Ancient Greek · ~18 min
ΨΑΛΜ. Ρϛʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Psalmos 101-107 [Sp.] 2.1-6
Not analysed yet
Καὶ Ἰουδαίους δουλείᾳ καὶ κακουχίᾳ συνεζευγμένους καὶ λιμῷ τηκομένους τῶν κατεχόντων δεινῶν ἠλευθέρωσε, καὶ ἅπασαν τῶν ἀνθρώπων τὴν φύσιν ταῖς θείαις διδασκαλίαις διέθρεψε, καὶ τοῦ ζόφου τῆς ἀγνοίας ἐλευθερώσας, τῷ φωτὶ τῆς θεογνωσίας κατηύγασε, καὶ τὴν ἐπικειμένην τοῦ θανάτου σκιὰν ἀπεσκέδασε, τῆς ἀναστάσεως δεδωκὼς τὴν ἐλπίδα, καὶ διέῤῥηξε τὰ ἰσχυρὰ δεσμὰ τῆς ἁμαρτίας. Σειραῖς γὰρ, φησὶ, τῶν ἑαυτοῦ ἁμαρτημάτων ἕκαστος σφίγγεται· καὶ, Οὐαὶ οἱ ἐπισπώμενοι τὰς ἁμαρτίας αὐτῶν, ὡς σχοινίῳ μακρῷ, καὶ ὡς ζυγοῦ ἱμάντι δαμάλεως τὰς ἀνομίας αὐτῶν. Ἐκείνη δὲ ἂν λέγοιτο κυρίως ψυχὴ κενὴ, ἡ Ἑλληνικὴ, ἡ Ἰουδαϊκὴ, ἡ τῆς πνευματικῆς ἐστερημένη τροφῆς. Ἐμὸν γὰρ βρῶμά ἐστιν, ἵνα ποιήσω τὸ θέλημα τοῦ Πατρός μου. Ἄρα καὶ τοῦτο τροφὴ, καὶ τροφὴ ἀρίστη· διὸ καὶ ἔλεγε· Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην. Τοῦτο δὲ ὁ Χριστὸς ἐποίησε, χορτάσας τὴν οἰκουμένην τῆς τοιαύτης τροφῆς. Σκιὰν δὲ θανάτου οὐκ ἂν ἁμάρτοις λέγων τὴν εἰδωλολατρείαν καὶ τὰς ἐν ἀθεότητι πράξεις· αὗται γάρ εἰσιν αἱ χωρίζουσαι ἡμᾶς ἀπὸ τῆς ἀληθινῆς ζωῆς. Ἐν ταύταις δὲ ἦμεν πάλαι πρότερον διὰ τὸ παραπικραίνειν τὸν Θεὸν, καὶ τὴν βουλὴν τοῦ Ὑψίστου παροξύνειν. Δέον γὰρ ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων τὸν γενεσιουργὸν τῶν ὅλων θεωρεῖν, καὶ τὴν ἀΐδιον αὐτοῦ δύναμιν καὶ θεότητα ἀπὸ κτίσεως κόσμου νοεῖν, ἡμεῖς οἷα τυφλοὶ ἐν σκότῳ καὶ σκιᾷ θανάτου διάγοντες, καὶ τὰς λογικὰς τῆς ψυχῆς δυνάμεις πεπεδημένοι καὶ πεπηρωμένοι, ἐνηλλάττομεν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν. Ὅτι παρεπίκραναν τὰ λόγια τοῦ Θεοῦ, καὶ τὴν βουλὴν τοῦ Ὑψίστου παρώξυναν. Καὶ ἐταπεινώθη ἐν κόποις ἡ καρδία αὐτῶν· ἠσθένησαν, καὶ οὐκ ἦν ὁ βοηθῶν. Τούτων δὲ πάντων τῶν ἀλγεινῶν αἰτία καὶ Ἰουδαίοις καὶ πᾶσιν ἀνθρώποις ἡ ἁμαρτία. Κἀκεῖνοι γὰρ δίκας τίνοντες ἐξεδόθησαν τῇ Βαβυλωνίων δουλείᾳ, καὶ πάντες ἄνθρωποι μετὰ τὴν παράβασιν τῆς ἐντολῆς ὑπεβλήθησαν τῇ τῶν πόνων ταλαιπωρίᾳ. Μετὰ ταῦτα γὰρ ἤκουσεν Ἀδάμ· Ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου· ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι· ἐν λύπῃ φαγῇ αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου. Ἐν ἱδρῶτι τοῦ προσώπου σου φαγῇ τὸν ἄρτον σου, ἕως τοῦ ἀποστρέψαι σε εἰς τὴν γῆν, ἐξ ἧς ἐλήφθης, ὅτι γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ. Τοσαύταις δὲ περιστοιχιζόμενοι συμφοραῖς, λύσιν οὐδεμίαν εὕραντο τῶν ἐπικειμένων κακῶν· ἀλλ' ὁ ταύταις αὐτοὺς συγκληρώσας αὐτὸς καὶ τὴν τούτων ἀπαλλαγὴν ἐδωρήσατο. Καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ θλίβεσθαι αὐτοὺς, καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἐῤῥύσατο αὐτούς· καὶ ἐξήγαγεν αὐτοὺς ἐκ σκότους καὶ σκιᾶς θανάτου, καὶ τοὺς δεσμοὺς αὐτῶν διέῤῥηξεν. Οἰκτείρας γὰρ καὶ τούτους κἀκείνους, τοὺς μὲν τῶν ἐπικειμένων ἀπήλλαξε συμφορῶν, τοὺς δὲ τοῦ τῆς ἀγνοίας ἠλευθέρωσε σκότους, καὶ τῆς δουλείας διέῤῥηξε τὰ δεσμά. Λέγοις δ' ἂν σκιὰν θανάτου τὴν εἰδωλολατρείαν, καὶ τὰς ἐν ἀθεότητι πράξεις, αἳ τῆς ἀληθινῆς ἡμᾶς ἐχώριζον πάλαι ζωῆς παραπικραίνοντας τὸν Θεὸν, καὶ τὴν βουλὴν τοῦ Ὑψίστου παροξύνοντας. Τότε μὲν γὰρ ἡ καρδία ἡμῶν ἐν τοῖς τῆς ἁμαρτίας ἐταπεινοῦτο κόποις, παρειμένης ἡμῶν τῆς ἐμφύτου καὶ λογικῆς δυνάμεως, ἣν οὐδεὶς ἀνεκτήσατο· ἠσθένησαν γὰρ, καὶ οὐκ ἦν ὁ βοηθῶν· μόνῳ δὲ τετήρητο τῷ τοῦ Θεοῦ Λόγῳ τὸ μέγα τοῦτο κατόρθωμα. Τὸ δὲ, Διέῤῥηξε τοὺς δεσμοὺς αὐτῶν, δηλοῖ τοῦτο, τὴν ἀθρόαν τῶν ἁμαρτιῶν ἄφεσιν, ἧς ἡμᾶς ἡ τοῦ Σωτῆρος κατηξίωσε χάρις. Ἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ, καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὅτι συνέτριψε πύλας χαλκᾶς, καὶ μοχλοὺς σιδηροῦς συνέθλασε. Πύλας χαλκᾶς καὶ μοχλοὺς σιδηροῦς τὸ ἄφυκτον ἐκάλεσε τῶν κακῶν. Καθάπερ γὰρ τὸν καθειργμένον ἔσωθεν τῶν θυρῶν καὶ τῶν μοχλῶν διαφυγεῖν τῶν ἀδυνάτων ἐστὶν, οὕτως ἀμήχανον ἦν καὶ Ἰουδαίους τὴν Βαβυλωνίων διαδρᾶναι δουλείαν, καὶ πάντας ἀνθρώπους τοῦ θανάτου τὴν δυναστείαν. Μόνος δὲ ὁ θεῖος ἔλεος ἤρκεσε κἀκείνων καὶ τούτου διαλῦσαι τὸ κράτος, καὶ τῶν ἀνιαρῶν τὴν λύσιν χαρίσασθαι. Τὰ αὐτὰ δὲ δεύτερον εἶπεν ἐπὶ ταῖς δευτέραις αὐτοῦ εὐεργεσίαις. Δηλοῖ δὲ τὴν μέχρι θανάτου κατάπτωσιν τῶν ἀνθρωπίνων ψυχῶν, δι' ἢν ἐδέησεν αὐτοῦ τῆς μέχρι θανάτου καθόδου· ἔνθα γενόμενος, τὰς μηδενὶ θνητῷ διανοιχθείσας πύλας, καὶ διὰ τοῦτο σιδηρᾶς καὶ χαλκᾶς λεγομένας, συνέτριψε. Λέγει δὲ καὶ ἐν Ἰὼβ ὁ Κύριος· Ἦλθες δὲ ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας; Ἀνοίγονται δέ σοι πύλαι θανάτου, πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν; Καὶ τὰς ἡμετέρας δὴ μόνος ἀφεῖλεν ἀνομίας, δι' ἃς μέχρι τῶν τοῦ θανάτου πυλῶν ἐφθάσαμεν. Ἀντελάβετο αὐτῶν ἐξ ὁδοῦ ἀνομίας αὐτῶν· διὰ γὰρ τὰς ἀνομίας αὐτῶν ἐταπεινώθησαν. Οὔτε Ἰουδαῖοι, οὔτε πᾶσα τῶν ἀνθρώπων ἡ φύσις ἀδίκως τοῖς ἀνιαροῖς περιέπεσεν· ἀλλὰ καὶ οὗτοι κἀκεῖνοι δίκας ὧν ἐπλημμέλησαν τίνουσιν. Ἀλλ' ὅμως καὶ τούτους κἀκείνους τοσούτοις ἐγκαλινδουμένους κακοῖς σωτηρίας ἠξίωσε. Πᾶν βρῶμα ἐβδελύξατο ἡ ψυχὴ αὐτῶν, καὶ ἤγγισαν ἕως τῶν πυλῶν τοῦ θανάτου.