Ancient Greek · ~15 min
ΨΑΛΜ. ΡΑʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Psalmos 101-107 [Sp.] 1.1
Not analysed yet
Πρόῤῥησιν μὲν ὁ ψαλμὸς ἔχει τῆς ἐν Βαβυλῶνι τοῦ λαοῦ τῶν Ἰουδαίων ταλαιπωρίας καὶ τῆς ἐκεῖθεν ἐπανόδου· προαγορεύει δὲ κατὰ ταὐτὸν καὶ τῶν ἐθνῶν τὴν κλῆσιν καὶ σωτηρίαν· ἁρμόττει καὶ παντὶ συμφορᾷ τινι προσπαλαίοντι, καὶ τῆς θείας ῥοπῆς τυχεῖν ἱκετεύοντι. Πτωχὸν γὰρ καλεῖ τὸν τῆς θείας ἐνδεῆ προμηθείας, συμβάλλων αὐτὸν τῷ μακαριζομένῳ κατὰ τὸ, Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι. Πᾶς τοιγαροῦν τῷ Θεῷ ἀνακείμενος, πτωχεύων ἐν τοῖς τοῦ βίου πράγμασι. παρὰ δὲ τῷ Θεῷ πλουτῶν, ἀκηδιᾷ λυπούμενος, ἢ, Ἀθυμεῖ, κατὰ τὸν Σύμμαχον, ἐπὶ τῇ τῶν πολλῶν κακίᾳ τε καὶ ἀπωλείᾳ· οἷος ἦν ὁ λέγων· Οἴμοι, ψυχή. ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει· καὶ ὁ εἰπὼν, Οὐκ ἔστι ποιῶν χρηστότητα. Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, καὶ ἡ κραυγή μου πρὸς σὲ ἐλθέτω. Ἡ μὲν προσευχὴ τὴν ἱκετηρίαν δηλοῖ τὴν πρὸς τὸν Θεὸν, καὶ τὴν παράκλησιν· ἡ δὲ δέησις τὴν αἴτησιν τὴν περὶ ὧν βούλεται αὐτῷ δεομένῳ παρασχεθῆναι. Λέγει δέ· Δέξαι μου τὴν ἱκετηρίαν, ὦ Δέσποτα, καὶ ποτνιωμένῳ τὴν σὴν βοήθειαν ὄρεξον. Τὴν γὰρ κραυγὴν, Οἰμωγὴν ὁ Σύμμαχος εἴρηκεν. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ. Ἀποστρέφει ὁ Θεὸς τὸ πρώσωπον αὐτοῦ ἀπό τινων προσευχομένων κατὰ τρόπους πλείονας· ἤτοι τῶν αἰτουμένων μὴ παρακαλούντων λαβεῖν ἃ πρέπει Θεῷ χαρίζεσθαι, καὶ αὐτοῖς λυσιτελεῖ λαβεῖν· ἢ τῷ μὲν, ἃ ἁρμόζει Θεῷ παρέχειν, αἰτεῖσθαι μὴ μὴν αὐτοὺς καιρὸν ἔχειν τὸ ὠφελίμως χωρῆσαι ταῦτα. Εἰσὶ δὲ καὶ οἱ ἐπὶ τὸ ἁμαρτάνειν τυχεῖν τινων ἀξιοῦντες. Ὁ ἅγιος οὖν παρακαλῶν λέγει· Μὴ εἴη τοιαῦτά με αἰτῆσαι, ἐφ' οἷς ἀνανεύσας ἀποστρέφεις ἀπ' ἐμοῦ τὸ πρόσωπον. Εὔχομαι δὲ, οὐχ ὅπως μὴ θλιβῶ, ἀδύνατον γὰρ τοῦτο, ἀλλ' ὅπως θλιβόμενος μὴ ἡττηθῶ, καὶ ὅπως τῇ ἐλπίδι χαρῶ, ὑπομένων ταῖς θλίψεσι, καυχώμενος ἐν αὐταῖς. Ἐν ᾗ ἂν ἡμέρᾳ θλίβωμαι, κλῖνον πρός με τὸ οὖς σου· ἐν ᾖ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε, ταχὺ ἐπάκουσόν μου. Δηλοῖ καὶ ταῦτα τοῦ ψαλμοῦ τὰ ῥήματα, ὡς μελλόντων ἐστὶ πρόῤῥησις, καὶ οὐ γεγενημένων διήγησις. Ἐπειδὴ γὰρ ἐν εὐκληρίᾳ πολλῇ καὶ περιφανείᾳ ἐτύγχανεν ὢν ὁ λαὸς ἐν τῇ τοῦ θεσπεσίου Δαυῒδ βασιλείᾳ, εἰκότως ὁ προφήτης τῷ ἐκείνων κεχρημένος προσώπῳ προσφέρει τὴν ἱκετείαν, καὶ τυχεῖν ἀντιβολεῖ τῆς θείας κηδεμονίας, ἡνίκα ἂν γένοιτο τούτου καιρός. Ὅτι ἐξέλιπον ὡσεὶ καπνὸς αἱ ἡμέραι μου, καὶ τὰ ὀστᾶ μου ὡσεὶ φρύγιον συνεφρύγησαν. Ἐντεῦθεν κατὰ τὸ οἰκεῖον ἰδίωμα τὰς ἐσομένας ὡς γεγενημένας συμφορὰς διηγεῖται, καί φησι καπνῷ παραπλησίως τὸν τῆς ζωῆς ἀναλωθῆναι χρόνον, καὶ ἐξ ἀθυμίας δαλὸν ξηρὸν γεγενῆσθαι τὸ σῶμα, ὡς ὑπό τινος καταφλεχθὲν πυρὸς προσβολῆς. Οὕτω γὰρ καὶ ὁ Ἀκύλας ἡρμήνευσε· Καὶ τὰ ὀστᾶ μου, ὡς καῦσις ἐψαθυρώθη. Ἐπλήγην ὡσεὶ χόρτος, καὶ ἐξηράνθη ἡ καρδία μου. Ἀλλὰ γὰρ καὶ χόρτῳ παραπλησίως ἀπέσβην, καὶ τὸ πρότερον ἄνθος ἀπώλεσα. Ὅτι ἐπελαθόμην τοῦ φαγεῖν τὸν ἄρτον μου· ἀπὸ φωνῆς τοῦ στεναγμοῦ μου ἐκολλήθη τὸ ὀστοῦν μου τῇ σαρκί μου. Πάσης μὲν γὰρ τροφῆς ἀπεβαλόμην ὄρεξιν, τῆς δὲ προτέρας εὐπαθείας παντελῶς ἐγυμνώθην· τῇ γὰρ ἐξ ἀθυμίας τηκεδόνι κατηναλώθη τὸ σῶμα, γυμνοῖς δὲ τοῖς ὀστέοις ἐπίκειταί μου τὸ δέρμα. Ὡμοιώθην πελεκᾶνι ἐρημικῷ· ἐγενήθην ὡσεὶ νυκτικόραξ ἐν οἰκοπέδῳ. Ἠγρύπνησα, καὶ ἐγενόμην ὡς στρουθίον μονάζον ἐπὶ δώματος. Πολλαῖς κέχρηται παραβολαῖς, ἀξίως βουλόμενος παραστῆσαι τὰς συμφοράς· δι' ἑκάστου δὲ τῶν εἰρημένων ὀρνίθων τὴν δειλίαν δηλοῖ καὶ τοῦ κηδεμόνος τὴν ἐρημίαν. Τό τε γὰρ στρουθίον ὑπ' ἀγωνίας ἐξελαύνει τὸν ὕπνον, καὶ ὁ νυκτικόραξ τὰς οἰκουμένας φεύγων τῶν οἰκιῶν, ταῖς ἐρήμοις καὶ καταλελυμέναις προστρέχει. Τὰ γὰρ οἰκόπεδα, Ἐρείπια ὁ Σύμμαχος εἴρηκεν. Οὕτω καὶ τὸ ἄλλο ὄρνεον ταῖς ἐρήμοις ἐνδιαιτᾶται. Ὅλην τὴν ἡμέραν ὠνείδιζόν με οἱ ἐχθροί μου, καὶ οἱ ἐπαινοῦντές με κατ' ἐμοῦ ὤμνυον. Καταγέλαστος ἐγενόμην τοῖς δυσμενέσι, καὶ ὁ ποτὲ ζηλωτὸς καὶ περίβλεπτος, νῦν ὅρκος γέγονα τοῖς πάλαι θαυμάζουσι· κατὰ γὰρ τῶν ἐμῶν ὀμνύουσι συμφορῶν· μὴ πάθοιμι, ἃ οἱ δεῖνες πεπόνθασιν. Ὅτι σποδὸν ὡσεὶ ἄρτον ἔφαγον, καὶ τὸ πόμα μου μετὰ κλαυθμοῦ ἐκίρνων, ἀπὸ προσώπου τῆς ὀργῆς σου καὶ τοῦ θυμοῦ σου.