Ancient Greek
Section 5
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In paralyticum demissum per tectum 5.1
Not analysed yet
Τινὲς μὲν οὖν φασιν, ὅτι τῶν προσενεγκάντων πιστευσάντων μόνον, οὗτος ἐθεραπεύετο· ἀλλ' οὐκ ἔστι τοῦτο. Ἰδὼν γὰρ τὴν πίστιν αὐτῶν, οὐχὶ τῶν προσενεγκάντων μόνον, ἀλλὰ καὶ τοῦ προσενεχθέντος. Τί οὖν; ἑτέρου πιστεύσαντος ἕτερος οὐ θεραπεύεται; φησίν. Οὐκ ἔγωγε οἶμαι, πλὴν εἰ μή τι ἢ διὰ ἡλικίας ἄωρον, ἢ διὰ ὑπερβάλλουσαν ἀσθένειαν ἀδυνάτως ἔχει πρὸς τὸ πιστεῦσαι. Πῶς οὖν ἐπὶ τῆς Χαναναίας, φησὶν, ἐπίστευσε μὲν ἡ μήτηρ, ἐθεραπεύετο δὲ ἡ θυγάτηρ; καὶ τοῦ ἑκατοντάρχου δὲ ἀπιστήσαντος πῶς ὁ παῖς ἀνίστατο, καὶ διεσώζετο; Ὅτι οὐκ ἠδύναντο πιστεύειν οἱ νοσοῦντες. Ἄκουσον οὖν τί φησιν ἡ Χαναναία· Ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται, καὶ ποτὲ μὲν πίπτει εἰς τὸ ὕδωρ, ποτὲ δὲ εἰς τὸ πῦρ· ἡ δὲ σκοτουμένη καὶ δαιμονῶσα, καὶ μηδὲ ἐν ἑαυτῇ δυναμένη γενέσθαι ποτὲ, μηδὲ ὑγιαίνουσα, πῶς ἂν ἠδυνήθη πιστεῦσαι; Ὡς οὖν ἐπὶ τῆς Χαναναίας, οὕτω καὶ ἐπὶ τοῦ ἑκατοντάρχου· ἐν τῇ οἰκίᾳ ἐβέβλητο ὁ παῖς, οὐδὲ αὐτὸς εἰδὼς τὸν Χριστὸν, οὐδὲ ὅστις ποτὲ ἦν, πῶς οὖν ἤμελλε τῷ ἀγνοουμένῳ πιστεύειν, καὶ οὗ μηδεμίαν οὐδέπω πεῖραν εἰλήφει; Ἀλλ' οὐκ ἐπὶ τούτου ἔστι τοῦτο εἰπεῖν· ἀλλ' ἐπίστευσεν ὁ παράλυτος. Πόθεν τοῦτο δῆλον; Ἀπ' αὐτοῦ τοῦ τρόπου τῆς προσαγωγῆς. Μὴ γὰρ δὴ ἁπλῶς ἀκούσῃς, ὅτι καθῆκαν αὐτὸν διὰ τοῦ στέγους· ἀλλ' ἐννόησον, ὅσον ἐστὶν ἀῤῥωστοῦντα τοῦτο παθεῖν ἀνέχεσθαι. Ἴστε γὰρ δήπου τοῦτο, ὅτι οὕτω μικρόψυχοι καὶ δυσάρεστοι νοσοῦντές εἰσιν, ὡς καὶ τὰς ἐπὶ κλίνης θεραπείας διακρούεσθαι πολλάκις, καὶ αἱρεῖσθαι τὰς ἀπὸ τῶν νοσημάτων φέρειν ὀδύνας, ἢ τὴν ἀπὸ τῶν βοηθημάτων ὑπομένειν ἐπάχθειαν. Οὗτος δὲ καὶ τῆς οἰκίας προελθεῖν ἠνέσχετο, καὶ εἰς ἀγορὰν ἐμβαλεῖν βασταζόμενος, καὶ τοσούτων παρόντων ἑαυτὸν ἐπιδεῖξαι. Καὶ τοῦτο δὲ ἔθος τοῖς ἀῤῥωστοῦσιν ἐναποθανεῖν, ἢ τὰς οἰκείας ἐκκαλύψαι συμφοράς. Ἀλλ' οὐχ ὁ ἄῤῥωστος οὗτος οὕτως, ἀλλ' ἰδὼν τὸ θέατρον πεπληρωμένον, τὰς εἰσόδους ἀποτετειχισμένας, τὸν λιμένα ἀποκεκλεισμένον, διὰ τοῦ στέγους ἠνέσχετο χαλασθῆναι. Οὕτως εὐμήχανον ὁ πόθος, καὶ εὔπορον ἡ ἀγάπη. Καὶ γὰρ ὁ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται. Οὐκ εἶπε πρὸς τοὺς προσήκοντας αὐτῷ· Τί ποτε τοῦτό ἐστιν; τί θορυβεῖσθε; τί δὲ ἐπείγεσθε; Ἀνασχώμεθα κενωθῆναι τὸ δωμάτιον, διαλυθῆναι τὸ θέατρον· ἀναχωρήσουσιν οἱ συνειλεγμένοι, δυνησόμεθα κατιδίαν αὐτῷ προσελθεῖν, καὶ περὶ τούτων ἀνακοινώσασθαι. Τί δεῖ πάντων ὁρώντων εἰς μέσον προτεθῆναι τὰς ἐμὰς συμφορὰς, καὶ ἄνωθεν χαλᾶσθαι, καὶ ἀσχημονεῖν; Τούτων οὐδὲν ἐκεῖνος οὔτε πρὸς ἑαυτὸν, οὔτε πρὸς τοὺς κομίζοντας εἶπεν, ἀλλὰ κόσμον εἶναι ἐνόμιζε τὸ μάρτυρας τοσούτους ποιήσασθαι τῆς ἑαυτοῦ θεραπείας. Οὐκ ἀπὸ τούτου δὲ μόνον αὐτοῦ τὴν πίστιν ἦν ἰδεῖν, ἀλλὰ καὶ ἀπ' αὐτῶν τῶν τοῦ Χριστοῦ ῥημάτων. Ἐπειδὴ γὰρ ἐχαλάσθη καὶ προσηνέχθη, φησὶν αὐτῷ ὁ Χριστός· Θάρσει, τέκνον, ἀφέωνταί σοι αἱ ἁμαρτίαι. Καὶ ταῦτα ἀκούσας οὐκ ἠγανάκτησεν, οὐκ ἐδυσχέρανεν, οὐκ εἶπε πρὸς τὸν ἰατρόν· Τί ποτε τοῦτό ἐστιν; ἕτερον ἦλθον θεραπευθῆναι πάθος, καὶ ἕτερον αὐτὸς θεραπεύει; Σκῆψις ταῦτα καὶ πρόφασις, καὶ ἀσθενείας προκαλύμματα. Ἁμαρτίας ἀφίεις τὰς οὐχ ὁρωμένας; Οὐδὲν τούτων οὐκ εἶπεν, οὐκ ἐνενόησεν· ἀλλ' ἀνέμενεν ἐπιτρέπων τὸν ἰατρὸν ὁδῷ χρήσασθαι θεραπείας, ἧσπερ ἐβούλετο. Διὰ τοῦτο καὶ ὁ Χριστὸς οὐκ ἀπῆλθε πρὸς αὐτὸν, ἀλλ' ἀνέμεινεν αὐτὸν ἐλθεῖν, ἵνα ἐπιδείξῃ αὐτοῦ τὴν πίστιν πᾶσι. Μὴ γὰρ οὐκ ἠδύνατο τὴν εἴσοδον ποιῆσαι εὔκολον; Ἀλλ' οὐδὲν τούτων ἐποίησεν, ἵνα πᾶσιν αὐτοῦ τὴν σπουδὴν ἐπιδείξῃ, καὶ τὴν ζέουσαν πίστιν. Καθάπερ γὰρ πρὸς ἐκεῖνον τὸν τριάκοντα ὀκτὼ ἔτη ἔχοντα ἀπῄει διὰ τὸ μηδένα αὐτῷ παρεῖναι· οὕτω τοῦτον, ἐπειδὴ πολλοὺς εἶχε τοὺς προσήκοντας, ἀνέμεινεν ἐλθεῖν πρὸς αὐτὸν, ἵνα καὶ τούτου τὴν πίστιν ποιήσῃ δήλην διὰ τοῦ προσενεχθῆναι, κἀκείνου τὴν ἐρημίαν ἡμᾶς διδάξῃ διὰ τοῦ πρὸς αὐτὸν ἀπελθεῖν, καὶ τούτου τὴν σπουδὴν κἀκείνου τὴν ὑπομονὴν ἐκκαλύψῃ πᾶσι, καὶ μάλιστα τοῖς τότε παροῦσιν. Ἐπειδὴ γὰρ εἰώθασιν Ἰουδαῖοι βάσκανοί τινες καὶ μισάνθρωποι ταῖς τῶν πλησίον εὐεργεσίαις φθονεῖν, καὶ νῦν ἀπὸ τοῦ καιροῦ τοῖς θαύμασιν ἐπισκήπτειν λέγοντες, ὅτι ἐν σαββάτῳ θεραπεύει, νῦν δὲ ἀπὸ τοῦ βίου τῶν εὐεργετουμένων λέγοντες· Εἰ ἦν προφήτης οὗτος, ᾔδει τίς ἦν ἡ γυνὴ ἡ ἁπτομένη αὐτοῦ· οὐκ εἰδότες, ὅτι ἰατροῦ μάλιστα τοῦτό ἐστι τὸ τοῖς ἀῤῥωστοῦσιν ἀναμίγνυσθαι, καὶ παρὰ τοὺς νοσοῦντας ἀεὶ φαίνεσθαι, ἀλλὰ μὴ φυγεῖν αὐτοὺς μηδὲ ἀποπηδᾷν. Ὅπερ οὖν καὶ πρὸς ἐκείνους ἀποτεινόμενος ἔλεγεν· Οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ' οἱ κακῶς ἔχοντες. Ἵνα οὖν μὴ τὰ αὐτὰ πάλιν ἐγκαλῶσι, πρότερον δείκνυσιν ὡς ἄξιοι τῆς θεραπείας εἰσὶν οἱ προσιόντες διὰ τὴν πίστιν, ἣν ἐκδείκνυνται. Διὰ τοῦτο κἀκείνου τὴν ἐρημίαν, καὶ τούτου τὴν ζέουσαν πίστιν καὶ προθυμίαν ἔδειξε· διὰ τοῦτο ἐκεῖνον μὲν ἐν σαββάτῳ ἐθεράπευσε, τοῦτον δὲ οὐκ ἐν σαββάτῳ· ἵν', ὅταν ἴδῃς καὶ ἐν ἑτέρᾳ ἡμέρᾳ ἐγκαλοῦντας καὶ ἐπιτιμῶντας τῷ Χριστῷ, μάθῃς, ὅτι καὶ τότε οὐ διὰ τὴν τοῦ νόμου παρατήρησιν ἐνεκάλουν, ἀλλὰ τὴν οἰκείαν βασκανίαν φέρειν οὐκ ἔχοντες. Διὰ τί δὲ οὐκ ἐπὶ τὸ τὴν παράλυσιν ὀρθῶσαι πρότερον ἦλθεν, ἀλλά φησι· Θάρσει, τέκνον, ἀφέωνταί σου αἱ ἁμαρτίαι; Καὶ τοῦτο σφόδρα σοφῶς. Καὶ γὰρ τοῖς ἰατροῖς ἔθος ἐστὶ μὴ πρότερον τὰ νοσήματα λύειν, ἀλλὰ τὰς πηγὰς αὐτῶν ἀναιρεῖν. Οἷον πολλάκις ὑπὸ πονηροῦ χυμοῦ καὶ διεφθαρμένου ῥεύματος ἐνοχλουμένων ὀφθαλμῶν, ἀφεὶς ὁ ἰατρὸς τὴν νοσοῦσαν θεραπεῦσαι κόρην, τῆς κεφαλῆς ἐπεμελήσατο, ἔνθα ἡ ῥίζα καὶ ἡ πηγὴ τῆς ἀῤῥωστίας ἦν· οὕτω καὶ ὁ Χριστὸς ἐποίησε, τὴν πηγὴν ἀναστέλλει τῶν κακῶν πρότερον. Πηγὴ γὰρ κακῶν καὶ ῥίζα καὶ μήτηρ πάντων ἐστὶ τῆς ἁμαρτίας ἡ φύσις. Αὕτη τὰ σώματα ἡμῶν παραλύει· αὕτη τὰς νόσους ἐπάγει· διὰ τοῦτο καὶ ἐνταῦθά φησι· Θάρσει, τέκνον, ἀφέωνταί σου αἱ ἁμαρτίαι· κἀκεῖ φησιν· Ἰδοὺ ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τί σοι γένηται, δηλῶν ἀμφοτέροις, ὅτι ἐξ ἁμαρτημάτων ἐτέχθησαν αὗται αἱ νόσοι. Καὶ ἐν ἀρχῇ καὶ ἐν προοιμίοις τῆς κτίσεως ἐξ ἁμαρτίας ἡ νόσος εἰς τὸ τοῦ Κάϊν κατέσκηψε σῶμα. Καὶ γὰρ ἐκεῖνος μετὰ τὴν ἀδελφοκτονίαν, μετὰ τὴν παρανομίαν ἐκείνην, τότε παρελύθη τὸ σῶμα. Τὸ γὰρ τρέμειν οὐδὲν ἕτερόν ἐστιν ἢ παράλυσις. Καὶ γὰρ ὅταν ἡ τὸ ζῶον οἰκονομοῦσα δύναμις ἀσθενεστέρα γένηται, οὐκέτι δυναμένη πάντα διαβαστάζειν τὰ μέλη, ἀφίησιν αὐτὰ τῆς οἰκείας προνοίας, εἶτα χαλασθέντα ἐκεῖνα τρέμει καὶ περιφέρεται.