Ancient Greek · ~25 min
ΨΑΛΜ. Ρϛʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Psalmos 101-107 [Sp.] 1.1-6
Not analysed yet
Πολλάκις ἀπεδείξαμεν ὅτι σκιὰ τῆς καινῆς ἡ παλαιὰ Διαθήκη· οὐδὲν δὲ ἧττον καὶ ἐκ τοῦδε τοῦ ψαλμοῦ ῥᾴδιον τοῦτο καταμαθεῖν. Τήν τε γὰρ Ἰουδαίων ἐλευθερίαν θεσπίζει, καὶ τὴν πάντων ἀνθρώπων σωτηρίαν προαγορεύει· ἔχει δὲ πολλὴν πρὸς τοὺς προτεταγμένους ἀκολουθίαν. Ὁ μὲν γὰρ τέταρτος καὶ ἑκατοστὸς διήγησιν εἶχε τῶν ὑπὸ τοῦ Θεοῦ πρὸς τοὺς πατριάρχας γεγενημένων ἐπαγγελιῶν, καὶ τῶν τοῖς ἐκείνων ἐγγόνοις παρασχεθεισῶν δωρεῶν· ὁ δὲ μετ' ἐκεῖνον πρὸς ταῖς εὐεργεσίαις καὶ τὴν Ἰουδαίων ἀχαριστίαν ἐδίδαξε, καὶ τὰς δι' ἐκείνην ἐπενεχθείσας τιμωρίας αὐτοῖς. Οὗτος δὲ προαγορεύει τὴν τῆς αἰχμαλωσίας ἀπαλλαγὴν διὰ τὴν ἄῤῥητον τοῦ Θεοῦ φιλανθρωπίαν γεγενημένην. Ἐπειδὴ δὲ καὶ ἐν ἐκείνοις ἐσκιαγράφηται τὰ ἡμέτερα, ὁρῶμεν καὶ τῆς ἡμετέρας σωτηρίας καὶ ἐν τῷδε τῷ ψαλμῷ τὰ θεσπίσματα· μᾶλλον γὰρ ἡμῖν ἢ ἐκείνοις ἁρμόττει τῆς προφητείας τὸ πλεῖστον. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι χρηστὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Πάλιν ὑμνεῖν ὁ προφητικὸς παρακελεύεται λόγος τὸν εὐεργέτην Θεόν· αἰτίαν δὲ τῆς ὑμνῳδίας τὴν φιλανθρωπίαν εἶναί φησι. Ταῦτα δὲ λέγειν ἂν εἶεν ἱκανοὶ οἱ περιστάσεις διαφυγόντες, ἐλέῳ Θεοῦ μόνῳ χωρίς τινος ἐξ ἡμῶν συντελείας. Ὁ δὲ τοιοῦτος ἔλεος τοῖς μὲν τυχοῦσί τινος προσκαίρου βραχύς· τοῖς δὲ τῶν αἰωνίων ἀξιουμένοις αἰώνιος. Εἴρηται γοῦν, Τῷ ἐλέῳ αἰωνίῳ ἠλέησά σε, πρὸς τοῦ ποιοῦντος ἔλεος εἰς χιλιάδας τοῖς ἀγαπῶσιν αὐτὸν, ἑτοιμάζοντος αὐτοῖς Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε· συνωνυμεῖ δὲ τὸ ἀγαθὸν τῷ χρηστῷ. Εἰπάτωσαν οἱ λελυτρωμένοι ὑπὸ Κυρίου, οὓς ἐλυτρώσατο ἐκ χειρὸς ἐχθροῦ. Τὴν ἀποβολὴν τοῦ Ἰουδαίων ἔθνους διὰ τοῦ προτέρου δηλώσας ψαλμοῦ, ἐν ᾧ ἦν καὶ τὸ, Ἐβδελύξατο τὴν κληρονομίαν αὐτοῦ· νῦν τὴν τῶν ἐθνῶν δηλοῖ κλῆσιν πανταχόθεν τῆς οἰκουμένης διὰ τοῦ Σωτῆρος συναγομένων καὶ ἁρπαζομένων ἐκ τῶν τοῦ διαβόλου χειρῶν ἐπὶ τὴν ἁγίαν αὐτοῦ Ἐκκλησίαν. Μάτην γὰρ Ἰουδαῖοι προσδοκῶσιν ἐκ τῶν ἐθνῶν συναχθέντες καθ' ἑαυτοὺς τὴν Ἰουδαίαν οἰκήσειν. Ἐν χιλίοις γὰρ ἔτεσιν ἀπὸ τῆς εἰς Βαβυλῶνα γενομένης αἰχμαλωσίας τοῦτο μὲν οὐ γέγονεν, ἡ δὲ τῶν ἐθνῶν κλῆσις διὰ τῶν ἔργων ἀπήντηκε. Καὶ ἐκ τῶν χωρῶν συνήγαγεν αὐτοὺς, ἀπὸ ἀνατολῶν καὶ δυσμῶν, καὶ βοῤῥᾶ καὶ θαλάσσης. Τοῦτο ἐπὶ μὲν Ἰουδαίων οὕτω γεγενημένον οὐ μεμαθήκαμεν· κατὰ πᾶσαν γὰρ τὴν οἰκουμένην ἐσκεδασμένοι διάγουσι· τὴν δὲ ἐξ ἐθνῶν Ἐκκλησίαν ἐν ἅπασι τῆς οἰκουμένης τοῖς τμήμασιν, ἑῴοις τε καὶ ἑσπερίοις, νοτίοις τε καὶ ἀρκτῴοις, ἐκάλεσε καὶ συνήθροισε, καὶ τοιούτους συλλόγους πανταχοῦ γῆς καὶ θαλάττης ἐστὶν ἰδεῖν. Ἐπὶ μέντοι Ἰουδαίων ἀμυδρῶς τοῦτο γεγένηται, τῶν μὲν ἀπὸ Βαβυλῶνος ἐπανελθόντων, ὀλίγων δέ τινων κατ' ἐκεῖνο τοῦ καιροῦ συλλεγέντων ἐξ Αἰγύπτου καὶ τῶν πλησιοχώρων ἐθνῶν. Ἐπλανήθησαν ἐν τῇ ἐρήμῳ, ἐν ἀνύδρῳ. Ἦν γὰρ τοῖς ἀπὸ τῶν ἐθνῶν πρότερον ἄνυδρός τε καὶ ἄγονος ἡ ζωή· ἐπλανήθησάν τε ἔθνη ὄντες ἄλογα πρὸς τὰ εἴδωλα τὰ ἄφωνα ἀπαγόμενοι, ἀλλότριοί τε τῆς πολιτείας τοῦ Ἰσραὴλ, λιμῷ τε καὶ δίψει τὴν ψυχὴν ἐκλείποντες, τῷ λογικῆς ἐστερῆσθαι τροφῆς, ποτοῦ τε πνευματικοῦ, κατὰ τὸ, Οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου. Ἀλλὰ καὶ Βαβυλὼν ἔρημος καὶ ἄνυδρος. Ἔρημος γὰρ ὑπῆρχε Θεοῦ, καὶ τῆς πνευματικῆς ἀρδείας δουλεῦον ἐκεῖ ἐστέρητο τῶν Ἰουδαίων τὸ πλῆθος· καὶ οἱ ἐξ ἐθνῶν πεπιστευκότες ὡσαύτως ἐν ἐρήμῳ καὶ ἀνύδρῳ διῆγον, Ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ὄντες, καθώς φησιν ὁ Ἀπόστολος. Ὁδὸν πόλεως κατοικητηρίου οὐχ εὗρον. Οὔτε γὰρ Ἰουδαῖοι διαφυγεῖν τοὺς ἀνδραποδίσαντας ἴσχυον, καὶ τὴν οἰκείαν πατρίδα καταλαβεῖν, οὔτε οἱ ἐξ ἐθνῶν πεπιστευκότες πρὸ τῆς τοῦ Σωτῆρος ἐνανθρωπίσεως τὴν ἐπὶ τὴν θείαν πόλιν ἄγουσαν εὗρον ὁδόν. Πόλιν δὲ ἐνταῦθα νοητέον τὴν εὐσεβῆ πολιτείαν. Πεινῶντες καὶ διψῶντες, ἡ ψυχὴ αὐτῶν ἐν αὐτοῖς ἐξέλειπε. Θείας διδασκαλίας λιμὸς καὶ τούτους κἀκείνους ἐπίεζεν. Ἰουδαῖοι μὲν γὰρ ἐν Βαβυλῶνι δουλεύοντες καὶ ἱερέων ἐστέρηντο, καὶ τὴν κατὰ νόμον λατρείαν πληροῦν οὐκ ἐδύναντο· τὰ δὲ ἔθνη πάλιν οὔτε νόμον θεῖον ἐδέξατο, οὔτε πνευματικῆς διδασκαλίας ἀπέλαυε, δι' ὧν αἱ ψυχαὶ πεφύκασι τρέφεσθαι. Τοῦτον μέντοι τὸν λιμὸν Ἰουδαίοις ἠπείλησεν ὁ Θεός· Ἐπάξω γὰρ, ἔφη, λιμὸν ἐπὶ τὴν γῆν, οὐ λιμὸν ἄρτου. Καὶ ἐνέκραξαν πρὸς Κύριον ἐν τῷ θλίβεσθαι αὐτοὺς, καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἐῤῥύσατο αὐτούς. Τῶν μὲν Ἰουδαίων οἱ εὐσεβέστεροι τῷ Θεῷ τὴν ἱκετείαν προσήνεγκαν· καὶ τοῦτο ἡμᾶς ἡ τοῦ Δανιὴλ προφητεία διδάσκει· καὶ αὐτὸς γὰρ καὶ Ἀνανίας καὶ Ἀζαρίας καὶ Μισαὴλ ὑπὲρ ἁπάντων ποτνιώμενοι τὸν θεῖον ἐξῄτησαν ἔλεον. Τὰ δὲ ἔθνη ἔστενε μὲν ταῖς παντοδαπαῖς προσπαλαίοντα συμφοραῖς, καὶ οἰμωγαῖς καὶ θρήνοις ἀπαραμυθήτοις ἐκέχρηντο, τῆς ἀναστάσεως οὐκ ἔχοντα τὴν ἐλπίδα· οὐ μὴν τὴν λύσιν τῶν κατεχόντων δεινῶν ἐκ τοῦ Θεοῦ τῶν ὅλων ἐξῄτησαν. Εἶδε δὲ ὅμως στένοντας ὁ φιλάνθρωπος, καὶ τὸν ἔλεον ὤρεξε. Τῶν γὰρ ἐθνῶν, ὡς ἔφην, ταλαιπωρουμένων ἐν τῇ τῶν εἰρημένων ἀγαθῶν στερήσει, οἱ προεστῶτες αὐτῶν ἄγγελοι τοῦ Θεοῦ, οἷα δὴ ποιμένες τῆς ἀνθρωπίνης ἀγέλης, ἐβόων πρὸς τὸν Θεὸν, κοινὸν αὐτοῖς καταπεμφθῆναι Σωτῆρα. Ὁ δὲ φιλάνθρωπος ὡδήγησεν αὐτοὺς ἐν ὁδῷ εὐθείᾳ, ἥτις ἐστὶν ὁ σωτήριος λόγος ὁ εὐαγγελικός. Ἡμᾶς γὰρ αὐτὸς ἀνήγαγεν εἰς τὴν ἐπουράνιον πόλιν, ἐφ' οἷς ἡμῖν παρακελεύεται τὰ θαυμάσια τοῦ Θεοῦ κηρύττειν εἰς πάντας ἀνθρώπους, ὅπως πάντες τὴν γενομένην εἰς ἡμᾶς χάριν μαθόντες ἐπὶ τὴν αὐτὴν σπεύσωσι σωτηρίαν. Ἄλλος δέ φησι, τοὺς Ἰουδαίους ἐν Αἰγύπτῳ πάλαι μοχθοῦντας βοῆσαι πρὸς τὸν Θεόν· ὃ καὶ νῦν εἴ γε δρῷεν, τῆς διὰ Χριστοῦ τελείας ἐλευθερίας ἐπιτεύξονται. Καὶ ὡδήγησεν αὐτοὺς εἰς ὁδὸν εὐθεῖαν, τοῦ πορευθῆναι εἰς πόλιν κατοικητηρίου. Ἰουδαίοις μὲν γὰρ διὰ Κύρου τοῦ Πέρσου τὴν ἐπάνοδον ἐδωρήσατο· τὰ δὲ ἔθνη διὰ τῶν ἁγίων ὡδήγησεν ἀποστόλων, καὶ τὴν ἄνω πόλιν ὑπέδειξε Τὴν τοὺς θεμελίους ἔχουσαν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. Ἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ, καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων. Ὁ δὲ Σύμμαχος οὕτω· Καὶ τὰ τεράστια αὐτοῦ τὰ εἰς τοὺς υἱοὺς τῶν ἀνθρώπων. Τὸν μέντοι χαριστήριον ὕμνον οὐχ ὁ ἔλεος τῷ Θεῷ προσφέρει, οὔτε μὴν τὰ θαυμάσια, ἀλλ' οἱ τῶν τοσούτων ἀγαθῶν ἀπολαύσαντες. Θαυμαστὴ μὲν γὰρ καὶ ἀξιάγαστος καὶ ἡ Ἰουδαίων ἐλευθερία· θαυμασιωτέρα δὲ καὶ ἀξιαγαστοτέρα τῆς οἰκουμένης ἡ σωτηρία, καὶ ἡ ἐπὶ τὸ κρεῖττον μεταβολὴ, καὶ τῆς πλάνης ἡ παῦλα, καὶ τῆς ἀληθείας ἡ γνῶσις. Τούτων δὲ πάντων ὁ θεῖος πρόξενος ἔλεος· Οὐ γὰρ διὰ τὰς δικαιοσύνας ἡμῶν, ἃς ἐποιήσαμεν, φησὶν, ὁ θεῖος ἀπόστολος, ἀλλὰ κατὰ τὸ πολὺ ἔλεος αὐτοῦ ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως Πνεύματος ἁγίου, οὗ ἐξέχεεν ἐφ' ἡμᾶς πλουσίως. Ὅτι ἐχόρτασε ψυχὴν κενὴν, καὶ ψυχὴν πεινῶσαν ἀνέπλησεν ἀγαθῶν· καθημένους ἐν σκότει καὶ σκιᾷ θανάτου, πεπεδημένους ἐν πτωχείᾳ καὶ σιδήρῳ.