Ancient Greek · ~12 min
ΨΑΛΜ. ΡΔʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Psalmos 101-107 [Sp.] 1.1-4
Not analysed yet
Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα αὐτοῦ. Ἐν τούτῳ τῷ ψαλμῷ προστάττει τοῖς ἁγίοις ἀποστόλοις τὸ Πνεῦμα τὸ ἅγιον, τῷ ἐξ ἐθνῶν λαῷ φανερὰς ποιῆσαι πάσας τὰς θαυματουργίας, ἃς πεποίηται ἐπὶ τῆς παρουσίας αὐτοῦ ὁ Κύριος. Τὸ δὲ Ἐπικαλεῖσθε, Κηρύσσετε ὁ Σύμμαχος ἡρμήνευσε. Παρακελεύεται δὲ ὁ λόγος τὴν εὐχαριστήριον ὑμνῳδίαν προσφέρειν, καὶ διηγεῖσθαι τὰς θείας εὐεργεσίας. Ἀπαγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἔργα αὐτοῦ. Δῆλόν ἐστι καὶ σαφὲς, ὡς ὄνησιν οὐκ Ἰουδαίοις μόνον, ἀλλὰ καὶ τοῖς ἔθνεσιν ἅπασι πραγματεύεται. ᾌσατε αὐτῷ, καὶ ψάλατε αὐτῷ· διηγήσασθε πάντα τὰ θαυμάσια αὐτοῦ. ᾌσατε μὲν, τὰς γλώσσας εἰς ἐκφώνησιν τῶν ὕμνων παρέχοντες· Ψάλατε δὲ, συνιέντες τὰ μελῳδούμενα, ὕμνοις τε αὐτὸν καὶ μελῳδίαις ἀμείβεσθε, καὶ τοὺς ἀγνοοῦντας τὰ παρ' αὐτοῦ γεγενημένα διδάξατε θαύματα. Ἐπαινεῖσθε ἐν τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ. Ὁ δὲ Ἀκύλας, Καυχᾶσθε, ἀντὶ τοῦ, Ἐπαινεῖσθε, τέθεικε. Παρακελεύεται δὲ ὁ λόγος μὴ ἐπὶ πλούτῳ, μὴ ἐπὶ ῥώμῃ, μὴ ἐπὶ δυναστείᾳ μέγα φρονεῖν, ἀλλ' ἐν τῇ τοῦ Θεοῦ γνώσει καὶ προμηθείᾳ. Τοῦτο παρηγγύησε καὶ ὁ θεῖος Ἀπόστολος· Ὁ καυχώμενος γὰρ, φησὶν, ἐν Κυρίῳ καυχάσθω. Ταῦτα καὶ ἡ σοφωτάτη Ἄννα διέξεισι· Μὴ καυχάσθω ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ. Εὐφρανθήτω καρδία ζητούντων τὸν Κύριον. Ἀπὸ ἐξομολογήσεως ἀρξάμενος εἰς εὐφροσύνην κατέληξεν. Ἀρχὴ γὰρ τοῦ προκόπτειν, τὸ τὰς ἰδίας ἐξαγορεύειν ἁμαρτίας μετανοοῦντας διὰ καρπῶν ἀγαθῶν, κατὰ τὸ, Ποιήσατε καρποὺς ἀξίους τῆς μετανοίας. Τότε γὰρ θαῤῥήσομεν ἐπικαλεῖσθαι τὸ ὄνομα αὐτοῦ, καὶ τευξόμεθα τῶν ἐξ αὐτοῦ χαρισμάτων, ἐξ ὧν αὐτοὶ ἔγνωμεν καὶ ἑτέρους ὠφελοῦντες· εἶτα καταξιωθέντες τῆς κατὰ Θεὸν εὐθυμίας, ᾄδειν αὐτῷ καὶ ψάλλειν δυνησόμεθα, καὶ λοιπὸν τὰ τῆς θείας Γραφῆς ἑρμηνεύειν ἀπόῤῥητα. Ταῦτα γὰρ αὐτοῦ τὰ θαυμάσια. Τότε γὰρ, ὡς τοσαῦτα κατωρθωκότες, ἐν τῷ ὀνόματι αὐτοῦ ἐπαινεθησόμεθα. Τῆς γὰρ εἰς τὸν Θεὸν ἐλπίδος εὐφροσύνη καρπός. Ζητήσατε τὸν Κύριον, καὶ κραταιώθητε. Καὶ διδάσκων πῶς δεῖ τοῦτο ποιεῖν, ἐπήγαγε· Ζητήσατε τὸ πρόσωπον αὐτοῦ διαπαντός. Οὐ γὰρ ἅπαξ ἢ δὶς, ἀλλὰ παρὰ πάντα τὸν βίον τὴν ἄνωθεν ἐπικουρίαν προσήκει ζητεῖν, καὶ τὴν ὠφέλειαν καρποῦσθαι· ἄμαχοι γὰρ οἱ ζητοῦντες ἔσονται καὶ ἀήττητοι. Αἰτεῖτε. καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν. Πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται. Τί δέ ἐστι ζήτησις; Τὸ συνεχῶς ἐκεῖνον ἐννοεῖν. Ὁ γὰρ ζητῶν, ἐπὶ διανοίας ἐκεῖνος ἔχει τὸ ζητούμενον. Διεγείρει δὲ τῶν ἐθνῶν τοὺς κήρυκας εἰς τὸ ζητῆσαι τὸν Κύριον· κραταιοῦσθαι γὰρ ἐντεῦθεν αὐτοὺς, ὡς ἂν κράτους ὑπάρχοντας ἐνδεεῖς πρὸς τὸ ποιεῖν τὰ προστεταγμένα, καὶ πᾶσιν Ἕλλησι καὶ βαρβάροις κηρύξαντας, κατὰ τὸ, Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ. Τὸ δὲ, διαπαντὸς ζητεῖν, ἀντέσταλται τῷ κατὰ Μωϋσέα, τρίτον φαίνεσθαι τοῦ ἐνιαυτοῦ ἐνώπιον αὐτοῦ. Ὥσπερ δὲ κατὰ τὴν ἱστορίαν ὁ Σαμουὴλ ἐν τῇ τοῦ μαρτυρίου σκηνῇ λειτουργῶν ἑώρα τοῦ Θεοῦ τὸ πρόσωπον, οὕτως οἱ προκόπτοντες ἐν ἐξετάσει δογμάτων ἀεὶ καὶ πράξει τῶν ἀρετῶν, διαπαντὸς αὐτοῦ ζητοῦσι τὸ πρόσωπον, ἰδεῖν βουλόμενοι τοῦτον νοῒ καθαρῷ, ὅπερ ἐστὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, τοῦ Θεοῦ τοῦ ἀοράτου τυγχάνων εἰκών· διὸ καὶ ὁ ὁρῶν αὐτὸν, εὐθὺς ὁρᾷ τὸν Πατέρα. Μνήσθητε τῶν θαυμασίων αὐτοῦ, ὧν ἐποίησε· τὰ τέρατα αὐτοῦ, καὶ τὰ κρίματα τοῦ στόματος αὐτοῦ.