Ancient Greek · ~22 min
ΨΑΛΜ. ΡΓʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Psalmos 101-107 [Sp.] 6.1
Not analysed yet
Διὰ τοῦ δράκοντος τὰ μεγάλα παρεδήλωσε κήτη, ἃ τοῖς μεγάλοις πελάγεσιν ἐμφιλοχωρεῖ· τὸ δὲ Ἐμπαίζειν αὐτῷ, ἀντὶ τοῦ, αὐτῇ τῇ θαλάσσῃ. Ἀῤῥενικῶς γὰρ αὐτὴν καὶ ὁ Ἑβραῖος καὶ ὁ Σύρος καλεῖ. Οὕτω, φησὶν, ἐστὶ μεγάλη, ὅτι καὶ τὰ μυρία τῶν ἰχθύων περίκειται γένη, καὶ τὰ μέγιστα κήτη ἀδεῶς ἐν αὐτῇ νήχεται. Εἰ δέ τισι δοκεῖ καὶ ἀλληγορῆσαι τὸν δράκοντα, διὰ τὸ καὶ ἐν τῷ Ἡσαΐᾳ τὴν μάχαιραν τὴν μεγάλην καὶ τὴν ἁγίαν καὶ τὴν ἰσχυρὰν ἐπὶ τὸν δράκοντα χωρεῖν, τὸν ὄφιν τὸν σκολιὸν τὸν ἐν τῇ θαλάττῃ, οὐδὲ ἡμεῖς παραιτησόμεθα τὴν τοιαύτην διάνοιαν· ἐπειδὴ καὶ παρὰ τῷ Ἰὼβ εὑρίσκομεν τὸν Θεὸν διαλεγόμενον, Ἄξεις, φησὶ, δράκοντα ἐν ἀγκίστρῳ; Οὗτος παρὰ τοῦ Θεοῦ πλασθεὶς, ἐπαρθεὶς δὲ κατὰ τοῦ δημιουργήσαντος, εἰς τὸ παίζεσθαι δέδοται· περὶ οὗ πάλιν ὁ Θεὸς πρὸς τὸν Ἰὼβ διελέγετο· Οὐκ ἔστιν ἐπὶ τῆς γῆς ὅμοιον αὐτῷ πεποιημένον ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων, δηλαδὴ τῶν δικαίων. Οὗτοι γὰρ διὰ τὴν ἀρετὴν καὶ εἰς ἀγγέλων τάξιν ἀνελθόντες παίζουσι τὸν διὰ κακίαν ἐξ ἐκείνης ἐκπεσόντα τῆς τάξεως. Καὶ ὁ Κύριος ἐξουσίαν ἔδωκε τοῖς ἑαυτοῦ μαθηταῖς πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ Ἐχθροῦ. Καὶ ἀλλαχοῦ φησι· Σὺ συνέτριψας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος. Καὶ εἰκότως ἐν τῷ περὶ τῆς θαλάσσης λόγῳ τούτου ἐμνημόνευσεν, ἅτε δὴ καὶ τοῦ βίου παντὸς τοῦ ἡμετέρου ἁλμυροῦ τινος ὄντος, καὶ πανταχόθεν περιῤῥιπιζομένου καὶ κύμασιν ἀγρίοις συγκινουμένου. Πάντα πρὸς σὲ προσδοκῶσι δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον. Παρὰ σοῦ, φησὶν, εἰς καιρὸν ἅπαντα τὴν χρείαν κομίζεται. Τὰ γὰρ ἄλογα ζητεῖ μὲν τὴν τροφὴν, ἀγνοεῖ δὲ τὸν χορηγόν· δέχεται δὲ ὅμως ταύτην παρὰ τοῦ Ποιητοῦ. Δόντος σοῦ, αὐτοὶ συλλέξουσι. Σοῦ παρέχοντος τὴν ἀφθονίαν, τούτων ἕκαστον καρποῦται τὰ πρόσφορα. Ἀνοίξαντος δὲ σοῦ τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσεται χρηστότητος. Τὴν εὐκολίαν τῆς τῶν ἀγαθῶν χορηγίας διὰ τούτων ἐδήλωσεν. Ὥσπερ γὰρ εὐπετὲς εἴσω νενευκότας ἐκτεῖναι δακτύλους, οὕτω ῥᾴδιον τῷ Θεῷ τῶν ἀγαθῶν ἁπάντων δωρήσασθαι τὴν εἰσφοράν. Ἀνοιγὴν δὲ χειρῶν αὐτοῦ, καὶ τὴν ἐπὶ τοῦ σταυροῦ ἔκτασιν χρὴ λογίζεσθαι, ἀφ' ἧς πάντα ἐπλήσθη χρηστότητος, τουτέστι φιλανθρωπίας· ἐπειδὴ πᾶσα ἁμαρτία διὰ σταυροῦ συγκεχώρηται. Ἀποστρέψαντος δὲ σοῦ τὸ πρόσωπον, ταραχθήσονται. Καθάπερ δὲ πάσης ἐμφορεῖς θυμηδίας τοὺς τῶν σῶν ἀγαθῶν ἀπολαύοντας, ἐν εὐμενείᾳ ταῦτα δωρούμενος· οὕτως ἀποστρεφομένου σοῦ, ταραχῆς ἅπαντα καὶ δέους ἐμπίμπλαται. Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτὸν ἐπιστρέψουσι. Σοῦ γὰρ βουλομένου, καὶ ὁ τῆς ψυχῆς καὶ τοῦ σώματος γίνεται χωρισμὸς, μεθ' οὗ τὸ σῶμα φθορᾷ παραδίδοται, καὶ εἰς τὸν πρόγονον ἀναλύεται χοῦν. Πνεῦμα δὲ ἐνταῦθα τὴν ψυχὴν προσηγόρευσεν. Ἐξαποστελεῖς τὸ πνεῦμά σου, καὶ κτισθήσονται· καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς. Ἐνταῦθα σαφῶς ἡμῖν τὴν ἀνάστασιν προεκήρυξε, καὶ τὴν διὰ τοῦ παναγίου Πνεύματος ἀναβίωσιν. Οὕτω δὲ καὶ Ἠλίας ὁ πάνυ τῆς χήρας ἀνέστησε τὸν υἱὸν, τρὶς ἐμφυσήσας τῷ παιδαρίῳ, διὰ τῆς ἐνοικούσης πνευματικῆς χάριτος ἐπαναγαγὼν εἰς ζωήν. Οὕτω καὶ Ἐλισσαῖος τὸν τῆς Σωναμίτιδος ἐζωοποίησε παῖδα, τῷ πνευματικῷ χρησάμενος ἐμφυσήματι, καὶ τῷ ζωοποιῷ Πνεύματι πραγματευσάμενος τὴν ζωήν. Οὕτω τῆς θείας δυνάμεως καὶ ταύτην τὴν ἐνέργειαν δείξας, εἰς ὑμνῳδίαν μεταφέρει τὴν γλῶτταν. Ἥτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας. Ἀεὶ, φησὶ, παρὰ πάντων αὐτὸν ὑμνεῖσθαι δίκαιον. Εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ. Τὴν ἐσομένην τῶν ἀνθρώπων θεογνωσίαν διὰ τούτων ἐθέσπισε. Τῆς γὰρ προτέρας ἀπάτης τῶν ἀνθρώπων ἀπαλλαγέντων, καὶ δεξαμένων τοῦ Θεοῦ τὴν ἐπίγνωσιν, εὐφραίνεται Θεὸς, οὐ προσκυνούμενος, ἀλλὰ σωζομένους ὁρῶν. Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν· ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται. Εἰκότως ταῦτα προστέθεικε, τὸ ἀνενδεὲς διδάσκων τῆς θείας φύσεως Οὐ γὰρ ὡς δεόμενος τέρπεται προσκυνούμενος, ἀλλ' ὡς σώζειν βουλόμενος, τὴν ἀλήθειαν δείκνυσι, καὶ κολάζειν δυνάμενος, οὐκ ἐπιφέρει τὴν κόλασιν, καίτοι μόνῃ τῇ ἐπιφανείᾳ σείων τὴν γῆν, καὶ πυρὸς καὶ καπνοῦ τὰ ὄρη πληρῶν. Τοῦτο δὲ καὶ ἐν τῷ Σινᾷ ὄρει πεποίηκε· τὴν οἰκείαν γὰρ ποιησάμενος ἐπιφάνειαν, τὸ ὄρος ἅπαν ἔδειξε καπνιζόμενον. ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου, ἕως ὑπάρχω. Καὶ ταῦτα εἰκότως προσέθηκεν. Οὐ γὰρ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων αὐτοῦ· ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεται αὐτῷ; Οὕτως ἀπεκλείσθη ταῖς μωραῖς παρθένοις τοῦ νυμφῶνος ἡ θύρα, τὸν τῆς λαμπαδηφορίας καιρὸν εἰς ἀγορασίαν ἐλαίου δαπανησάσαις. Ἡδυνθείη αὐτῷ ἡ διαλογή μου. Διαλογήν φησι τὴν αἴνεσιν· ὁ γὰρ ψάλλων, Θεῷ διαλέγεται. Ὁ δὲ Σύμμαχος τὴν διαλογὴν, Διάλεξιν εἴρηκεν· ὁ δὲ Ἀκύλας, Ὁμιλίαν. Εὔχομαι δὲ, φησὶ, ταύτην μου τὴν ὑμνῳδίαν ἡδίστην καὶ τερπνοτάτην ὀφθῆναι. Ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ. Τούτου γὰρ, φησὶ, γινομένου, ἐγὼ τὴν ἐντεῦθεν εὐθυμίαν καρπώσομαι. Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Τὸ θεῖον κάλλος καὶ τὸν ἄῤῥητον πλοῦτον, ὡς ἐνῆν ἀνθρωπείᾳ φύσει, διεξελθὼν, πάντας ἀνθρώπους τῆς αὐτῆς μεταλαχεῖν ἱμείρεται γνώσεως, καὶ τὴν τῶν ἁμαρτωλῶν παντελῶς ἐκλεῖψαι συμμορίαν ἱκετεύει, οὐκ αὐτοὺς ἀπολέσθαι παρακαλῶν, ἀλλὰ μεταβληθῆναι δεόμενος, καὶ παύσασθαι αὐτῶν τὸ στῖφος ἀντιβολῶν μεταταξαμένων καὶ μεταμαθόντων τὰ θεῖα. Εἰ δέ τις ἑτέρως ταῦτα βούλεται νοεῖν τὰ ῥήματα, ὡς τοῦ προφήτου τοὺς δυσσεβείᾳ συζῶντας ὑποβάλλοντος ἀραῖς, καὶ οὕτως εὑρήσει τῇ ἀποστολικῇ διδασκαλίᾳ τὴν προφητείαν συμβαίνουσαν. Καὶ γὰρ ὁ μακάριος Παῦλος Κορινθίοις ἐπιστέλλων φησίν· Εἴ τις οὐ φιλεῖ τὸν Κύριον Ἰησοῦν, ἤτω ἀνάθεμα. Ἴδιον γὰρ τῶν θερμῶς ἀγαπώντων. Καὶ γὰρ ἅπαντες ἦμεν ἐν ἁμαρτίαις, ἀνομίας ἦν πλήρης ἡ γῆ· ἐπειδὴ δὲ ἐπέφανεν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, καὶ γέγονεν ἄνθρωπος, ἐξέλειψαν οἱ ἁμαρτωλοὶ, ἐκλελοίπασιν οἱ ὄντες ἐν ἀνομίαις. Πῶς ἢ τίνα τρόπον; Ἐδικαίωσε γὰρ ἅπαντας, ἀπήλλαξε τῶν πεπλημμελημένων. Οὐκοῦν ὀλίγοι γεγόνασιν οἱ ἁμαρτωλοὶ, πολλοὶ δὲ λίαν οἱ δεδικαιωμένοι. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. Οἱ μὲν οὖν ὑμνεῖν τὸν τοσούτων ἀγαθῶν χορηγὸν οὐ βουλόμενοι, ἐκεῖνα πασχέτωσαν ἅπερ εἴρηκα· σὺ δὲ, ὦ ψυχὴ, ἐνδελεχῶς τὸν σὸν ὕμνει Δημιουργὸν καὶ Σωτῆρα.