Ancient Greek · ~18 min
ΨΑΛΜ. ΡΒʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Psalmos 101-107 [Sp.] 2.1-2
Not analysed yet
Οὐ γὰρ διὰ τὰς δικαιοσύνας ἃς ἐποιήσαμεν, ἀλλὰ κατὰ τὸ πολὺ ἔλεος αὐτοῦ ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινίσεως Πνεύματος ἁγίου. Καὶ θεασάμενος ἡμᾶς ἠδικημένους ὑπὸ τοῦ τῆς ἀδικίας διαβόλου, τοῦ ἐχθροῦ τῆς ἀληθείας, ἡμῖν μὲν ἠνέῳξε τὰς τοῦ ἐλέου πηγὰς, κατ' ἐκείνου δὲ τὴν δικαίαν ἐξενήνοχε ψῆφον. Ὡς γὰρ πατὴρ οἰκτίρμων καὶ μόνος ὢν ἀγαθὸς, τῶν καταδυναστευομένων ὑπὸ τοῦ Σατανᾶ λυτρούμενος τὰς ψυχὰς ἐξ ἀδικίας καὶ τόκου, τὸ καθ' ἡμῶν ἄρας χειρόγραφον καὶ τῷ σταυρῷ προσηλώσας, ἀπέδειξεν ἐλευθέρους. Τοῦτο γὰρ κατέχων ὁ διάβολος, ὑποχρέους εἶχεν ἡμᾶς, δι' ὧν ἐπράττομεν, τοῦτο ποιήσαντας ἡμᾶς. Τοῦτο τὸ κρῖμα πεποίηκεν ὁ Θεὸς ἀδικουμένοις ἡμῖν, διὰ τοῦ αἵματος τοῦ Υἱοῦ αὐτοῦ καθαρίσας ἡμᾶς ἀφ' ὧν τε ἠδικοῦμεν, καὶ ἠδικούμεθα παρὰ τοῦ διαβόλου. Διόπερ ἡμᾶς καὶ ὁ Παῦλος ἐδίδαξεν ἀδικεῖσθαι μᾶλλον ἢ ἀδικεῖν. Τοῖς μὲν γὰρ ἀδικουμένοις ὁ Θεὸς ποιεῖ κρῖμα δι' εὐεργεσίας· τοῖς δὲ ἀδικοῦσι, διὰ κολάσεως, ὡς ἐκπίπτειν αὐτοὺς τῆς ἐπαγγελίας. Ἄδικοι γὰρ, φησὶ, βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν. Ἐγνώρισε τὰς ὁδοὺς αὐτοῦ Μωϋσεῖ, τοῖς υἱοῖς Ἰσραὴλ τὰ θελήματα αὐτοῦ. Οὐκ ἐκ μεταμελείας δὲ ταῦτα ὑμῶν ἐπραγματεύσατο, τὴν σωτηρίαν, ἀλλ' ἄνωθεν ταῦτα διὰ τῶν προφητῶν προεθέσπισε, καὶ διὰ τοῦ θεσπεσίου Μωϋσέως τὴν ἡμετέραν ἐσκιαγράφησε σωτηρίαν. Καὶ τοῦ παναγίου βαπτίσματος ἡ θάλασσα τύπον ἐδέξατο, ἡ πέτρα δὲ τῶν ἀθανάτων κρουνῶν ἀπεφάνθη σκιὰ, τῆς ἐπουρανίου δὲ τρυφῆς εἰκὼν τὸ μάννα, καὶ τὰ ἄλλα δὲ, ἵνα μὴ καθ' ἕκαστον διεξέρχωμαι, οὕτως ἔστιν εὑρεῖν παρ' ἐκείνοις ἐσκιαγραφημένα. Ὁδοὶ τοίνυν καὶ θελήματα τὰς ἀρετὰς ἄμφω σημαίνουσι, κατὰ τὸ, Κύριε, γνώρισόν μοι τὰς ὁδούς σου· καὶ τὸ παρὰ Παύλου πρὸς Ἐλύμαν· Οὐ παύσῃ διαστρέφων τὰς ὁδοὺς Κυρίου τὰς εὐθείας; Τοιοῦτον καὶ τὸ, Εὗρον Δαυῒδ τὸν τοῦ Ἰεσσαὶ, ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου. Λέγει τοίνυν, ὅτι τὰς μεταβάσεις τὰς ἀπὸ τῶν τυπικῶν τοῦ νόμου καὶ τῆς σκιᾶς ἐπὶ τὰ μέλλοντα ἀγαθὰ, ἅπερ ἐστὶ πνευματικὰ καὶ πρωτότυπα, τὸν Μωϋσέα, διδοὺς αὐτῷ τὸν νόμον, ἐδίδαξεν, οἷον τίς ἡ περιτομὴ, τίνα τὰ σάββατα, τίνες αἱ θυσίαι, ταῦτα διδάξας καὶ τὸν ὅστις ἐστὶν υἱὸς Ἰσραὴλ, περὶ οὗ λέλεκται· Ἰσραὴλ ὁ ἐκλεκτός μου. Ταῦτα γὰρ γνωρίζει τοῖς διορατικοῖς ὁ Θεὸς, τὸν ἐν κρυπτῷ Ἰουδαῖον, καρδίας περιτομὴν, θυσίαν αἰνέσεως καὶ δικαιοσύνης. Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος. Ταῦτα γὰρ καὶ τῆς τοσαύτης εὐεργεσίας καὶ πάλαι γέγονε καὶ νῦν αἴτια, φήσαντος καὶ Μωϋσέως· Κύριος μακρόθυμος καὶ πολυέλεος, καὶ ἀληθινὸς, ποιῶν ἔλεος εἰς χιλιάδας. Ταύτας οὖν αὑτοῦ τὰς δυνάμεις ἐγνώρισε τῷ Μωϋσεῖ λεγομένας ὁδοὺς, καὶ τὰς ἀρετὰς κατὰ τὰ πάντα διέπει τῆς θείας ἀγαθότητος ἄβυσσος, ὁ ἀμέτρητος ἔλεος, τῆς φιλανθρωπίας τὸ πέλαγος. Οὐκ εἰς τέλος ὀργισθήσεται, οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ. Οὐκοῦν οὔτε διὰ παντὸς τῷ θυμῷ (τοῦτο γάρ ἐστι τὸ, Εἰς τέλος) χρήσεται, οὔτε τὸν ἔλεον διηνεκῶς τοῖς ἀναξίοις χαρίζεται. Ἐπεὶ πῶς, ὅτι Θεὸς κριτὴς δίκαιος καὶ ἰσχυρὸς καὶ μακρόθυμος, πῶς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ; Κιρνᾷ τοίνυν τῷ ἐλέῳ τὴν ὀργὴν, ὅτε μὲν ἐλέους καιρὸς, αὐτὸν προβαλλόμενος, ὅτε δὲ ὀργῆς, ἐπιφέρων αὐτὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ δικαιοκρισίας, ἐν ᾗ, φησὶν ὁ Παῦλος, Ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Διόπερ φησὶν, Οὐκ εἰς τὸν αἰῶνα μηνιεῖ, τὸν παρόντα λέγων αἰῶνα· τῷ μέλλοντι γὰρ τὴν κρίσιν καὶ τὴν ὀργὴν ἐφύλαξεν. Οὐ κατὰ τὰς ἀνομίας ἡμῶν ἐποίησεν ἡμῖν, οὐδὲ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν. Οὐκ ἠνέσχετο γὰρ ταῖς ἡμετέραις ἁμαρτίαις μετρῆσαι τὴν τιμωρίαν, οὐδὲ ἐπὶ πλεῖστον καθ' ἡμῶν ἐκτεῖναι τὴν ἀγανάκτησιν. Ἀληθινὸς γὰρ ὢν ὁ Θεὸς, ταύτας οὐ καθ' ἕξιν ἔχει τὰς ἀρετὰς, πηγὴ δὲ ὢν αὐτῶν καὶ οὐσία· ὅθεν οὐκ ἐπὶ τῷ συντελέσαι κολάζει, τῇ ὀργῇ μέχρι φθορᾶς ἐπιμένων. Αὐτὸς γὰρ ὁ λέγων· Ὅταν ὀργὴ τοῦ θυμοῦ μου γένηται, πάλιν ἰάσομαι· ἐλαττοῖ δὲ καὶ τὰς τιμωρίας, μὴ πρὸς ἀξίαν κολάζων. Ὅτι κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς ἐκραταίωσε Κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτόν. Καθ' ὅσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν, ἐμάκρυνεν ἀφ' ἡμῶν τὰς ἀνομίας ἡμῶν. Εἰ καὶ τούτων εὗρε μακρότερα διαστήματα, πάντως ἂν καὶ ταῦτα εἰς μέσον παρήγαγε, δεῖξαι τὸ ἄπειρον τῆς θείας βουλόμενος ἀγαθότητος· ἀλλ' οὐχ εὗρεν ὁ ἀνθρώπινος λογισμὸς οὔτε οὐρανοῦ ὑψηλότερον μέτρον, οὔτε τοῦ μέσου τῆς ἑσπέρας καὶ τῆς ἑῴας μακρότερον. Ἐν σκότῳ δέ εἰσι καὶ δυσμαῖς οἱ ἐν ἁμαρτίαις τυγχάνοντες ἄνθρωποι· ἀπαλλαγέντες δὲ τῶν πλημμελημάτων, ἐν φωτὶ δῆλον ὅτι μεταθέντες γίνονται. Ὥστε εἰκότως τὴν τῶν ἁμαρτημάτων ἀπαλλαγὴν, μετάβασιν τὴν ἀπὸ δυσμῶν εἰς ἀνατολὰς κέκληκεν, ὁμοῦ δὲ καὶ ἡμᾶς διδάξαι τί μέσον ἁμαρτίας καὶ δικαιοσύνης βουλόμενος. Καθὼς οἰκτείρει πατὴρ υἱοὺς, ᾠκτείρησε Κύριος τοὺς φοβουμένους αὐτόν.