Ancient Greek
ΟΜΙΛΙΑ Πρὸς τοὺς ἐγκαταλείψαντας τὴν σύναξιν τῆς Ἐκκλησίας, καὶ εἰς τὸ μὴ παρατρέχειν τὰς ἐπιγραφὰς τῶν θείων Γραφῶν, καὶ εἰς τὸ ἐπίγραμμα τοῦ βωμοῦ, καὶ εἰς τοὺς νεοφωτίστους.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In principium Actorum (homiliae 1-4) 4.1
Not analysed yet
Τοιαύτη γὰρ ἡ τοῦ Πνεύματος δύναμις. Οὕτω καὶ ὁ Δαυῒδ ἐποίησέ ποτε· ἐξῆλθε γυμνὸς τῶν ὅπλων, ἵνα φανῇ γυμνὴ ἡ τοῦ Θεοῦ χάρις. Μηδὲν γὰρ, φησὶν, ἀνθρώπινον ἔστω, ὅταν Θεὸς ὑπὲρ ἡμῶν πολεμῇ. Ἐξῆλθε τοίνυν γυμνὸς τῶν ὅπλων, καὶ κατήνεγκε τὸν πύργον ἐκεῖνον. Εἶτα ἐπειδὴ ὅπλα οὐκ εἶχε, δραμὼν ἥρπασε τὴν μάχαιραν τοῦ Γολιὰθ, καὶ οὕτω τὴν κεφαλὴν ἐξέτεμε τὴν τοῦ βαρβάρου· οὕτω καὶ Παῦλος ἐποίησεν ἐπὶ τοῦ ἐπιγράμματος τούτου. Καὶ ἵνα σαφέστερος γένηται ὁ τῆς νίκης τρόπος, καὶ τὴν δύναμιν ὑμῖν τοῦ ἐπιγράμματος ἐρῶ. Εὗρε τοίνυν ὁ Παῦλος ἐν Ἀθήναις βωμὸν, ἐν ᾧ ἐπεγέγραπτο Ἀγνώστῳ Θεῷ. Τίς δὲ ἦν ὁ ἀγνοούμενος, ἀλλ' ἢ ὁ Χριστός; Εἶδες πῶς ἐξῃχμαλώτισε τὸ ἐπίγραμμα, οὐκ ἐπὶ κακῷ τῶν γραψάντων, ἀλλ' ἐπὶ σωτηρίᾳ αὐτῶν καὶ προνοίᾳ; Τί οὖν; Οἱ Ἀθηναῖοι διὰ τὸν Χριστὸν ἔγραψαν τοῦτο, φησίν; Εἰ διὰ τὸν Χριστὸν ἔγραψαν οἱ Ἀθηναῖοι, οὐκ ἦν οὕτω θαυμαστόν· ἀλλὰ τοῦτό ἐστι τὸ θαυμαστὸν, ὅτι ἐκεῖνοι μὲν ἄλλως ἔγραψαν, οὗτος δὲ ἴσχυσεν ἄλλως αὐτὸ μεταβαλεῖν. Πρότερον ἀναγκαῖον εἰπεῖν τίνος ἕνεκεν οἱ Ἀθηναῖοι ἔγραψαν, Ἀγνώστῳ Θεῷ. Τίνος οὖν ἕνεκεν ἔγραψαν; Πολλοὺς εἶχον θεοὺς ἐκεῖνοι, μᾶλλον δὲ πολλοὺς δαίμονας· Πάντες γὰρ οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια. Εἶχον καὶ ἐπιχωρίους, καὶ ξένους. Ὁρᾶτε ὅσος ὁ κατάγελως. Εἰ γὰρ Θεός ἐστιν, οὐκ ἔστι ξένος· τῆς γὰρ οἰκουμένης ἁπάσης Δεσπότης ἐστί. Τούτων τοίνυν τοὺς μὲν παρὰ πατέρων εἶχον δεξάμενοι, τοὺς δὲ ἀπὸ τῶν πλησίον ἐθνῶν, οἷον ἀπὸ Σκυθῶν, ἀπὸ Θρᾳκῶν, ἀπὸ Αἰγυπτίων· καὶ εἰ τῆς ἔξωθεν παιδεύσεως ἦτε ἔμπειροι, καὶ ταύτας ἂν ὑμῖν ἀνέγνων τὰς ἱστορίας πάσας. Ἐπεὶ οὖν οὐκ ἐξ ἀρχῆς πάντας ἐδέξαντο, ἀλλὰ κατὰ μικρὸν εἰσηνέχθησαν αὐτοῖς, οἱ μὲν ἐπὶ τῶν πατέρων, οἱ δὲ ἐπὶ τῆς γενεᾶς τῆς ἑαυτῶν, συνελθόντες εἶπον πρὸς ἀλλήλους· ὅτι Ὥσπερ τούτους ἠγνοοῦμεν, φασὶν, ἔπειτα ὕστερον αὐτοὺς ἐδεξάμεθα καὶ ἐγνωρίσαμεν, οὕτω συμβαίνει καὶ ἄλλον εἶναι ἀγνοούμενον, καὶ ὄντα μὲν Θεὸν, οὐ γνωριζόμενον δὲ ὑφ' ἡμῶν· καὶ διὰ τοῦτο λανθάνει ἀμελούμενος, καὶ μηδὲ θεραπευόμενος. Τί οὖν ἵνα γένηται; Ἔστησαν βωμὸν, καὶ ἔγραψαν, Ἀγνώστῳ Θεῷ, τοῦτο λέγοντες διὰ τοῦ ἐπιγράμματος· ὅτι Καὶ εἴ τίς ἐστι θεὸς ἕτερος οὐδέπω γνωρισθεὶς ἡμῖν, κἀκεῖνον θεραπεύσωμεν. Ὅρα ὑπερβολὴν δεισιδαιμονίας. Διὰ τοῦτο ὁ Παῦλος ἀρχόμενος ἔφη, Κατὰ πάντα ὡς δεισιδαιμονεστέρους ὑμᾶς ὁρῶ· οὐ γὰρ τοὺς γνωρίμους ὑμῖν δαίμονας θεραπεύετε μόνον, ἀλλὰ καὶ τοὺς οὐδέπω γνωρισθέντας ὑμῖν. Ἐκεῖνοι μὲν διὰ τοῦτο ἐπέγραψαν, Ἀγνώστῳ Θεῷ, ὁ δὲ Παῦλος ἡρμήνευσεν. Οἱ μὲν γὰρ τοῦτο περὶ ἄλλων ἔλεγον, αὐτὸς δὲ αὐτὸ μετέστησεν ἐπὶ τὸν Χριστὸν, αἰχμαλωτίσας τὸ νόημα, καὶ μεθ' ἑαυτοῦ στήσας ἐν τῇ παρατάξει τῇ ἑαυτοῦ· Ὃν γὰρ ἀγνοοῦντες εὐσεβεῖτε ὑμεῖς, τοῦτον ἐγὼ καταγγέλλω, φησίν· ἄγνωστος γὰρ Θεὸς οὐδεὶς ἄλλος ἐστὶν ἢ ὁ Χριστός. Καὶ ὅρα σύνεσιν πνευματικήν. Ἔμελλον αὐτῷ μετὰ ταῦτα ἐγκαλεῖν, ὅτι Ξενίζοντα εἰσφέρεις δόγματα εἰς τὰς ἀκοὰς ἡμῶν, ὅτι καινοτομεῖς, ὅτι θεὸν εἰσφέρεις, ὃν οὐκ ἴσμεν. Βουλόμενος τοίνυν ἀπαλλαγῆναι τῆς ὑποψίας τῆς κατὰ τὴν καινοτομίαν, καὶ δεῖξαι ὅτι οὐ ξένον κηρύττει θεὸν, ἀλλ' ὃν προλαβόντες διὰ τῆς θεραπείας ἐτίμησαν, ἐπήγαγε καὶ εἶπεν· ὅτι Ὃν ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτον ἐγὼ καταγγέλλω ὑμῖν. Ὑμεῖς με προελάβετε, φησίν· ἔφθασεν ὑμῶν ἡ θεραπεία τὸ ἐμὸν κήρυγμα. Μὴ τοίνυν ἐγκαλεῖτε, ὅτι ξένον εἰσφέρω θεόν· τοῦτον γὰρ καταγγέλλω, ὃν ὑμεῖς ἀγνοοῦντες θεραπεύετε, οὐκ ἀξίῳ μὲν αὐτοῦ τρόπῳ, θεραπεύετε δὲ ὅμως. Οὐ γὰρ τοιοῦτος βωμὸς ἵσταται τῷ Χριστῷ, ἀλλὰ βωμὸς ἔμψυχος καὶ πνευματικός· ἀλλ' ἀπὸ τούτου ὑμᾶς καὶ πρὸς ἐκεῖνον ἀναγαγεῖν δύναμαι. Οὕτω καὶ Ἰουδαῖοι τὸ παλαιὸν ἐθεράπευον· ἀλλ' ἀπέστησαν ἀπὸ τῆς σωματικῆς θεραπείας, καὶ ἦλθον ἐπὶ τὴν πνευματικὴν οἱ πιστεύσαντες ἅπαντες. Εἶδες σοφίαν Παύλου; εἶδες σύνεσιν; εἶδες πῶς αὐτοὺς ἐχειρώσατο, οὐκ ἀπὸ Εὐαγγελίων, οὐκ ἀπὸ προφητικῶν, ἀλλὰ ἀπὸ ἐπιγράμματος; Μὴ παράτρεχε τοίνυν, ἀγαπητὲ, τὴν ἐπιγραφὴν τῶν θείων λογίων· ἂν μὲν νήφῃς καὶ ἐγρήγορος ᾖς, καὶ ἐν ἀλλοτρίοις εὑρίσκεις τι χρήσιμον· ἂν δὲ ῥᾴθυμος καὶ ἀναπεπτωκὼς, οὐδὲ ἀπὸ τῶν θείων Γραφῶν ἔσται σοί τι πλέον. Ὥσπερ γὰρ ὁ εἰδὼς κερδαίνειν, πανταχόθεν κερδαίνει· οὕτω καὶ ὁ μὴ εἰδὼς, κἂν θησαυρὸν εὕρῃ, κενὸς ἄπεισι. Βούλεσθε εἴπω καὶ ἕτερόν τι τοιοῦτον ἐπιχείρημα, ὅπερ ἄλλος μὲν μεθ' ἑτέρας ἐφθέγξατο διανοίας, ὁ δὲ εὐαγγελιστὴς πρὸς ἑαυτὸν μετέθηκε τῶν εἰρημένων τὴν δύναμιν; Οὐκοῦν προσέχετε ἀκριβῶς, ἵνα μάθητε, ὅτι κἀκεῖνος ᾐχμαλώτισε τὸ νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ· ἵνα μάθητε, ὅτι εἰ τὰ ἀλλότρια αἰχμαλωτίζειν δυνάμεθα, πολλῷ μᾶλλον ἐν τοῖς οἰκείοις ἐμπορευσόμεθα καὶ κερδανοῦμεν. Ὁ Καϊάφας ἀρχιερεὺς ἦν τοῦ ἐνιαυτοῦ ἐκείνου· καὶ γὰρ καὶ τοῦτο τῆς Ἰουδαϊκῆς ἐγένετο πονηρίας· κατῄσχυνον γὰρ τὸ τῆς ἱερωσύνης ἀξίωμα, ὠνητοὺς ποιήσαντες ἀρχιερέας. Ἔμπροσθεν δὲ οὐχ οὕτως ἦν, ἀλλὰ τῇ τελευτῇ μόνῃ κατελύετο ἡ ἱερωσύνη τοῦ ἀρχιερέως· τότε δὲ καὶ ζῶντες παρελύοντο τῆς τιμῆς. Ἀρχιερεὺς τοίνυν ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου ὁ Καϊάφας, καθώπλιζε κατὰ τοῦ Χριστοῦ τοὺς Ἰουδαίους, καὶ ἔλεγεν· ὅτι δεῖ τοῦτον ἀποθανεῖν, ἐγκαλεῖν μὲν οὐδὲν ἔχων, βασκανίᾳ δὲ τηκόμενος. Τοιοῦτον γὰρ ὁ φθόνος· τῶν εὐεργεσιῶν τοιαύτας ἀποδίδωσι τὰς ἀμοιβάς. Ὅθεν καὶ τὴν αἰτίαν διδάσκων τῆς ἐπιβουλῆς, ἔλεγε· Συμφέρει ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ, καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται. Τούτου τοῦ ῥήματος ἡ δύναμις ὅρα πῶς μεθ' ἡμῶν ἐγένετο· ἵνα μάθῃς ὅτι τὸ μὲν ῥῆμα ἦν τοῦ ἱερέως, τὸ δὲ νόημα ἠδυνήθη γενέσθαι πνευματικόν. Συμφέρει ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ, καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται. Τοῦτο δὲ οὐκ ἔλεγεν ἀφ' ἑαυτοῦ, φησὶν, ἀλλ' ὅτι ἀρχιερεὺς ἦν τοῦ ἐνιαυτοῦ ἐκείνου, προεφήτευσεν, ὅτι δεῖ τὸν Χριστὸν ἀποθανεῖν, οὐ μόνον ὑπὲρ Ἰουδαίων, ἀλλὰ καὶ ὑπὲρ ὅλου τοῦ ἔθνους· διὰ τοῦτο καὶ ἔλεγεν, ὅτι Συμφέρει ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ, καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται. Εἶδες δύναμιν Θεοῦ, πῶς τὴν γλῶτταν τῶν ἐχθρῶν ἀναγκάζει τὰ ὑπὲρ τῆς ἀληθείας λέγειν;