός σου· Ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. Μήτε τῆς αὐλῆς σου ἀποπέμψῃς με, Δέσποτα, ἵνα μὴ πάλιν ὁ πολέμιος εὑρών με πεπλανημένον, ὡς αἰχμάλωτον ἀπαγάγῃ· μήτε πλησίον ἑλκύσῃς με τῆς φοβερᾶς σου καὶ μυστικὴς τραπέζης· οὐ γὰρ τολμῶ ὀφθαλμοῖς ἐναγέσιν ὁρᾷν τῶν ἁγίων τὰ ἅγια. Ἔασόν με στῆναι μετὰ τῶν κατηχουμένων, τῶν θυρῶν τῆς ἐκκλησίας ἔνδον, ἵνα θεωρῶν τὰ ἐν αὐτῇ τελούμενα μυστήρια, ποθήσω κατὰ μικρὸν ταῦτα πάλιν ἀναλαβεῖν· ἵνα τοῖς θείοις νάμασιν ἐπαντλούμενος, ἀποσμήξω τὴν αἰσχύνην τῶν αἰσχρῶν ᾀσμάτων, τὸν ῥύπον τὸν ἐγκείμενον ταῖς ἐμαῖς ἀκοαῖς ἵνα θεωρῶν τοὺς σοὺς μαργαρίτας ἁρπαζομένους παρὰ τῶν εὐσεβῶν ἀνδρῶν, ἐπιθυμήσω κἀγὼ κτήσασθαι χεῖρας ἀξίας τῆς τούτων ὑποδοχῆς. Ταῦτα τοῦ ἀσώτου προσκρούσαντος, καὶ μετὰ δακρύων βοῶντος, Εἶπεν ὁ πατὴρ πρὸς τοὺς δούλους αὐτοῦ. Πρὸς ποίους δούλους; Ἄκουε· πρὸς τοὺς ἱερεῖς καὶ λειτουργοὺς τῶν αὐτοῦ προσταγμάτων. Ἐξενέγκατε τὴν στολὴν τὴν πρώτην, καὶ ἐνδύσατε αὐτόν· ἐξενέγκατε τὴν στολὴν τὴν ἄνωθεν ὑφαντὴν, τὴν ἐκ τοῦ πνευματικοῦ πυρὸς καταρτιζομένην· ἐξενέγκατε τὴν στολὴν τὴν ἐν τοῖς ὕδασι τῆς κολυμβήθρας ὑφαινομένην. Ἐξενέγκατε τὴν στολὴν τὴν ἐκ τοῦ πνευματικοῦ πυρὸς κατασκευαζομένην, καὶ ἐνδύσατε αὐτόν. Ἐνδύσατε τὸν ἑαυτὸν ἀποδύσαντα, ἐνδύσατε τὸν νέον Ἀδὰμ, ὃν ἐγύμνωσεν ὁ διάβολος· ἐνδύσατε τὸν βασιλέα τῆς κτίσεως· κοσμήσατε τοῦτον, δι' ὃν τὸν κόσμον ἐκόσμησα· καλλωπίσατε τοῦ υἱοῦ μου τὰ φίλτατα μέλη· οὐ φέρω γὰρ αὐτὸν ἀκαλλώπιστον καθορᾷν· οὐ φέρω τὴν ἐμὴν εἰκόνα γεγυμνωμένην καταλιπεῖν· ἐμὸν ὄνειδος ἡγοῦμαι τὸ ὄνειδος τοῦ ἐμοῦ παιδὸς, ἐμὴν δόξαν ἡγοῦμαι τούτου τὴν εὔκλειαν.