Ancient Greek
ΟΜΙΛΙΑ Πρὸς τοὺς ἐγκαταλείψαντας τὴν σύναξιν τῆς Ἐκκλησίας, καὶ εἰς τὸ μὴ παρατρέχειν τὰς ἐπιγραφὰς τῶν θείων Γραφῶν, καὶ εἰς τὸ ἐπίγραμμα τοῦ βωμοῦ, καὶ εἰς τοὺς νεοφωτίστους.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In principium Actorum (homiliae 1-4) 5.1
Not analysed yet
Ἵνα μὲν οὖν μὴ παρατρέχωμεν τὰς ἐπιγραφὰς τῶν θείων Γραφῶν, ἀρκούντως ταῦτα εἴρηται. ἐὰν μνημονεύητε· ἐβουλόμην δὲ εἰπεῖν, καὶ τίς ὁ γράψας τὸ βιβλίον, καὶ πότε, καὶ τίνος ἕνεκεν ἔγραψεν. Ἀλλὰ τέως ταῦτα κατέχωμεν· ἐκεῖνα δὲ εἰς τὴν ἐπιοῦσαν, ἐὰν ὁ Θεὸς θέλῃ, ἀποδώσομεν. Βούλομαι γὰρ λοιπὸν πρὸς τοὺς νεοφωτίστους ἀγαγεῖν τὸν λόγον. Νεοφωτίστους δὲ λέγω, οὐχὶ τοὺς πρὸ δύο καὶ τριῶν, οὐδὲ πρὸ δέκα ἡμερῶν φωτισθέντας μόνον, ἀλλὰ καὶ τοὺς πρὸ ἐνιαυτοῦ, καὶ τοὺς πρὸ πλείονος χρόνου· καὶ γὰρ καὶ τούτους οὕτω χρὴ καλεῖν. Εἰ γὰρ πολλὴν σπουδὴν ἐπιδεικνύμεθα περὶ τὴν ἑαυτῶν ψυχὴν, ἔξεστι καὶ μετὰ δέκα ἔτη εἶναι νεοφωτίστους, ἐὰν τὴν νεότητα τὴν ἀπὸ τοῦ φωτίσματος ἐγγινομένην ἡμῖν διασώσωμεν. Οὐδὲ γὰρ ὁ χρόνος ποιεῖ νεοφώτιστον, ἀλλ' ὁ βίος ὁ καθαρός· ἐγχωρεῖ γὰρ καὶ μετὰ δύο ἡμέρας ἀπολέσαι τὸ ἀξίωμα τῆς προσηγορίας τὸν μὴ προσέχοντα. Καὶ τούτου παράδειγμα ὑμῖν ἐρῶ, πῶς νεοφώτιστος εὐθέως ἀπώλεσε μετὰ δύο ἡμέρας καὶ τὴν χάριν τοῦ νεοφωτίστου καὶ τὴν τιμήν. Λέγω δὲ τὸ παράδειγμα, ἵνα ἰδόντες τὸ πτῶμα, ἀσφαλίσησθε τὴν ἑαυτῶν σωτηρίαν. Οὐ γὰρ ἀπὸ τῶν ἑστώτων ὑμᾶς μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν ὑπεσκελισμένων διορθοῦσθαι χρὴ καὶ θεραπεύειν. Σίμων ὁ μάγος μετεβάλετο, φησὶ, καὶ βαπτισθεὶς προσκαρτερῶν ἦν τῷ Φιλίππῳ, θεωρῶν τὰ σημεῖα· ἀλλὰ μετ' ὀλίγας ἡμέρας εὐθέως ἐπανῆλθεν ἐπὶ τὴν ἑαυτοῦ κακίαν, καὶ διὰ χρημάτων ἐβούλετο τὴν σωτηρίαν πρίασθαι. Τί οὖν φησι τῷ νεοφωτίστῳ ὁ Πέτρος; Εἰς χολὴν πικρίας καὶ σύνδεσμον ἀδικίας ὁρῶ σε ὄντα· διὸ δεήθητι τοῦ Κυρίου, εἰ ἄρα ἀφεθήσεταί σοι ἡ κακία αὕτη. Οὔπω ἐνέβη εἰς τοὺς ἀγῶνας, καὶ εὐθέως ἔπεσεν εἰς πτῶμα ἀσύγγνωστον. Ὥσπερ οὖν ἔστι μετὰ δύο ἡμέρας πεσεῖν, καὶ ἀπολέσαι τὴν προσηγορίαν τοῦ νεοφωτίστου καὶ τὴν χάριν, οὕτω καὶ μετὰ δέκα ἔτη καὶ εἴκοσι καὶ μέχρι τῆς ἐσχάτης ἡμέρας ἔστιν ἔχειν καὶ λαμπρὸν τοῦτο καὶ σεμνὸν ὄνομά τε καὶ πρᾶγμα. Καὶ τούτου μάρτυς ἀπόστολος Παῦλος, ἐν γήρᾳ διαλάμψας μειζόνως. Ἐπειδὴ γὰρ ἡ νεότης αὕτη οὐκ ἀπὸ φύσεως, ἀλλ' ἑκατέρας προαιρέσεως ἡμεῖς ἐσμεν κύριοι, καὶ τὸ γηρᾶσαι καὶ μεῖναι νέους ἐν ἡμῖν ἐστι κείμενον. Ἐπὶ μὲν γὰρ τοῦ σώματος κἂν ἅπαντά τις ἐπισπουδάζῃ, κἂν ἅπαντά τις πραγματεύηται, καὶ μὴ κατατρίβῃ τὸ σῶμα, κἂν ποιῇ μένειν ἔνδον, κἂν μὴ κατατείνῃ τοῖς πόνοις αὐτὸ καὶ τοῖς συνεχέσιν ἔργοις, πάντως κατὰ τὸν τῆς φύσεως νόμον καὶ οὕτως αὐτὸ καταλήψεται τὸ γῆρας· ἐπὶ δὲ τῆς ψυχῆς οὐχ οὕτως· ἀλλ' ἂν μὴ κατατρίβῃς αὐτὴν, μηδὲ κατατείνῃς πόνοις βιωτικοῖς καὶ κοσμικαῖς φροντίσι, μένει διαπαντὸς ἀκραιφνῆ τὴν νεότητα διατηροῦσα. Οὐχ ὁρᾶτε τούτους τοὺς ἀστέρας τοὺς ἐν τοῖς οὐρανοῖς; Ἑξακισχίλια λοιπὸν ἡμῖν ἔτη φαίνουσι, καὶ οὐδεὶς αὐτῶν ἀμαυρότερος γέγονεν. Εἰ δὲ ἔνθα φύσις, οὕτως ἔμεινεν ἀκμαῖον τὸ φῶς· ἔνθα προαίρεσις, οὐ πολλῷ μᾶλλον μενεῖ τοιοῦτον, οἷον ἐξ ἀρχῆς ἔλαμψε; Μᾶλλον δὲ, ἐὰν ἐθέλωμεν, οὐ τοιοῦτον μόνον μενεῖ, ἀλλὰ καὶ λαμπρότερον ἔσται, ὡς καὶ πρὸς αὐτὰς ἁμιλλᾶσθαι τὰς ἡλιακὰς ἀκτῖνας. Βούλει μαθεῖν πῶς ἔξεστι καὶ μετὰ χρόνον εἶναι νεοφωτίστους; Ἄκουσον τί φησιν ὁ Παῦλος πρὸς ἀνθρώπους πρὸ πολλοῦ τοῦ χρόνου πεφωτισμένους· Ἐν οἷς φαίνεσθε ὡς φωστῆρες ἐν κόσμῳ, λόγον ζωῆς ἐπέχοντες εἰς καύχημα ἐμοί. Ἀπεδύσασθε τὸ παλαιὸν καὶ διεῤῥωγὸς ἱμάτιον, ἠλείψασθε τὸ μύρον τὸ πνευματικὸν, ἐλεύθεροι πάντες ἐγένεσθε· μηδεὶς λοιπὸν ἐπὶ τὴν δουλείαν ἐπανερχέσθω τὴν προτέραν. Πόλεμός ἐστι τὰ πράγματα καὶ ἀγών. Οὐδεὶς ἀγωνίζεται δοῦλος, οὐδεὶς στρατεύεται οἰκέτης· ἀλλ' ἐὰν ἁλῷ δοῦλος ὢν, μετὰ τιμωρίας ἐκβάλλεται τοῦ τῶν στρατιωτῶν καταλόγου. Οὐκ ἐπὶ τῆς στρατείας δὲ ταύτης, ἀλλὰ καὶ ἐπὶ τῶν Ὀλυμπιακῶν ἀγώνων τὸ αὐτὸ τοῦτο ἔθος κρατεῖ. Μετὰ γὰρ τὰς τριάκοντα ἡμέρας τὰς ἐνταῦθα ἀναγαγόντες αὐτοὺς εἰς τὸ προάστειον περιάγουσι, καὶ τοῦ θεάτρου καθημένου παντὸς, βοᾷ ὁ κήρυξ, Μή τις τούτου κατηγορεῖ; ὥστε αὐτὸν ἀποσκευασάμενον τῆς δουλείας τὴν ὑποψίαν, οὕτως εἰς τοὺς ἀγῶνας ἐμβῆναι. Εἰ δὲ ὁ διάβολος οὐ δέχεται δούλους εἰς τοὺς ἀγῶνας τοὺς ἑαυτοῦ, πῶς σὺ τολμᾷς δοῦλος γενόμενος τῆς ἁμαρτίας εἰς τοὺς ἀγῶνας ἐμβῆναι τοῦ Χριστοῦ; Ἐκεῖ μὲν ὁ κήρυξ λέγει, Μή τις τούτου κατήγορος; ἐνταῦθα δὲ ὁ Χριστὸς οὐχ οὕτω λέγει· ἀλλὰ κἂν ἅπαντες αὐτοῦ κατηγορήσωσι πρὸ τοῦ βαπτίσματος, λέγει, Ἐγὼ δέξομαι αὐτὸν, καὶ ἀποσκευάσομαι τῆς δουλείας, καὶ ποιήσας ἐλεύθερον εἰς τοὺς ἀγῶνας εἰσάξω. Εἶδες φιλανθρωπίαν ἀγωνοθέτου; Οὐ ζητεῖ τὰ πρότερα, ἀλλὰ τῶν μετὰ ταῦτα εὐθύνας ἀπαιτεῖ. Ὅτε δοῦλος ἦς, μυρίους εἶχες κατηγόρους, τὸ συνειδὸς, τὰ ἁμαρτήματα, τοὺς δαίμονας ἅπαντας. Οὐδείς με, φησὶν, ἐκείνων ἐκίνησε κατὰ σοῦ, οὐδὲ ἐνόμισά σε ἀνάξιον τῶν ἀγώνων τῶν ἐμῶν, ἀλλ' ἐδεξάμην εἰς τὰ παλαίσματα, οὐκ ἀπὸ τῆς ἀξίας τῆς σῆς, ἀλλ' ἀπὸ τῆς ἐμῆς φιλανθρωπίας. Μένε τοίνυν καὶ ἀγωνίζου, κἂν τρέχειν δέῃ, κἂν πυκτεύειν, κἂν παγκρατιάζειν· μὴ ἀδήλως, μηδὲ ἁπλῶς, μηδὲ εἰκῆ. Ἄκουσον τί ἐποίησεν ὁ Παῦλος· Εὐθέως ἀπὸ τῶν ναμάτων ἀναβὰς, αὐτίκα ἀπὸ τοῦ βαπτίσματος ἠγωνίζετο, ἐκήρυττεν ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ· καὶ συνέχυνε τοὺς Ἰουδαίους ἀπὸ πρώτης. Ἀλλ' οὐ δύνασαι κηρῦξαι σὺ, οὐδὲ ἔχεις διδασκαλικὸν λόγον; Οὐκοῦν δίδαξον διὰ τῶν ἔργων καὶ τῆς πολιτείας, διὰ τῆς λαμπρότητος τῶν πράξεων. Λαμψάτω γὰρ, φησὶ, τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Οὐ δύνασαι συγχέειν Ἰουδαίους διὰ τῆς φωνῆς; Ποίησον αὐτοὺς συγχυθῆναι διὰ τῆς πολιτείας, ποίησον καὶ Ἕλληνας θορυβηθῆναι διὰ τῆς μεταβολῆς. Ὅταν γὰρ ἴδωσι τὸν πρὸ τούτου ἀσελγῆ, τὸν πονηρὸν, τὸν ἠμελημένον, τὸν διεφθαρμένον, ἀθρόον μεταβεβλημένον, καὶ μετὰ τῆς μεταβολῆς τῆς κατὰ τὴν χάριν, μεταβολὴν τὴν κατὰ τὴν πολιτείαν ἐνδεικνύμενον, οὐ συγχυθήσονται καὶ ἐροῦσιν, ὅπερ ἐπὶ τοῦ τυφλοῦ οἱ Ἰουδαῖοι ἔλεγόν ποτε, Οὗτός ἐστιν, οὐκ ἔστιν οὗτος, αὐτός ἐστι; Συγκεχυμένων γὰρ ταῦτα τὰ ῥήματα, ἀμφιβάλλειν περὶ τοῦ γνωρίμου, διαστασιάζειν πρὸς ἑαυτοὺς, τῷ οἰκείῳ συνειδότι μὴ πιστεύειν, μηδὲ τοῖς ἑαυτῶν ὀφθαλμοῖς. Ἀπέβαλεν ἐκεῖνος τὴν σωματικὴν πήρωσιν, ἀπέβαλες σὺ τὴν ψυχικὴν πήρωσιν· ἀνέβλεψεν ἐκεῖνος εἰς τὸν ἥλιον τοῦτον, ἀνάβλεψον σὺ πρὸς τὸν ἥλιον τῆς δικαιοσύνης. Ἐπέγνως τὸν Δεσπότην· ἄξια τοίνυν πρᾶξον τῆς ἐπιγνώσεως· ἵνα καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτύχῃς, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ δόξα, τιμὴ, κράτος, ἅμα τῷ ἁγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.