Ancient Greek · ~26 min
ΨΑΛΜ. ΡΔʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Psalmos 101-107 [Sp.] 3.1-4
Not analysed yet
Ἡ ἁμαρτία τὴν παιδείαν ἐφέλκεται· ἡ δὲ παιδεία τὸν θηριώδη βίον ἐλέγχει· ὁ δὲ ἔλεγχος τὴν τοῦ βίου μεταβολὴν πραγματεύεται. Τὸν τοίνυν λιμὸν ἐπήγαγε διὰ τὸν παράνομον βίον τῶν τηνικαῦτα ἀνθρώπων· ἀλλ' ὅμως καὶ οὕτω τῶν οἰκείων θεραπόντων ἐπεμελήθη. Ὁ δὲ Θεὸς οἰκονομικῶς ἐποίησε τὸν λιμὸν, ἵνα δι' αὐτὸν κατελθόντες καὶ αὐξηθέντες τὴν γῆν ἀπολάβωσι τῆς ἐπαγγελίας. Πᾶν στήριγμα ἄρτου συνέτριψεν· ἀντὶ τοῦ, πᾶν διαθρέψαι δυνάμενον σπανίσαι πεποίηκεν, οὐ μόνον σῖτον, ἀλλὰ καὶ κριθὰς καὶ ὄσπρια, καὶ ἄλλα, δι' ὧν διαζῶσιν ἄνθρωποι. Τοῦτο δὲ κατ' ὀργὴν Θεοῦ ἐν καιρῷ λιμοῦ εἴωθε συμβαίνειν, τὸ μὴ στηρίζεσθαι τοὺς ἀνθρώπους ἐσθίοντας. Ἀπέστειλεν ἔμπροσθεν αὐτῶν ἄνθρωπον· εἰς δοῦλον ἐπράθη Ἰωσήφ. Ἀμφότερα κατὰ ταὐτὸν ἐδήλωσε, καὶ τῶν ἀδελφῶν τὴν μοχθηρίαν, καὶ τὴν αὐτοῦ σοφίαν. Τῇ γὰρ ἐκείνων εἰς δέον ἐχρήσατο πονηρίᾳ. Οὐ γὰρ αὐτὸς ἐκείνους ἠνάγκασεν ἀπεμπολῆσαι τὸν ἀδελφὸν, ἀλλὰ τῇ κακοηθείᾳ μὲν ἐκείνων ἐνδέδωκεν, αὐτὸς δὲ εἰς δέον ταύτῃ χρησάμενος, βασιλέα τὸν δοῦλον ἀπέφηνε, καὶ τῷ γένει τὴν εἰς Αἴγυπτον κάθοδον ἐπρυτάνευσεν. Ἔδει γὰρ τοὺς λαὸν Θεοῦ μέλλοντας χρηματίζειν, περιφανεῖς γενέσθαι καὶ περιβλέπτους διὰ τῶν ὑπὲρ αὐτῶν γινομένων θαυμάτων. Ἡ γὰρ εἰς αὐτοὺς γινομένη κηδεμονία τὸν τούτων Θεὸν ἀνεκήρυττε, καὶ τοὺς ἀκούοντας τῷ φωτὶ τῆς θεογνωσίας κατέλαμπεν. Ἐταπείνωσαν ἐν πέδαις τοὺς πόδας αὐτοῦ· σίδηρον διῆλθεν ἡ ψυχὴ αὐτοῦ. Μετὰ γὰρ τὴν τῆς μοιχείας συκοφαντίαν, τὸ δεσμωτήριον ᾤκησε, καὶ παραυτίκα ὡς εἰκὸς περιέθηκαν αὐτῷ τὰ ἐκ σιδήρου δεσμά. Οὕτω γὰρ ὁ Σύμμαχος εἴρηκεν· Εἰς σίδηρον ἦλθεν ἡ ψυχὴ αὐτοῦ, ἀντὶ τοῦ, μέχρι σφαγῆς ἐκινδύνευσεν· ἢ τὸ στεῤῥὸν τῶν πειρασμῶν καὶ τὸ ἰσχυρὸν προσηγόρευσε σίδηρον· ὅπερ διὰ τῆς ὑπομονῆς ὁ Ἰωσὴφ διέβαινε, καὶ πάροδος αὐτῷ τὰ λυπηρὰ διὰ μακροθυμίαν ἐγίνετο. Μέχρι τοῦ ἐλθεῖν τὸν λόγον αὐτοῦ· τὸ λόγιον Κυρίου ἐπύρωσεν αὐτόν. Ταῦτα δὲ ὑπέμενεν ἅπαντα, χρυσοῦ δίκην δοκιμαζόμενος, οὐχ ἵνα δὲ τὸ ἀκίβδηλον τῆς τοῦ Ἰωσὴφ ἀρετῆς ὁ τῶν ὅλων μάθῃ Θεὸς, ὁ γινώσκων πάντα πρὶν γενέσεως αὐτῶν· ἀλλ' ἵνα τοῖς ἀνθρώποις τὴν ἐκείνου φιλοσοφίαν καὶ ἀρχέτυπον ἀληθείας προθῇ. Καὶ μὴν οὔπω νόμος δοθεὶς ὑπῆρχεν ἔγγραφος, ἀλλ' ἑκάστῳ λογικῷ λόγιον παρὰ Θεοῦ ὁ φυσικὸς νόμος, δι' ὃν καὶ λογικοὶ λεγόμεθα. Τὸ δὲ, Μέχρι τοῦ ἐλθεῖν τὸν λόγον αὐτοῦ, τὸν λόγον αὐτοῦ φησιν, ὃν ἐπὶ τοῖς ὁράμασιν ἰδὼν ἐξεῖπε τῷ πατρὶ καὶ τοῖς ἀδελφοῖς περί τε τῶν δραγμάτων καὶ τῶν ἀστέρων. Μέχρι γὰρ ἐξέβη ταῦτα, τοῖς κακοῖς ἐγυμνάζετο. Ἀπέστειλε βασιλεὺς, καὶ ἔλυσεν αὐτόν· ἄρχων λαοῦ, καὶ ἀφῆκεν αὐτόν. Κατέστησεν αὐτὸν κύριον τοῦ οἴκου αὐτοῦ, καὶ ἄρχοντα πάσης τῆς κτήσεως αὐτοῦ. Καὶ τὴν ἀπὸ τῆς οἰκονομίας ὠφέλειαν δεικνὺς ἐπήγαγε· Τοῦ παιδεῦσαι τοὺς ἄρχοντας αὐτοῦ ὡς ἑαυτόν· καὶ τοὺς πρεσβυτέρους αὐτοῦ σοφίσαι. Χρυσοῦ δίκην πυρωθεὶς κατὰ τὸ, Δοκίμασόν με, Κύριε, καὶ πείρασόν με, τοῦ Θεοῦ πρὸς νοῦν ἀγαγόντος τῷ Φαραὼ, λύεταί τε καὶ ἄρχει. Οὐχ ὁ τυχὼν δὲ φαίνεται τοῦ Φαραὼ λογισμός. Τί γὰρ ἐκώλυεν αὐτὸν μαθόντα τὰ περὶ τοῦ λιμοῦ, τοῦτον μὲν ἀπολῦσαι, τὰ δὲ περὶ τὸν σῖτον διοικῆσαι μετὰ τῶν ἰδίων ἀρχόντων; Ἀλλ' οὐ τοσοῦτον τῆς τῶν καρπῶν ἐφρόντισε φυλακῆς, ὅσον τῆς ψυχικῆς ὠφελείας τῶν ὑπ' αὐτοῦ σωθῆναι μελλόντων ἀρχόντων τε καὶ πρεσβυτέρων αὐτοῦ, καὶ ὑπ' αὐτοῦ σοφισθῆναι· δι' ὧν ἔδει βελτίους καὶ τοὺς ὑπηκόους γενέσθαι. Ἐπίσημος γὰρ διὰ τῆς τῶν ὀνείρων ἑρμηνείας τῷ βασιλεῖ γενόμενος, καὶ τὴν ἐξουσίαν λαχὼν, εἰς θεογνωσίαν ἐποδήγει τοὺς ἄλλους, οὐ λόγοις μόνον χρώμενος, ἀλλὰ καὶ τοῖς ἔργοις εἰς τὴν αὐτὴν εὐσέβειαν ἐφελκόμενος. Καὶ εἰσῆλθεν Ἰσραὴλ εἰς Αἴγυπτον, καὶ Ἰακὼβ παρῴκησεν ἐν γῇ Χάμ. Υἱοὶ Νῶε Σὴμ, Χὰμ, Ἰάφεθ. Τοῦ δὲ Χὰμ παῖς Χαναάν· τούτου δὲ Μεσραῒμ, ὃς ἑρμηνεύεται Αἴγυπτος, ἀφ' οὗ καὶ ἡ χώρα. Ὅτι τοίνυν εἰσῆλθεν Ἰακὼβ εἰς Αἴγυπτον, εἰκὸς ἦν τὸν Χὰμ πάππον ὄντα τοῦ Μεσραῒμ ἐν Αἰγύπτῳ κατοικῆσαι, τοῦ Χαναὰν ἐπὶ τῆς καλουμένης Παλαιστίνης οἰκοῦντος. Διὰ δὲ τοῦ Ἰσραὴλ καὶ Ἰακὼβ εἰσῆλθεν εἰς Αἴγυπτον, καὶ οἱ τούτου παῖδες δηλοῦνται. Ἐν ἑβδομήκοντα δὲ ψυχαῖς κατέβη Ἰσραὴλ εἰς Αἴγυπτον, εἶπεν ἡ Γραφή. Ἐξεδόθη δὲ καὶ ἑτέρως· Αὕτη, φησὶν, ἡ πρόφασις ἐγένετο τῷ πατριάρχῃ τῆς εἰς Αἴγυπτον ἐκδημίας. Γῆν δὲ Χὰμ τὴν Αἴγυπτον ὀνομάζει, ἐπειδὴ ὁ Μεσραῒμ υἱὸς τοῦ Χὰμ ἐγένετο δεύτερος. Χὰμ γὰρ, φησὶν, ἐγέννησε τὸν Χοῦς πρωτότοκον, καὶ Μεσραῒμ τὸν ἀδελφὸν αὐτοῦ. Χοῦς δὲ τὴν Αἰθιοπίαν ἡ θεία καλεῖ Γραφὴ, Μεσραῒμ δὲ τὴν Αἴγυπτον· Ἰακὼβ δὲ καὶ Ἰσραὴλ τὸν αὐτὸν ὀνομάζει· τὸ μὲν γὰρ ἐκ τῶν πατέρων ἔλαχεν ὄνομα, τὸ δὲ ὁ Θεὸς αὐτῷ τέθεικε, τὴν γενομένην αὐτῷ θείαν ἐπιφάνειαν διὰ τῆς προσηγορίας δηλῶν. Ἐμνήσθη γὰρ ὁ Θεὸς τῆς πρὸς τὸν Ἀβραὰμ ἐπαγγελίας. Ὅτε γὰρ εἶπεν Ἀβραὰμ, Πῶς ἔσται τοῦτο; ἐπήγαγε· Γινώσκων γνώσῃ, ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ, καὶ δουλώσουσιν αὐτὸ καὶ κακώσουσιν ἔτη τετρακόσια. Καὶ ηὔξησε τὸν λαὸν αὐτοῦ σφόδρα, καὶ ἐκραταίωσεν αὐτὸν ὑπὲρ τοὺς ἐχθροὺς αὐτοῦ. Τοῦτο καὶ τῆς Ἐξόδου ἡ ἱστορία διδάσκει. Ὅσῳ γὰρ, φησὶν, ἐκάκουν αὐτοὺς οἱ Αἰγύπτιοι, τοσούτῳ πλείους ἐγίνοντο, καὶ ἐπλήθυνεν αὐτοὺς ἡ γῆ. Δείκνυσι τοιγαροῦν, ὅτι οὐ φύσεως ἦν ἡ ἐπίδοσις, ἀλλὰ τῆς ἐπαγγελίας αὐτοῦ. Ὅτε γὰρ ὀλιγωτέρους ἔδει γενέσθαι ὑπὸ τῶν ἐργοδιωκτῶν ἐλαυνομένους, τῶν παίδων εἰς τὸν ποταμὸν ῥιπτομένων, τῆς φύσεως ἐπηρεαζομένης, τότε μᾶλλον ἐπέδοσαν οὕτως, ὡς καὶ σφόδρα γενέσθαι φοβεροὺς τοῖς ἐνοικοῦσιν· ὥστε τὸν Φαραὼ λέγειν, ὃς οὐκ ᾔδει τὸν Ἰωσήφ· Ἰδοὺ νῦν πολυπληθεῖ τὸ ἔθνος, καὶ ἰσχύει ὑπὲρ ἡμᾶς. Οὐκ ἂν δὲ αὐξηθέντες ἐκραταιώθησαν, εἰ μὴ τῆς Ἰωσὴφ ἔτυχον προστασίας καὶ τῆς τοῦ Φαραὼ δεξιώσεως. Μετέτρεψε τὴν καρδίαν αὐτῶν, τοῦ μισῆσαι τὸν λαὸν αὐτοῦ, τοῦ δολιοῦσθαι ἐν τοῖς δούλοις αὐτοῦ. Ἐπειδὴ ἐκ τοῦ τιμᾶσθαι παρὰ τῶν Αἰγυπτίων αὐτοὺς εἰς τὴν ὁμοίαν εἰδωλολατρείαν ἐξέβησαν, τούτου χάριν παρεσκεύασε μισῆσαι αὐτοὺς, καὶ τὰ βαρέα τῶν ἔργων ἐπιθεῖναι, ἵνα κακωθέντες καταφύγωσι πρὸς τὸν Θεὸν, καὶ εὕρῃ χώραν πληρωθῆναι ἡ πρὸς τὸν Θεὸν Ἀβραὰμ ἐπαγγελία. Ὡς γὰρ τὸν Ἰωσὴφ πειράσας ἐδόξασεν, ἄξιον ὀφθέντα διὰ τῆς πείρας, οὕτω νῦν τὸν λαόν· πειρασθέντες γὰρ ἐστέναξαν καὶ ἐκέκραξαν πρὸς τὸν Θεὸν αὐτῶν. Διὸ νῦν εἰς μῖσος μετεστράφη τοῖς Αἰγυπτίοις ἡ πρὸς αὐτοὺς τιμή. Ἐν ἀνέσει γὰρ γενόμενοι καὶ τιμῇ παρ' Αἰγυπτίοις ἐπελάθοντο τοῦ πατρῴου Θεοῦ, καὶ τῆς αὐτῶν εἰδωλολατρείας γεγόνασι κοινωνοὶ, ὥς φησιν Ἰησοῦς ὁ τοῦ Ναυῆ, Καὶ νῦν φοβήθητε, λέγων, τὸν Κύριον, καὶ λατρεύσατε αὐτῷ ἐν εὐθύτητι δικαιοσύνης, καὶ περιέλεσθε τοὺς θεοὺς τοὺς ἀλλοτρίους, οἷς ἐλάτρευσαν οἱ πατέρες ὑμῶν ἐν τῷ πέραν τοῦ ποταμοῦ, καὶ ἐν Αἰγύπτῳ. Μετέτρεψε δὲ τῶν Αἰγυπτίων τὴν καρδίαν, οὐ βιασάμενος, ἀλλὰ τῷ αὐτεξουσίῳ παραχωρῶν. Ἐδολιεύσαντο δὲ ποτὲ μὲν ταῖς μαίαις ἐπιτάξαντες ἀνελεῖν τῶν Ἑβραίων τὰ ἄῤῥενα, ποτὲ δὲ τῷ ποταμῷ ταῦτα παραπέμψαι κελεύσαντες. Ἀλλ' ὅμως καὶ οὕτω τὸ γένος διέφυγε τοῦ θανάτου τὰ μηχανήματα. Ἐξαπέστειλε Μωϋσῆν τὸν δοῦλον αὐτοῦ, Ἀαρὼν ὃν ἐξελέξατο ἑαυτῷ. Ἔθετο ἐν αὐτοῖς τοὺς λόγους τῶν σημείων αὐτοῦ, καὶ τῶν τεράτων αὐτοῦ ἐν γῇ Χάμ.