Ancient Greek · ~22 min
ΨΑΛΜ. ΡΒʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Psalmos 101-107 [Sp.] 1.1-2
Not analysed yet
Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. Μέση οὖσα ἡ ψυχὴ, τὸ μὲν σῶμα πρὸς ἡδονὰς κατασπᾷ, τὸ δὲ πνεῦμα πρὸς Θεὸν ἀνέλκει, προστάττον αὐτὸν εὐλογεῖν, τουτέστι θεολογεῖν καὶ δοξάζειν διαπαντός. Τῶν δὲ τριῶν καὶ Παῦλος ἐμνήσθη λέγων· Ὁ δὲ Θεὸς καταρτίσαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον τὸ σῶμα καὶ τὸ πνεῦμα καὶ ἡ ψυχὴ τηρηθείη. Τοῦτο δὲ λέγεται τὸ πνεῦμα τὸ ἀνθρώπου τὸ ἐν αὐτῷ, περὶ οὗ πάλιν φησί· Προσεύξομαι τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ. Μέμνηται δὲ καὶ Μωϋσῆς σώματος μὲν ἐν τῷ, Ἔλαβεν ὁ Θεὸς χοῦν ἀπὸ τῆς γῆς, καὶ ἔπλασε τὸν ἄνθρωπον· ψυχῆς δὲ ἐν τῷ, Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν· τοῦ δὲ πνεύματος, λέγων· Καὶ ἐνεφύσησεν ὁ Θεὸς εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς. Πάσας δὲ τῆς ψυχῆς τὰς δυνάμεις παρακαλεῖ τὸ πνεῦμα τὸν Θεὸν εὐλογεῖν, οἷον τὴν νοερὰν, τὴν λογικὴν, τὴν θυμικὴν, τὴν ἐπιθυμητικὴν, τὴν δοξαστικὴν, τὴν φαντασιαστικὴν, τὴν αἰσθητικὴν, ἃς δὴ πάσας εἶπεν, Ἐντός· ὅπερ ἑρμηνεύων ὁ Παῦλός φησιν· Εἴτε ἐσθίετε, εἴτε πίνετε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε. Καὶ τὰ ἐντὸς δὲ τοῦ σώματος, ὕμνον προξενεῖ τῷ Θεῷ· ἀλλὰ καὶ διὰ τῶν ὀργανικῶν τοῦ σώματος μερῶν τὰς ἐνεργητικὰς τῆς ψυχῆς δυνάμεις πρὸς ὕμνον κινεῖ. Καὶ οἱ τὴν ψυχὴν δὲ λέγοντες εἶναι τοῦ πνεύματος, οὐχ ὡς ψυχοῦσαν αὐτό φασιν, ἀλλ' ὡς ὑπὸ τὴν αὐτοῦ κηδεμονίαν τυγχάνουσαν. Τὴν λογικὴν δὲ δύναμιν ἐντὸς εἶναι λέγει, καθ' ἃ καὶ τὴν βασιλείαν τῶν οὐρανῶν ἐντὸς ἡμῶν ἔλεξεν ὁ Σωτήρ. Καὶ αἱ ψυχικαὶ δὲ δυνάμεις ἠρεμοῦσαι μὲν, ὧν δύνανται ποιῆσαι καλῶν, ἐντὸς εἶναι λέγονται· κινηθεῖσαι δὲ ταῖς ἐνεργείαις εἰς ἄτοπα, τῶν ἐντὸς ἐξιέναι. Ὃν δὴ νῦν πρὸς ὕμνον ἀνακινεῖ τοῦ Θεοῦ. Ἁρμόττει οὖν πᾶσι τὸ λέγειν, Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. Οἱ γὰρ εὐγνωμόνως περὶ τὰς θείας χάριτας διακείμενοι, εἰς ὑμνῳδίαν ἑαυτοὺς διεγείρουσι, τὸν εὐεργέτην οἷς δυνατὸν ἀμειβόμενοι. Δυνατὸν δὲ ὑμνεῖν ἀεὶ, καὶ τῶν εὐεργεσιῶν ἔναυλον περιφέρειν τὴν μνήμην. Οὗτοι καὶ πάντα τὰ ἐντὸς καθιεροῦσι, καὶ πάντα λογισμὸν εἰς τὸν θεῖον ὕμνον ἀνακινοῦσιν. Ἐντὸς γὰρ ἐκάλεσε τοὺς λογισμοὺς καὶ τὰς ἐνθυμήσεις καὶ πάντα τῆς ψυχῆς τὰ κινήματα. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ. Πάλιν ἑαυτὴν ἡ ψυχὴ διεγείρειν διδάσκεται, καὶ τῆς λήθης ἐξελαύνειν τὸ νέφος, καὶ τῶν εὐεργεσιῶν ἀνανεοῦσθαι τὴν μνήμην. Ὁ γὰρ τῶν θείων εὐεργεσιῶν μεμνημένος οὐ παύεται τοῦτον ὑμνῶν. Τὰς μέντοι Ἀνταποδόσεις, Εὐεργεσίας ὁ Σύμμαχος εἴρηκεν. Εἶτα ταύτας κατὰ μέρος διέξεισι. Τὸν εὐϊλατεύοντα πάσαις ταῖς ἀνομίαις σου, τὸν ἰώμενον πάσας τὰς νόσους σου. Οὗτος γάρ σοι δεδώρηται τῶν ἁμαρτημάτων τὴν ἄφεσιν, οὗτός σοι κεχάρισται τῶν παθημάτων τὴν ἴασιν. Τούτων ὁ παρειμένος ἀπήλαυσεν. Ἤκουσε γὰρ, Ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου· καὶ, Ἆρον τὸν κράββατόν σου, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. Οὕτως ἡ ἁμαρτωλὸς γυνὴ τετύχηκε τῆς ἰάσεώς τε καὶ ἀφέσεως· οὕτως ὁ λῃστὴς, οὕτως οἱ τελῶναι, οὕτως ἅπαντες οἱ πιστεύσαντες. Τὸν λυτρούμενον ἐκ φθορὰς τὴν ζωήν σου. Τοὺς μὲν ἀπαχθέντας ἐν Βαβυλῶνι δορυαλώτους δουλείας μὲν ἠλευθέρωσε, τῆς δὲ φθαρτῆς οὐκ ἀπήλλαξε βιοτῆς· ἡμῖν δὲ κεχάρισται τῆς ἀναστάσεως τὰς ἐλπίδας, καὶ τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος ἔδωκε, καὶ τὸν τῆς ἀφθαρσίας ἡμᾶς ἐνέδυσε χιτῶνα. Τὸν στεφανοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς. Χάριτί ἐστε σεσωσμένοι, βοᾷ ὁ θεῖος Ἀπόστολος· καὶ τοῦτο οὐκ ἐξ ὑμῶν· Θεοῦ τὸ δῶρον, ἵνα μή τις καυχήσηται· καὶ πάλιν, Χριστὸς Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ· ἀλλ' ἠλεήθην, ἵνα ἐν ἐμοὶ πρώτῳ ἐνδείξηται Χριστὸς Ἰησοῦς τὴν πᾶσαν αὑτοῦ μακροθυμίαν πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν ἐπ' αὐτῷ εἰς ζωὴν αἰώνιον. Χάριτος τοίνυν καὶ φιλανθρωπίας ὁ στέφανος. Οὕτω καὶ ὁ θεσπέσιος Ἡσαΐας ἐκ προσώπου τῆς νύμφης βοᾷ· Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ· ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου, καὶ χιτῶνα εὐφροσύνης περιέβαλέ με, ὡς νυμφίῳ περιέθηκέ με μίτραν, καὶ ὡς νύμφην κατεκόσμησέ με κόσμῳ· καὶ μετ' ὀλίγα, Καὶ ἔσῃ στέφανος κάλλους ἐν χειρὶ Κυρίου, καὶ διάδημα βασιλείας ἐν χειρὶ Θεοῦ σου. Ταῦτα δὲ ἅπαντα ἕδνα τοῦ νυμφίου καὶ δῶρα. Πίστιν γὰρ ἡ νύμφη προσενήνοχε μόνην. Τὸν ἐμπιπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου. Ἐπειδή ἐστιν ἐπιθυμία ψεκτὴ, ἣν καὶ ὁ θεῖος νόμος ἀπαγορεύει, καλῶς τὸ, Ἐν ἀγαθοῖς, προστέθεικε· τὰς γὰρ ἀγαθὰς ἡμῶν ἐπιθυμίας ὁ Δεσπότης πληροῖ. Αἰτεῖτε γὰρ, φησὶ, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν. Πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται. Αἰτεῖτε δὲ τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα ἐκ περισσοῦ προστεθήσεται ὑμῖν. Ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου. Ταύτην δὲ πάλιν τὴν νεουργίαν ἡμῖν ὁ Δεσπότης διὰ τοῦ παναγίου βαπτίσματος ἐδωρήσατο, καὶ τῆς ἁμαρτίας ἀποξύσας τὸ γῆρας, νέους ἀντὶ γεγηρακότων εἰργάσατο. Συνῳδὰ τούτοις διὰ Ἡσαΐου τοῦ προφήτου φησὶν ὁ Θεός· Οἱ δὲ ὑπομένοντες μεταλλάξουσιν ἰσχὺν, πτεροφυήσουσιν ὡς ἀετοί. Ἐπειδὴ γὰρ τοὺς θείους καὶ βασιλικοὺς δημιουργηθέντες ἐδεξάμεθα χαρακτῆρας, εἶτα τούτους ἠμαυρώσαμέν τε καὶ διεφθείραμεν τοῖς παντοδαποῖς τῆς ἁμαρτίας ἐπιτηδεύμασιν, ὑπισχνεῖται ἡμῖν ὁ προφητικὸς λόγος τὴν τῆς βασιλείας ἀνάκτησιν. Βασιλικὸς γὰρ οὗτος ὁ ὄρνις, καὶ τῶν πτηνῶν τὴν βασιλείαν πεπιστευμένος. Διδάσκει δὲ ἡμᾶς καὶ τῆς θείας φιλοτιμίας τὸν τρόπον, ὥστε ἀνακαινίζεσθαι αὐτὴν τὸν παλαιὸν ἀποτιθεμένην ἄνθρωπον, τὸν δὲ νέον τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν τοῦ κτίσαντος ἀναλαμβάνουσαν. Οὕτω δὲ, φησὶν, ἡ νεότης σου ἀνακαινισθήσεται, ὡς ἀεὶ παραμένειν ἐν τῷ νεάζειν ἐν τῇ ἀφθάρτῳ ζωῇ. Ἐπειδὴ ὁ ἀετὸς πάντων ὀρνέων ἐστὶ τὸ βασιλικώτατον καὶ ὑψιπετέστατον, μόνον δὲ ζῶον ἡλίου φωτὸς μαρμαρυγαῖς ἀντωπεῖν δυνατὸν, καὶ ἀτενὲς ἀφορᾷν αὐτῶν, εἰκότως τὴν ἀνανέωσιν τῆς ψυχῆς, καὶ τὴν ἀπὸ γῆς εἰς οὐρανὸν πτῆσιν, τόν τε βίον αὐτῆς τὸν ἐν ἄκρῳ φωτὶ γενησόμενον, ἀετοῦ φύσει παρέβαλε. Ποιῶν ἐλεημοσύνας ὁ Κύριος, κρῖμα πᾶσι τοῖς ἀδικουμένοις.