Ancient Greek · ~20 min
ΨΑΛΜ. ΡΓʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Psalmos 101-107 [Sp.] 2.1-3
Not analysed yet
Τὴν τῆς δημιουργίας εὐκολίαν διὰ τούτων ἐδίδαξεν. Ὡς γὰρ ἀνθρώπῳ ῥᾴδιον δέῤῥιν ἐκτεῖναι καὶ ποιῆσαι σκηνὴν, οὕτως ὁ τῶν ὅλων Θεὸς τὰ μεγάλα τῶν οὐρανῶν διεπέτασε κύτη, λόγῳ χρησάμενος μόνῳ. Ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ. Τοῦτο καὶ ὁ μακάριος ἐδίδαξε Μωϋσῆς· ἔφη γὰρ τὸν Θεὸν εἰρηκέναι· Γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος, καὶ ἔστω διαχωρίζον ἀνὰ μέσον ὕδατος τοῦ ἐπάνω τοῦ στερεώματος, καὶ ἀνὰ μέσον ὕδατος τοῦ ὑποκάτω τοῦ στερεώματος. Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων. Διὰ τούτων τὴν πανταχοῦ διήκουσαν ἐδήλωσε πρόνοιαν. Ἐφέστηκε γὰρ καὶ ἀνέμοις καὶ νέφεσι, καὶ αὐτὸς ἰθύνει ταῦτα καὶ κυβερνᾷ, καὶ τὴν ἐντεῦθεν φυομένην εἰς καιρὸν δίδωσι χρείαν. Διδάσκει δὲ κατὰ ταὐτὸν, ὡς ἡ θεία φύσις πανταχοῦ πάρεστι καὶ τοῖς πᾶσιν ἐφίσταται. Ἐπειδὴ γὰρ τῶν αἰσθητῶν ἁπάντων ὀξυτάτη τῶν ἀνέμων ἡ φύσις (ἐν ἀκαρεῖ γὰρ ἀπὸ τῶν ἑσπερίων ἐπὶ τὴν ἕω διατρέχει, καὶ ἀπὸ τῆς ἕω πρὸς τὴν ἑσπέραν), οὐχ εὑρὼν ἑτέραν ἀκριβεστέραν ἐν τοῖς αἰσθητοῖς εἰκόνα, ἐπὶ πτερύγων ἀνέμων ἔφη τὸν Θεὸν ἐποχεῖσθαι, πανταχοῦ αὐτὸν παρεῖναι διὰ τούτων παραδηλῶν. Εὑρίσκομεν δὲ καὶ τοῖς υἱοῖς Ἰσραὴλ ἐν νεφέλῃ τὸν τῶν ὅλων ἐπιφανέντα Θεὸν, καὶ ἐν πῇ σκηνῇ διὰ νεφέλης τὴν οἰκείαν ποιησάμενον ἐπιφάνειαν. Καὶ μέντοι τοῦ Σολομῶντος τὸν οἶκον ἐγκαινίζοντος, νεφέλη τὸν οἶκον ἐκάλυψε· καὶ ὁ Δεσπότης Χριστὸς ἐν τῷ ὄρει τοῖς τρισὶν ἀποστόλοις φωτεινὴν περὶ αὑτὸν νεφέλην ὑπέδειξε· καὶ ἀναλαμβανόμενον, νεφέλη φωτεινὴ ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν. Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πῦρ φλέγον. Ἔδειξεν οὐ τῶν ὁρατῶν αὐτὸν μόνον, ἀλλὰ καὶ τῶν ἀοράτων δημιουργόν. Τοὺς δὲ αὐτοὺς καὶ πνεύματα καὶ πῦρ προσηγόρευσε, τὸ δυνατὸν καὶ τὸ ταχὺ δι' ἑκατέρων διδάσκων. Ὀξεῖα μὲν γὰρ τοῦ πνεύματος ἡ φύσις· ἰσχυρὰ δὲ τοῦ πυρὸς ἡ ἐνέργεια. Ἀγγέλοις δὲ χρώμενος ὑπουργοῖς ὁ τῶν ὅλων Θεὸς καὶ εὐεργετεῖ τοὺς ἀξίους, καὶ κολάζει τοὺς ἐναντίους. Διὰ τοῦτο καὶ πυρὸς ἐμνημόνευσε, τὴν κολαστικὴν σημαίνων ἐνέργειαν. Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς. Ὁ δὲ Ἀκύλας καὶ Σύμμαχος, Ἐπὶ τῆς ἕδρας αὐτῆς. Ποίαν ἀσφάλειαν, ὦ προφῆτα, ὅπου τοσοῦτον ὕδωρ ὑπόκειται καὶ πέλαγος ἀχανὲς τὸ φέρον ὑπὲρ τῶν νώτων αὐτήν; Καὶ γὰρ ἀλλαχοῦ τοῦτο δηλῶν ἔλεγε· Τῷ στερεώσαντι τὴν γῆν ἐπὶ τῶν ὑδάτων. Ἐπειδὴ γὰρ ὁ θεμέλιος οὐκ ἀσφαλὴς, ἀλλὰ σφόδρα σαθρὸς ἦν, ἐν αὐτῇ τὴν ἀσφάλειαν ἔθηκεν ὁ ποιήσας. Τίς δὲ αὕτη ἡ ἀσφάλεια; Ἡ δύναμις τοῦ ἐργασαμένου. Ἐν γὰρ τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς. Γῆν δὲ καλεῖ τὸν ἄνθρωπον. Τοῦτον τοίνυν ἐπὶ τὴν ἀσφάλειαν θεμελιοῖ τῆς πίστεως, ὅστις οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, δηλαδὴ ἐν τῷ μέλλοντι. Οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Αὐτὴν γὰρ ἐφ' ἑαυτὴν ἑδράσας δέδωκεν αὐτῇ τὸ ἀκίνητον· καὶ τοῦτον διαμένει τὸν τρόπον, ἐφ' ὅσον ἂν αὐτὸς ἐθελήσῃ. Οὕτω καὶ ἀλλαχοῦ φησι· Κρεμῶν τὴν γῆν ἐπ' οὐδενός. Ἄβυσσος, ὡς ἱμάτιον, τὸ περιβόλαιον αὐτοῦ. Τὸ Αὐτοῦ ἀντὶ τοῦ αὐτῆς τέθεικεν οὕτω γὰρ καὶ ὁ Ἀκύλας καὶ ὁ Θεοδοτίων ἡρμήνευσαν· Ἄβυσσον ὡσεὶ ἔνδυμα περιέβαλες αὐτήν. Ἄβυσσον δὲ καλεῖ ἡ θεία Γραφὴ τὴν ὑγρὰν οὐσίαν. Οὕτω καὶ ἐν ἀρχῇ τῆς κτίσεως ὁ μακάριος ἔφη Μωϋσῆς· Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος, καὶ σκότος ἐπάνω τῆς ἀβύσσου. Ἐπειδὴ τοίνυν ἡ γῆ πανταχόθεν ὕδατι περιέχεται, καὶ τὰ μεγάλα μὲν καὶ ἄπλωτα πελάγη ταύτης ἐστὶ τέρματα, μέσην δὲ αὐτὴν διατέμνει ἕτερα πλεόμενα, εἰκότως ἔφη τὴν ἄβυσσον καθάπερ ἱμάτιον ἐπικεῖσθαι τῇ γῇ. Καὶ ἄλλως δὲ τὴν ἄβυσσον ἐπὶ ἀκαταληψίας εὑρήσεις κειμένην, ἐν τῷ, Τὰ κρίματά σου, Κύριε, ἄβυσσος πολλή. Ἀνεξερευνήτων γὰρ ὄντων τῶν κριμάτων αὐτοῦ, οὐκ ἔστι κατάληψιν αὐτῶν εὑρεῖν· διὸ καὶ οὐχ ἁπλῶς ἀβύσσῳ, ἀλλὰ πολλῇ παραβάλλονται. Καὶ τὸν Θεὸν οὖν, οὗ πολλὴ ἄβυσσος τὰ κρίματά ἐστι, περιβολαίου δίκην καλύπτει ἀκαταληψία, ἄβυσσος ὀνομαζομένη. Ἐπὶ τῶν ὀρέων στήσεται ὕδατα. Ἀπὸ ἐπιτιμήσεώς σοι φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τόπον ὃν ἐθεμελίωσας αὐτοῖς. Διὰ πάντων διδάσκει τοῦ Θεοῦ τὴν προμήθειαν ἐφεστῶσαν τῇ κτίσει. Τούτου χάριν γὰρ τὰς τῶν ὀρῶν κορυφὰς ἡ θάλαττα μιμουμένη, τοῖς κύμασιν οὐκ ἐπικλύσει τὴν ἤπειρον, ἀλλὰ καθάπερ ἡμεῖς τὴν βροντὴν κατεπτήχαμεν, οὕτως ἐκείνη τὸν κείμενον δέδιεν ὅρον. Τὸ δὲ, Ἐπὶ τῶν ὀρέων στήσεται ὕδατα ἀντὶ τοῦ, ὡς ὄρος ἕστηκε· τὸ δὲ, Ἀναβαίνουσιν ὄρη ἀντὶ τοῦ, ὡς ὄρη. Νεφέλας οἶμαι δηλοῦν αὐτὸν τὰς ὑπὲρ τῆς κορυφῆς τῶν ὀρέων. Τούτοις γὰρ τοῖς χωρίοις μάλιστα ἐμφιλοχωροῦσιν αἱ νεφέλαι, ὥστε μὴ τὰ οἰκούμενα σκοτίζεσθαι συνεχῶς· Αἳ, ὅταν βουληθῇς, φησὶ, πᾶσαι τὸ οἰκεῖον ἀπολαμβάνουσι χῶρον, καὶ διαλύονται, καὶ ὀθόνη γίνονται. Καὶ ἄλλως δὲ ὄρη τοὺς προφήτας διὰ τὸ ὕψος τῆς θεωρίας καλεῖ. Ἐν αὐτοῖς ὕδατα ἵστανται, οἷς οἱ διψῶντες τὸ ὕδωρ τῆς διδασκαλίας ποτίζονται. Ποίας δὲ ἐπιτιμήσεως; Τῆς κατὰ τῶν Ἰουδαίων. Τοῦτο γὰρ προφήτης ἕτερος δείκνυσι· φησὶ γὰρ, Καὶ δώσω αὐτοῖς οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου. Ὅταν γὰρ ὁ Θεὸς ὀργισθῇ σπανίζεται τὰ τῶν προφητῶν ὕδατα, ἐπειδήπερ οὐκ ἀφ' ἑαυτῶν τὴν χορηγίαν κέκτηνται. Φωνὴν δὲ βροντῆς λέγε τὴν τοῦ Εὐαγγελίου, ἣν οὐκ ἀποφεύγει, ἀλλὰ δειλιᾷ τὰ τῶν προφητῶν ὕδατα διὰ τὸ ὑπερέχον τῆς ἐν αὐτοῖς γνώσεως. Ὅριον ἔθου, ὃ οὐ παρελεύσεται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν.