Ancient Greek
ΨΑΛΜ. ΡΑʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Psalmos 101-107 [Sp.] 2.1
Not analysed yet
Ταῦτα καὶ ἐν τῷ ἑβδομηκοστῷ καὶ ἐννάτῳ ψαλμῷ ἔφη· Ψωμιεῖς ἡμᾶς ἄρτον δακρύων, καὶ ποτιεῖς ἡμᾶς ἐν δάκρυσιν ἐν μέτρῳ· τὴν δὲ τῆς ὀδύνης ὑπερβολὴν διὰ τούτων δηλοῖ. Εἰ γὰρ ὁ τῆς τροφῆς καιρὸς ὀδύνης ὑπῆρχε μεστὸς, σχολῇ γε ἄλλος καιρὸς ταύτης ἐλεύθερος ἂν ἦν. Τούτοις δὲ, φησὶ, περικλύζομαι τοῖς κακοῖς, ἐπειδὴ, Δέσποτα, κεκίνηκας κατ' ἐμοῦ τὴν ὀργήν· Ὅτι ἐπάρας κατέῤῥαξάς με. Ἐδοξάσθη γὰρ ὅ τε λαὸς καὶ ὁ ναὸς χρηματίζοντος τοῦ Θεοῦ· καὶ ὅσον ἐπήρθη, κατέπεσεν, ὁ μὲν λαὸς ἀπαχθεὶς, ἐρημωθεὶς δὲ μετὰ τῆς Ἱερουσαλὴμ ὁ ναὸς, ἐν οἷς ὁ νόμος καὶ ἡ κατ' αὐτὸν ἐτελεῖτο λατρεία, σκιὰν ἔχοντα τῶν μελλόντων ἀγαθῶν· καὶ ἦρτο καὶ ταῦτα ἐκ μέσου. Λέγει δὲ καὶ τὸ καθ' ἑαυτόν. Ὑψηλόν με γὰρ δείξας καὶ περίβλεπτον ἀποφήνας, ἐξαίφνης ἀπέῤῥιψας. Τὸ γὰρ, Κατέῤῥαξας, ἐκ μεταφορᾶς τέθεικε τῶν ἐπαιρόντων εἰς ὕψος τι, καὶ κατὰ τοῦ ἐδάφους καταῤῥηγνύντων. Αἱ ἡμέραι μου ὡσεὶ σκιὰ ἐκλίθησαν· κἀγὼ ὡσεὶ χόρτος ἐξηράνθην. Παρ' αὐτάς εἰμι, φησὶ, τὰς τοῦ βίου δυσμὰς, καὶ ἔοικα σκιᾷ κλινάσῃ καὶ ληγούσῃ λοιπόν· καὶ χόρτου δὲ μιμοῦμαι τὴν ξηρότητα, τῶν θεριζόντων προσκαλούμενος τὰς χεῖρας. Σὺ δὲ, Κύριε, εἰς τὸν αἰῶνα μένεις, καὶ τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν. Τὰ μὲν ἀνθρώπινα τοιαῦτα, διὰ κακίαν μετὰ τὴν ἔπαρσιν ταπεινούμενα, καὶ μηδέποτε μένοντα ὅπερ εἰσί· σὺ δὲ μηδὲν ἔχων ἐπίκηρον, ἄτρεπτός τε καὶ ἀναλλοίωτος, καὶ αἱ παρὰ σοῦ δὲ ἐπαγγελίαι βέβαιοι· καὶ μὴ τῇ παρούσῃ γενεᾷ, φησὶν, ἀλλ' ἑτέρᾳ, περὶ ἧς τὸ, Ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρχομένη· καὶ τὸ, Γραφήτω αὕτη εἰς γενεὰν ἑτέραν. Τὸ γὰρ τῶν ἐπαγγελιῶν σου μνημόσυνον πληρωθήσεται, καὶ μεταβολήν τινα τῶν παρόντων κακῶν ῥᾳδίως ἂν ἐπιχαρίσαιο. Διό φημι θαῤῥῶν, ὅτι τὴν Σιὼν ἀναστήσεις· τοῦτο γὰρ ἐπιφέρει· Σὺ ἀναστὰς οἰκτειρήσεις τὴν Σιὼν, ὅτι καιρὸς τοῦ οἰκτειρῆσαι αὐτὴν, ὅτι ἥκει καιρός. Δὸς, φησὶ, μεταβολὴν ἀμείνω τῇ συμφορᾷ· ὁ γὰρ καιρὸς τὸν ἔλεον ἀπαιτεῖ. Αἰνίττεται δὲ διὰ τούτων τῆς τοῖς ἑβδομήκοντα ἔτεσι περιωρισμένης τιμωρίας τὸ τέλος. Οὕτω καὶ ὁ θαυμάσιος Δανιὴλ ἀριθμήσας τῆς αἰχμαλωσίας τὸν χρόνον, προσφέρει τὴν ἱκετηρίαν κατὰ τὸν Ζαχαρίαν εἰπόντα· Κύριε παντοκράτωρ, μέχρι τίνος οὐ μὴ ἐλεήσῃς τὴν Ἱερουσαλήμ; Τούτοις συνᾴδει καὶ τῆς πνευματικῆς μελῳδίας τὰ ῥήματα· Ὅτι καιρὸς τοῦ οἰκτειρῆσαι αὐτὴν, ὅτι ἥκει καιρός. Οἶμαι δὲ προφητεύειν ἐν τούτοις τοῦ Θεοῦ Λόγου αὐτοῦ δὴ τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τὴν εἰς ἀνθρώπους ἐπιφάνειαν, αἰτίαν ἐσομένην τῆς ἀνοικοδομῆς τῆς Σιών. Ἔνθα δὴ γενόμενος, μή μοι τὴν ἐπὶ γῆς πόλιν ὑπολάμβανε, μηδὲ τὴν ἐπίγειον Ἱερουσαλὴμ νόμιζε δηλοῦσθαι, ἀλλὰ τοῦ τῆς εὐσεβείας πολιτεύματος τὴν ἀνανέωσιν. Οὗτος γάρ ἐστιν ὁ καιρὸς, περὶ οὗ αὐτὸς διὰ Ἡσαΐου φησί· Καιρῷ δεκτῷ ἐπήκουσά σου. Τοῦτον δὲ καὶ ὁ Παῦλος πεπληρῶσθαι τὸν καιρὸν, ἐπιδημήσαντος τοῦ Σωτῆρος, γράφει λέγων· Ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος. Ὅτι εὐδόκησαν οἱ δοῦλοί σου τοὺς λίθους αὐτῆς, καὶ τὸν χοῦν αὐτῆς οἰκτειρήσουσιν. Λίθοι ἅγιοι κυλίονται ἐπὶ τῆς γῆς, εἴρηταί που ἐν προφήταις. Ἀλλὰ καὶ ὁ Πέτρος, Ὑμεῖς δὲ πάντες λίθοι ζῶντες, φησὶν, οἰκοδομεῖσθε οἶκος πνευματικὸς εἰς ἱεράτευμα ἅγιον. Τοῦτον δὲ καλεῖ τὸν τρόπον τοὺς εἰς τὴν οἰκοδομὴν τῆς Ἐκκλησίας τοῦ Θεοῦ παραλαμβανομένους. Διὰ γὰρ τῆς συμφυΐας καὶ ἁρμονίας τῆς πρὸς ἀλλήλους, διά τε τοῦ τὰ αὐτὰ φρονεῖν καὶ τὰ αὐτὰ λέγειν, τῷ τε αὐτῷ νοῒ καὶ τῇ αὐτῇ γνώμῃ στοιχεῖν, ἕνα οἶκον ἀπεργάζονται τῷ Θεῷ. Τούτους δὲ οὖν τοὺς λίθους ηὐδόκησαν οἱ δοῦλοί σου, δηλαδὴ οἱ προφῆται. Οὗτοι γὰρ θείῳ Πνεύματι προορῶντες τῆς μελλούσης οἰκοδομεῖσθαι καθ' ὅλης τῆς οἰκουμένης νέας Σιὼν τοὺς ἐξ ἁπάντων τῶν ἐθνῶν συναχθησομένους εἰς τὴν οἰκοδομὴν λίθους ηὐδόκησαν, ἀρεσθέντες ἐν αὐτοῖς. Εἴποις δ' ἂν χοῦν εἶναι τῆς νενοημένης ἡμῖν Σιὼν ἤτοι τοὺς χοϊκώτερον μὲν βιοῦντας, τοῖς δὲ λίθοις τῆς οἰκοδομῆς συναριθμουμένους· ὅθεν καὶ οἴκτου τυγχάνειν ἀξιοῖ τοὺς ἐκ τῶν Ἰουδαίων ἔθνους εἰσέτι καὶ νῦν χοϊκώτερον θεοσεβεῖν προσποιουμένους, καὶ διὰ τοῦτο χοῦν ὀνομαζομένους. Οἴκτου καὶ ἐλέους ἀξίους εἶναί φησι. Διὸ οἱ δοῦλοι τοῦ Θεοῦ τούτους μὲν οἰκτειρήσειν προφητεύονται, τοὺς δὲ λίθους τῆς νέας οἰκοδομῆς εὐδοκιμήσειν. Ἢ λίθους τοὺς πιστεύσαντας τῷ Χριστῷ μετὰ τὴν ἀνάστασίν φησι, δούλους δὲ, τοὺς ἁγίους ἀποστόλους, δι' ὧν ἐσώθησαν οἱ πιστεύσαντες εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Καὶ φοβηθήσονται τὰ ἔθνη τὸ ὄνομα Κυρίου, καὶ πάντες οἱ βασιλεῖς τῆς γῆς τὴν δόξαν σου. Αἴτιον τούτων τὸ ἀπὸ τῆς Σιὼν εἰς πᾶσαν γενόμενον τὴν οἰκουμένην κήρυγμα. Καλῶς δὲ εἶπε, Φοβηθήσονται· τότε γὰρ αὐτοῦ τὸν φόβον τὰ ἔθνη οὐκ ἐκέκτηντο· ἀφ' οὗ δὲ τοῖς ἀποστόλοις προσέταξε, Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη. Ἀλλὰ μὴν καὶ Οἱ βασιλεῖς τῆς γῆς, οὐ τινὲς, ἀλλὰ Πάντες· διόπερ ἐρείσματα τῶν βασιλέων καὶ τοὺς δικαίους λέγεσθαι· αὐτοχειροτόνητοι γὰρ οὗτοι· μᾶλλον δὲ τὰ παρὰ Θεοῦ χειροτονηθέντες βασιλεῖς, διὰ τὸ δεσπόζειν τῶν ἡδονῶν, καὶ φυλάξαι τὴν βασιλικὴν εἰκόνα, τυγχάνουσιν. Ὅτι οἰκοδομήσει Κύριος τὴν Σιὼν, καὶ ὀφθήσεται ἐν τῇ δόξῃ αὐτοῦ. Ἐπειδὴ γὰρ οἱ τὰς θείας ἀγνοοῦντες οἰκονομίας, ἀσθένειαν ὑπελάμβανον τοῦ Θεοῦ τὴν Ἰουδαίων δουλείαν καὶ τῆς Ἱερουσαλὴμ τὴν ἐρημίαν, εἰκότως ἐκάλεσε δόξαν τοῦ Θεοῦ τὴν τῆς πόλεως νεουργίαν· ἀντὶ τοῦ, πάλιν τῆς Σιὼν οἰκοδομηθείσης, ἐν τῇ προτέρᾳ δόξῃ πάντες ὄψονται τὸν τῶν ὅλων Θεόν. Ἡνίκα πάντως μέσος τοῦ χοροῦ τῶν ἀποστόλων ἵστατο, τότε ἐν τῇ δόξῃ αὐτοῦ δηλαδὴ τοῖς σημείοις τῶν παθημάτων ἐφαίνετο· φησὶ γὰρ πρὸς τὸν Θωμᾶν· Φέρε τὸν δάκτυλόν σου ὧδε, καὶ ἴδε τὰς χεῖράς μου, καὶ τὰ ἑξῆς. Δόξαν δὲ τὰ πάθη καλεῖ, ἐπειδὴ δι' αὐτῶν τὴν οἰκουμένην ὑπέταξε. Νοήσεις δὲ καὶ ἑτέρως τὸ, Οἰκοδομήσει Κύριος τὴν Σιών. Γενόμενος γὰρ σὰρξ ὁ Θεὸς Λόγος, καὶ σκηνώσας ἐν ἡμῖν, ᾠκοδόμησε τὴν Ἐκκλησίαν, πνευματικῶς Σιὼν ὀνομαζομένην. Ὀφθήσεται ἐν τῇ δόξῃ αὐτοῦ, ὅταν σκηνώσαντος ἐν ἡμῖν αὐτοῦ θεασώμεθα Τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ Πατρὸς, πλήρης χάριτος καὶ ἀληθείας. Ἐπέβλεψεν ἐπὶ τὴν προσευχὴν τῶν ταπεινῶν, καὶ οὐκ ἐξουδένωσε τὴν δέησιν αὐτῶν.