Ancient Greek · ~14 min
ΨΑΛΜ. ΡΓʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Psalmos 101-107 [Sp.] 3.1-3
Not analysed yet
Αἰσχύνεται τὴν ψάμμον ἡ θάλασσα, καὶ μέχρις ἐκείνης λυττῶσα, καθάπερ χαλινῷ, τῷ ὅρῳ τῷ θείῳ κωλυομένη, ἀναχαιτίζεται πάλιν καὶ εἰς τοὐπίσω χωρεῖ. Ἢ τοῦτο· οὐδὲ γὰρ πάσας αὐτῶν τὰς ἀποκαλύψεις οἱ προφῆται ἀπαγγέλλουσι· μόνα δὲ ἅπερ αὐτοῖς ἀποκαλύψαι προστάττεται, ἵνα μὴ τῷ πλήθει καλύψωσι τὴν γῆν, τουτέστι, τὸν ἄνθρωπον χωρῆσαι μὴ δυνάμενον· καὶ μαρτυρεῖ Παῦλος λέγων· Ἤκουσα ἄῤῥητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι. Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν· ἀνὰ μέσον τῶν ὀρέων διελεύσεται ὕδατα. Εἶτα τὴν τούτων ἀποδείκνυσι χρείαν. Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ· προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν. Ἐπ' αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσουσιν· ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν. Καὶ τοῦτο τῆς θείας προνοίας τεκμήριον μέγιστον, τὸ μὴ μόνον τῶν ἀνθρώπων τὴν χρείαν, ἀλλὰ καὶ τῶν ἀλόγων πληροῦν. Διὰ τοῦτο ὄρη τεμὼν, παρόδου τοῖς ὕδασιν ἐτεκτήνατο, ὥστε μὴ μόνον ἀνθρώπους ἔχει ἀφθόνως τὰ νάματα τῶν πηγῶν, ἀλλὰ καὶ τῶν χερσαία καὶ τῶν ἀεροπόρων ζώων τὰ γένη. Τὸ δὲ, Προσδέξοντι ὄναγροι εἰς δίψαν αὐτῶν, ὁ Σύμμαχος οὕτως ἡρμήνευσεν, Ἀνακτήσεται ὄναγρος δίψαν ἑαυτοῦ. Περὶ δὲ τῆς μέχρι τούτων προνοίας ἔλεγεν ὁ Σωτήρ· Ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν, οὐδὲν συνάγουσιν εἰς ἀποθήκας, καὶ ὁ Πατὴρ ἡμῶν ὁ οὐράνιος τρέφει αὐτά. Θηρία δὲ τοῦ δρυμοῦ οἱ δαίμονες ὀνομάζονται· θηρία δὲ τοῦ ἀγροῦ [ταῦτα Θεοῦ], τουτέστι τοῦ κόσμου, τοὺς ἁμαρτωλοὺς καλεῖ· ἐπειδὴ καθάπερ τὰ ἐν ἀγρῷ θηρία χειροήθη γενέσθαι δύναται, οὕτω καὶ οἱ ἁμαρτωλοὶ μεταβληθῆναι. Διόπερ καὶ ποτίζονται τοῖς προφητικοῖς καὶ ἀποστολικοῖς ὕδασιν. Ὀνάγρους δὲ τοὺς μηκέτι νωτοφοροῦντας τῇ ἁμαρτίᾳ ἐκάλεσεν, ἐλευθερωθέντας δὲ αὐτῆς· διόπερ αὐτοὺς καὶ διψῶντας τῶν νοητῶν ὑδάτων εἰσήγαγε. Τούτους ὁ Θεὸς πρὸς τὸν Ἰὼβ ᾐνίξατο· Τίς ἐστιν ὁ ἀφεὶς ὄναγρον ἐλεύθερον; δεσμοὺς δὲ αὐτοῦ τίς ἔλυσε Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ· ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ. Τίνος ἕνεκεν τὰ ὄρη ποτίζεται; Ὅτι κἀκεῖνα δεῖται ὑετῶν, ἔνθα βοτάναι καὶ δένδρα ἄκαρπα. Οὐ γὰρ μόνον κάτωθεν ἀναβλύζειν παρασκευάζει τῶν ὑδάτων τὴν φύσιν, ἀλλὰ καὶ ἄνωθεν διὰ νεφῶν τὴν ἀρδείαν προσφέρει. Ὑπερῷα δὲ Θεοῦ τὸν ἀέρα καλεῖ, καθάπερ ἐπὶ μιᾶς οἰκίας τοῦ παντὸς κόσμου, ἔργον Θεοῦ· τὸ δὲ λέγειν τὸν ὑετὸν, διὰ τὴν ἐκ τῆς θαλάσσης τῶν ὑδάτων ἀναγωγήν. Ὁ ἐξαποστέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων, τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς. Φύεται γὰρ ἡ πόα, καὶ διατρέφει τὰ κτήνη τὰ εἰς χρείαν ἀνθρώπων γεγενημένα. Τρέφονται δὲ καὶ οἱ καρποὶ διὰ τῶν ὑετῶν, καὶ ὥριμοι γίνονται, καὶ τοῖς ἀνθρώποις προσφέρονται. Τοῦτο καὶ ἐν ἑτέρῳ ἔφη ψαλμῷ· Ἀνθρώπους καὶ κτήνη σώσεις, Κύριε. Ἀλλ' ὅμως διὰ τὴν τῶν ἀνθρώπων χρείαν καὶ τὰ κτήνη ταύτης ἀπολαύει τῆς προμηθείας. Πιαινομένη γὰρ, φησὶν, ἡ γῆ τοῖς ἐπ' αὐτῇ πᾶσιν ἀναδίδωσι τὰς ἐπιτηδείους τροφὰς, σῖτον μὲν καὶ οἶνον καὶ ἔλαιον τροφὴν ἐξαίρετον ἀνθρώπῳ, τῷ τε εὐγενεῖ καὶ τιμηθέντι παρὰ Θεοῦ· τὸν μὲν εἰς δύναμιν καρδίας, τὸν δὲ εἰς εὐφροσύνην ψυχῆς, ἔλαιον δὲ τῆς ἐπιπόνου σκληραγωγίας ἁπαλῦνόν τε καὶ φαιδρῦνον τὸ σῶμα. Καὶ τῆς δὲ τῶν ἄλλων φροντίζων διαμονῆς, τοῖς μὲν ποηφάγοις κτήνεσιν ἀπέδωκε χόρτον· τοῖς δὲ πρὸς ὑπηρεσίαν ἀνθρώπων ἐπιτηδείοις δι' ἡμερότητα καὶ ἰσχὺν, τὴν ὑπ' ἀνθρώπων σπαρεῖσαν καὶ γεωργηθεῖσαν ἀπένειμε χλόην, τοῖς ἄλλοις ἀποδοὺς τὴν αὐτομάτως βλαστάνουσαν. Πλὴν δύναται ἀμφοτέροις καὶ ἡ χλόη καὶ ὁ χόρτος δεδόσθαι. Οὔτε δὲ θηρίων ἐν τούτοις, οὔτε ἑρπετῶν ἐμνημόνευσε, διὰ τὸ ἑτέρᾳ κεχρῆσθαι ταῦτα τροφῇ. Τὰ μὲν γὰρ γῆν, τὰ δὲ σάρκας ἐσθίει. Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου, τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ· καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.