Ancient Greek
Section 4
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In paralyticum demissum per tectum 4.1
Not analysed yet
Καὶ ἕτερα πολλὰ τοιαῦτα ἔστιν ἐκ τῶν Εὐαγγελίων ἀναλέγεσθαι, ἃ δοκεῖ μὲν ἐναντιώσεως ὑποψίαν ἔχειν, οὐκ ἔστι δὲ ἐναντίωσις, ἀλλὰ καὶ τὰ παρὰ τούτου καὶ τὰ παρ' ἐκείνου εἰρημένα γεγένηται· εἰ δὲ μὴ κατὰ τὴν αὐτὴν ὥραν, καὶ ὁ μὲν πρότερον, ὁ δὲ τὸ δεύτερον εἴρηκεν· ἐνταῦθα δὲ οὐδὲν τοιοῦτόν ἐστιν· ἀλλὰ τὸ πλῆθος τῶν εἰρημένων σημείων δείκνυσι καὶ τοῖς ὁπωσοῦν προσέχουσιν, ὅτι ἕτερος μὲν αὐτὸς ἦν, ἕτερος δὲ ἐκεῖνος. Οὐ μικρὰ δὲ καὶ αὕτη γένοιτ' ἂν ἀπόδειξις πρὸς τὸ δεῖξαι τοὺς εὐαγγελιστὰς συμφωνοῦντας ἀλλήλοις, καὶ οὐ μαχομένους. Ἂν μὲν γὰρ αὐτὸς ᾖ, πολλὴ ἡ μάχη· ἂν δὲ ἕτερος ἐκεῖνος, πᾶσα ἀμφισβήτησις λέλυται. Φέρε οὖν αὐτὰς τὰς αἰτίας εἴπωμεν, δι' ἃς οὔ φαμεν τοῦτον εἶναι ἐκεῖνον. Τίνες οὖν εἰσιν αὗται; Ὁ μὲν ἐν Ἱεροσολύμοις θεραπεύεται, οὗτος δὲ ἐν Καπερναοὺμ, καὶ ὁ μὲν παρὰ τὴν κολυμβήθραν τῶν ὑδάτων, οὗτος δὲ ἐν οἰκίσκῳ τινί· ἰδοὺ ἀπὸ τοῦ τόπου· κἀκεῖνος μὲν ἐν ἑορτῇ· ἰδοὺ ἀπὸ τοῦ καιροῦ κἀκεῖνος μὲν τριάκοντα καὶ ὀκτὼ ἔτη εἶχεν ἐν τῇ ἀσθενείᾳ· περὶ τούτου δὲ οὐδὲν τοιοῦτον ὁ εὐαγγελιστής· ἰδοὺ καὶ ἀπὸ τοῦ χρόνου· κἀκεῖνος μὲν ἐθεραπεύθη ἐν σαββάτῳ· ἰδοὺ καὶ ἀπὸ ἡμέρας· εἰ γὰρ ἐν σαββάτῳ ἐθεραπεύθη καὶ οὗτος, οὐδ' ἂν τοῦτο παρεσιώπησεν ὁ Ματθαῖος, οὐδ' ἂν ἡσύχασαν οἱ παρόντες Ἰουδαῖοι· οἱ γὰρ καὶ μὴ ἐν σαββάτῳ θεραπευθέντος αὐτοῦ δυσχεράναντες δι' ἄλλην αἰτίαν, πολλῷ μᾶλλον εἰ καὶ τὴν ἀπὸ τοῦ καιροῦ λαβὴν ἔσχον, οὐκ ἂν ἐφείσαντο τῶν ἐγκλημάτων τῶν κατὰ τοῦ Χριστοῦ. Καὶ οὗτος μὲν πρὸς τὸν Χριστὸν φέρεται· πρὸς ἐκεῖνον δὲ αὐτὸς ὁ Χριστὸς παραγίνεται, κἀκείνῳ μὲν οὐδεὶς ἄνθρωπος ἦν ὁ βοηθήσων· Κύριε γὰρ, φησὶν, ἄνθρωπον οὐκ ἔχω· οὗτος δὲ πολλοὺς εἶχε τοὺς προσήκοντας, οἳ καὶ διὰ τοῦ στέγους αὐτὸν ἐχάλασαν. Κἀκείνου μὲν πρὸ τῆς ψυχῆς τὸ σῶμα διώρθωσε· πρότερον γὰρ αὐτοῦ τὴν παράλυσιν σφίγξας, τότε φησίν· Ἴδε ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ πρότερον αὐτοῦ τὴν ψυχὴν ἰασάμενος (φησὶ γὰρ αὐτῷ· Θάρσει, τέκνον, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου), τότε τὴν παράλυσιν διώρθωσεν. Ὅτι μὲν οὖν οὐκ ἔστιν οὗτος ἐκεῖνος, ἀπὸ τούτων ἡμῖν σαφῶς ἀποδέδεικται, δεῖ δὲ λοιπὸν ἐπὶ τὴν ἀρχὴν τοῦ διηγήματος ἐλθόντας ἰδεῖν, πῶς μὲν τοῦτον, πῶς δὲ ἐκεῖνον ἐθεράπευσεν ὁ Χριστὸς, καὶ διὰ τί διαφόρως· διὰ τί τὸν μὲν ἐν σαββάτῳ, ἐκεῖνον δὲ οὐκ ἐν σαββάτῳ, καὶ πρὸς ἐκεῖνον μὲν αὐτὸς ἦλθε, τοῦτον δὲ ἀνέμεινε πρὸς αὐτὸν κομισθῆναι, καὶ διὰ τί ἐκείνου μὲν τὸ σῶμα πρότερον, τούτου δὲ τὴν ψυχὴν πρότερον ἰᾶται. Οὐ γὰρ ἁπλῶς οὐδὲ εἰκῆ ταῦτα ποιεῖ, σοφὸς ὢν καὶ προνοητικός. Προσέχωμεν τοίνυν, καὶ ἴδωμεν αὐτὸν θεραπεύοντα. Εἰ γὰρ ἐπὶ τῶν ἰατρῶν, ἐπειδὰν τέμνωσιν, ἢ καίωσιν, ἢ καὶ ἄλλῳ τρόπῳ πεπηρωμένον καὶ ἐξησθενηκότα ἀνατέμνωνται, καὶ κατατέμνωσι μέλος, πολλοὶ περιστοιχίζονται τόν τε ἄῤῥωστον καὶ τὸν ταῦτα ποιοῦντα ἰατρὸν, πολλῷ μᾶλλον ἡμᾶς ἐνταῦθα τοῦτο ποιεῖν χρὴ, ὅσῳ καὶ ἰατρὸς μείζων, καὶ τὸ νόσημα χαλεπώτερον, οὐκ ἀνθρωπίνῃ τέχνῃ, ἀλλὰ θείᾳ κατορθούμενον χάριτι. Κἀκεῖ μὲν καὶ δέρμα ἔστιν ἰδεῖν τεμνόμενον, καὶ ἰχῶρα ῥέοντα, καὶ σηπεδόνα κινουμένην, καὶ πολλὴν ἀηδίαν ἀπὸ τῆς θεωρίας ἐγγινομένην ὑπομεῖναι, καὶ πολλὴν ὀδύνην καὶ λύπην, οὐκ ἀπὸ τῆς ὄψεως τῶν τραυμάτων μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς ἀλγηδόνος τῶν καιομένων καὶ τῶν τεμνομένων· οὐδεὶς γὰρ οὕτω λίθινος, ὡς παρεστὼς τοῖς ταῦτα πάσχουσι, καὶ ἀκούων ὀλολυζόντων, οὐχὶ κατακλᾶται, καὶ συγχεῖται, καὶ πολλὴν τῇ ψυχῇ δέχεται τὴν ἀθυμίαν· ἀλλ' ὅμως διὰ τὴν ἐπιθυμίαν τῆς θεωρίας ταῦτα πάντα ὑπομένομεν. Ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον ἔστιν ἰδεῖν, οὐ πῦρ προσαγόμενον, οὐ σίδηρον βαπτιζόμενον, οὐχ αἷμα ῥέον, οὐ τὸν κάμνοντα ὀδυνώμενον, οὐκ ὀλολύζοντα· τὸ δὲ αἴτιον, ἡ σοφία τοῦ ἰατρεύοντος, οὐδενὸς δεομένη τούτων τῶν ἔξωθεν, ἀλλ' αὐτὴ ἑαυτῇ αὐτάρκης οὖσα. Ἀρκεῖ γὰρ ἐπιτάξαι μόνον, καὶ πάντα λύεται τὰ δεινά. Οὐ τοῦτο δέ ἐστι τὸ θαυμαζόμενον, ὅτι μετ' εὐκολίας τοσαύτης ποιεῖται τὴν ἰατρείαν, ἀλλ' ὅτι καὶ ἀνωδύνως, οὐδένα πόνον ἐπάγων τοῖς θεραπευομένοις. Ἐπεὶ οὖν καὶ μεῖζον τὸ θαῦμα, καὶ πλείων ἡ θεραπεία, καὶ καθαρὰ πάσης ἀθυμίας ἡ ἡδονὴ τοῖς θεωμένοις, φέρε μετὰ ἀκριβείας θεασώμεθα θεραπεύοντα τὸν Χριστόν. Καὶ ἐμβὰς εἰς πλοῖον διεπέρασε, καὶ ἦλθεν εἰς ἰδίαν πόλιν, καὶ ἰδοὺ προσήνεγκαν αὐτῷ παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον, καὶ ἰδὼν ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν εἶπε τῷ παραλυτικῷ· Θάρσει, τέκνον, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου. Τοῦ μὲν ἑκατοντάρχου ἐλάττους εἰσὶ κατὰ τὴν πίστιν, τοῦ δὲ ἐν τῇ κολυμβήθρᾳ μείζους. Ἐκεῖνος μὲν γὰρ οὔτε τὸν ἰατρὸν εἵλκυσεν, οὔτε τὸν ἄῤῥωστον πρὸς τὸν ἰατρὸν ἤγαγεν· ἀλλ' ὡς Θεῷ προσῆλθε, καί φησιν· Εἰπὲ λόγῳ μόνον, καὶ ἰαθήσεται ὁ παῖς μου. Οὗτοι δὲ τὸν μὲν ἰατρὸν εἰς τὴν οἰκίαν οὐχ εἵλκυσαν, καὶ κατὰ τοῦτό εἰσιν ἴσοι τῷ ἑκατοντάρχῃ· τὸν δὲ ἄῤῥωστον πρὸς τὸν ἰατρὸν ἐκόμισαν, καὶ κατὰ τοῦτό εἰσιν ἐλάττους, ὅτι οὐκ εἶπον, Εἰπὲ λόγῳ μόνον. Τοῦ μέντοι κειμένου πολὺ βελτίους οὗτοι. Ἐκεῖνος μὲν γὰρ λέγει· Κύριε, ἄνθρωπον οὐκ ἔχω, ἵνα, ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς τὴν κολυμβήθραν· οὗτοι δὲ ᾔδεισαν, ὅτι οὐδὲν δεῖ τῷ Χριστῷ, οὐχ ὑδάτων, οὐ κολυμβήθρας, οὐκ ἄλλου τοιούτου τινός· ἀλλ' ὅμως ὁ Χριστὸς οὐχὶ τὸν τοῦ ἑκατοντάρχου μόνον, ἀλλὰ καὶ τοῦτον κἀκεῖνον τῶν νοσημάτων ἀπήλλαξε, καὶ οὐκ εἶπεν· Ἐπειδὴ πίστιν ἐλάττονα προσήνεγκας, καὶ τὴν θεραπείαν ὡσαύτως λήψῃ· ἀλλὰ τὸν μείζονα ἐπιδειξάμενον μετ' ἐγκωμίων καὶ στεφάνων ἀπέπεμψεν εἰπών· Οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον. Τὸν δὲ ἐλάττονα προσενεγκάμενον ἐκείνου οὐκ ἐπῄνεσεν οὐδὲν, οὐ μὴν τῆς ὑγείας ἀπεστέρησεν, ἀλλ' οὐδὲ ἐκεῖνον τὸν οὐδεμίαν ἐπιδειξάμενον πίστιν. Ἀλλὰ καθάπερ ἰατροὶ τὸ αὐτὸ νόσημα θεραπεύοντες παρὰ μὲν τῶν ἑκατὸν χρυσίνους ἔλαβον, παρὰ δὲ τῶν ἡμίσεις, παρὰ τῶν ἐλάσσους, παρ' ἐνίων δὲ οὐδὲν ὅλως· οὕτω δὴ καὶ ὁ Χριστὸς, παρὰ μὲν τοῦ ἑκατοντάρχου πολλὴν καὶ ἄφατον ἐδέξατο πίστιν, παρὰ δὲ τούτου ἐλάττονα, παρ' ἐκείνου δὲ οὐδὲ τὴν τυχοῦσαν, καὶ ὅμως ἅπαντας ἐθεράπευσε. Τίνος οὖν ἕνεκεν καὶ τὸν οὐδὲν καταβαλόντα τῆς εὐεργεσίας ἠξίωσεν; Ὅτι οὐδὲ παρὰ ῥᾳθυμίαν, οὐδὲ παρὰ ἀναισθησίαν ψυχῆς, ἀλλὰ παρὰ τὸ ἀγνοεῖν τὸν Χριστὸν καὶ μηδὲν μηδέποτε μήτε μικρὸν μήτε μέγα ἀκηκοέναι περὶ αὐτοῦ θαῦμα, τὴν πίστιν οὐκ ἐπεδείξατο. Διὰ τοῦτο οὖν καὶ συγγνώμης ἀπήλαυσεν· ὅπερ οὖν καὶ ὁ εὐαγγελιστὴς αἰνιττόμενος ἔλεγεν· Οὐδὲ γὰρ ᾔδει, ὅστις ποτὲ ἦν, ἀλλ' ἐξ ὄψεως αὐτὸν μόνης ἐπέγνω, ὅτε ἐκ δευτέρου συνέτυχεν.