Ancient Greek · ~21 min
ΨΑΛΜ. ΡΔʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Psalmos 101-107 [Sp.] 4.1-3
Not analysed yet
Τῆς ἱστορίας τὰ καίρια τίθησι διηγήματα. Συντεμὼν γάρ φησιν, ὡς ἱκανῶς αὐτοὺς πρὸς τὴν ἀξίαν τιμωρησάμενος, πέμπει τούτους δι' ὧν ἐποίησε τεράτων, τοὺς μὲν Αἰγυπτίους κολάζων, πρὸς τὴν ἰδίαν δὲ γνῶσιν τοὺς Ἑβραίους παιδεύων. Τῶν σημείων δὲ τὰς αἰτίας τοῖς ἀμφὶ Μωϋσέα μόνοις ἐξέφηνε, λογικὴν κατάληψιν ὡς λογικοῖς μόνοις οὖσι δηλώσας, ὡς εἰδέναι δι' ἣν αἰτίαν ποτὲ μὲν τὰ ὕδατα τῶν Αἰγυπτίων μετέβαλε, ποτὲ δὲ τὸ καθ' ἕκαστον, καὶ διὰ τί κατὰ τήνδε τὴν τάξιν ἐγίνετο, καὶ ταῦτα τίνων εἰκόνες ἢ σύμβολα. Ἐπειδὴ γὰρ μὴ πάντες οἷοί τέ εἰσιν ἐξ ἑαυτῶν καὶ δι' ἑαυτῶν ἀναχωρεῖν τῶν βλαβερῶν, τοῖς οὕτως ἀσθενέσιν ἀποστέλλει Θεὸς τοὺς δυναμένους, ὁδηγοὺς καὶ ἡγεμόνας τῆς ὁδοῦ τῆς ἐπὶ τὰ ἀγαθὰ φερούσης. Εἰσὶ δὲ οὗτοι· ὁ Θεοῦ νόμος, Μωϋσῆς, καὶ ὁ ἀρχιερατικὸς λόγος, οὗ σύμβολον Ἀαρών. Καὶ ἐκεῖνοι μὲν τὴν γλῶτταν ἐκίνουν, καὶ τὸ στόμα ἐδάνειζον τῷ Θεῷ καὶ τὰ ῥήματα ἐξέβαλλον· ἡ δὲ δύναμις παρ' αὐτοῦ πᾶσα ἐπέμπετο. Ἐξαπέστειλε σκότος καὶ ἐσκότασε, διότι παρεπίκραναν τοὺς λόγους αὐτοῦ. Καὶ οὐκ ἀντεῖπον οἱ θαυμάσιοι θεράποντες τοῖς θείοις προστάγμασιν, ἀλλὰ τὰ κελευόμενα ἔδρων, καὶ τὴν μακροτάτην αὐτοῖς καὶ τριήμερον ἐπήγαγον νύκτα, μᾶλλον δὲ νυκτὸς ζοφωδέστερον σκότος. Ἡ μὲν γὰρ νὺξ, κἂν ἀσέληνος ᾖ, τῇ αἴγλῃ τῶν ἀστέρων κεράννυται· ἐκεῖνο δὲ τὸ σκότος ψηλαφητὸν ἡ θεία καλεῖ Γραφή. Ὁ γὰρ τοῦ λαοῦ κηδεμὼν Θεὸς οὐ διὰ μεγάλων τινῶν τοὺς Αἰγυπτίους ἐκόλαζεν· οὐ γὰρ ἠπόρει ἡ παντοδύναμος χεὶρ ἀθρόαν αὐτοῖς ὀργὴν ἐπιπέμψαι, λέοντας, ἄρκτους, λιμὸν, ἢ λοιμὸν, ἢ θάνατον· ἀλλὰ δι' ὧν εἶπεν ἐτιμωρεῖτο, καὶ αὐτοὺς ἠρέμα καλῶν εἰς μετάνοιαν· ἡ δὲ μεγίστη τοῦ λαοῦ κάκωσις οὐ διὰ πηλοῦ καὶ πλινθείας ἁπλῶς, διὰ δὲ τοῦ παρατρέπειν ἐπὶ σέβας εἰδώλων. Διὸ κατὰ βραχὺ τοὺς εἰς τὴν πλάνην ὁδηγοῦντας ἐκόλαζεν, εἰς ἐπίγνωσιν καὶ τούτους ἄγων τοῦ πάντων Δεσπότου, δι' ὧν ἡ κτίσις ἐξυπηρετεῖτο ταῖς μάστιξιν. Ἀὴρ μὲν εἰς σκότος, τὸ δὲ ὕδωρ εἰς αἷμα, εἰς δὲ βατράχους ἡ γῆ, τὸ δὲ πῦρ παραδόξως ὑπεφέρετο σὺν ὑετῷ καὶ χαλάζῃ· τὸ δὲ σκότος, φησὶν, ἐξαποσταλὲν ἐκ Θεοῦ, οὐ παρεπίκρανε τοὺς λόγους αὐτοῦ, ἀλλ' ὑπήκουσε προθύμως, κατὰ μόνης ὑφαπλωθὲν τῆς Αἰγύπτου. Λέγει γοῦν ἡ Γραφὴ, Τοῖς υἱοῖς Ἰσραὴλ φῶς ἦν. Εἰ γὰρ ἦν κατὰ παντὸς τοῦ κόσμου, πῶς ἐπὶ τρεῖς ἡμέρας αὐτὸ καὶ νύκτας μεμενηκέναι φησί; Τί γὰρ ἦν τὸ διορίζον ἡμέρας καὶ νύκτας, μιᾶς μόνης οὔσης ἐπιτεταμένης νυκτός; Ἵνα γὰρ μή τις λέγῃ, ὅτι ἔκλειψις τὸ συμβὰν ἦν, μηδ' ὅτι δρόμος φύσεως, τὴν αὐτὴν χώραν οἰκοῦντες Ἑβραῖοι ταύτης οὐκ ᾔσθοντο τῆς πληγῆς· ὅπερ καὶ ἐπὶ τῶν ἄλλων συνέβαινε πληγῶν. Μετέτρεψε τὰ ὕδατα αὐτῶν εἰς αἷμα, καὶ ἀπέκτεινε τοὺς ἰχθύας αὐτῶν. Οὐ γὰρ τὴν χροιὰν τῶν ὑδάτων μόνην, ἀλλὰ καὶ αὐτὴν μετέβαλε τῆς γεύσεως τὴν ποιότητα ὥστε ἅπαντα διαφθαρῆναι τῶν ἰχθύων τὰ γένη. Ἐξεῖρψεν ἡ γῆ αὐτῶν βατράχους ἐν τοῖς ταμείοις τῶν βασιλείων αὐτῶν. Ἐπειδὴ γὰρ τῷ ποταμῷ τὰ βρέφη τῶν Ἑβραίων παρέδοσαν, μετέβαλλε μὲν εἰς αἷμα τοῦ ποταμοῦ τὸ ὕδωρ, τὴν ἐν αὐτῷ γεγενημένην μιαιφονίαν ἐλέγχων· βατράχους δὲ ἐκεῖθεν ἀναβλύσαι πεποίηκε τοῖς ἀνῃρημένοις παραπλησίως βρέφεσιν ἕρποντας, καὶ ταῖς οἰκίαις ἐπεμβαίνοντας, καὶ ἄχρις αὐτῶν χωροῦντας τῶν τοῦ βασιλέως θαλάμων. Τῶν οὖν βασιλικῶν ταμείων ἐμνημόνευσεν, ὥστε δηλῶσαι τὸ τοῦ θαύματος μέγεθος, ὅτι μηδὲ πλῆθος οἰκετῶν ἢ στρατιωτῶν, ὅπερ εἰκὸς ἐν τοῖς βασιλείοις διάγειν, ἀποσοβῆσαι τοὺς βατράχους δύνασθαι. Εἶπε, καὶ ἦλθε κυνόμυια, καὶ σκνῖπες ἐν πᾶσι τοῖς ὁρίοις αὐτῶν. Ἠκολούθει γὰρ τοῖς λεγομένοις τὰ ἔργα, καὶ παραυτίκα Θεοῦ μὲν κελεύοντος, Μωϋσέως δὲ λέγοντος, καὶ κυνόμυια καὶ σκνῖπες ἐπλήρουν τὴν γῆν, τοὺς Αἰγυπτίων ὅρους οὐ παριόντες, οὐδὲ ἄλλοις ἀνθρώποις τὴν λύμην ἐπιφέροντες, ἀλλὰ τοῖς ἀντιθέοις τὴν παιδείαν ἐπάγοντες. Τοῦτο γὰρ σημαίνει τὸ, Ἐν πᾶσι τοῖς ὁρίοις αὐτῶν, ἀντὶ τοῦ, ἔξω τῶν Αἰγυπτίων ὅρων οὐδὲν τοιοῦτον γινόμενον ἦν ἰδεῖν. Ἔθετο τὰς βροχὰς αὐτῶν χάλαζαν, πῦρ καταφλέγον ἐν τῇ γῇ αὐτῶν. Καὶ ἐπάταξε τὰς ἀμπέλους αὐτῶν, καὶ τὰς συκᾶς αὐτῶν, καὶ συνέτριψε πᾶν ξύλον ὁρίου αὐτῶν. Τὰ νέφη μὲν γὰρ τὰς συνήθεις ὠδῖνας ἐνήλλαξε, καὶ ἀντὶ βροχῶν καὶ ὄμβρων χάλαζαν ἀπεκύησε, κεραυνοὶ δὲ καὶ πρηστῆρες μετὰ τῆς χαλάζης ἐφέροντο, καὶ ἐναντίαι ἀλλήλαις φύσεις, ὕδωρ καὶ πῦρ, ἀλλήλας οὐκ ἐλυμήναντο. Οὔτε γὰρ τὸ πῦρ τὸ πεπηγὸς ὕδωρ τῆς χαλάζης ἐξέτηκεν, οὔτε τὸ ὕδωρ κατεσβέννυ τὴν φλόγα· ἀλλὰ τὴν φυσικὴν ἀποθέμενα μάχην, σύμφωνον Αἰγυπτίοις τὴν παιδείαν ἐπῆγον, καὶ τὴν ἐκείνων θηριωδίαν διήλεγχον, ὅτι ἄνθρωποι ὄντες, οὐκ ᾐδοῦντο τὴν φύσιν, ἀλλὰ τοὺς ὁμοφυεῖς πικρῶς δουλεύειν ἠνάγκαζον. Τούτου δὴ χάριν καὶ αἱ ἄμπελοι καὶ αἱ συκαῖ αὐτῶν, καὶ τὰ ἄλλα τῶν φυτῶν γένη ἄρδην ὑπ' αὐτῶν διεφθείρετο. Εἶπε, καὶ ἦλθεν ἀκρὶς καὶ βροῦχος, οὗ οὐκ ἦν ἀριθμός. Καὶ κατέφαγε πάντα χόρτον ἐν τῇ γῇ αὐτῶν, καὶ κατέφαγε πάντα τὸν καρπὸν αὐτῶν. Διὰ μὲν τῆς χαλάζης καὶ τοῦ πυρὸς τὰ δένδρα διέφθειρε· διὰ δὲ τῆς ἀκρίδος καὶ τοῦ βρούχου, τὰ ἕλη, τοὺς λειμῶνας, τὰ λήϊα. Οὐ γὰρ μόνον τὸν καρπὸν, ἀλλὰ καὶ τὸν χόρτον αὐτῶν κατανάλωσε. Καὶ μὴν οὐκ ἔθος ἐν ταὐτῷ ἀκρίδα καὶ βροῦχον ἐπιγίνεσθαι· ἢ γὰρ τίκτει τὸν βροῦχον ἡ ἀκρὶς προλαβοῦσα, ἢ ὁ βροῦχος αὐξηθεὶς, ἀκρὶς προκόψας γίνεται, ὥστε τὸ μὲν πρότερον, τὸ δὲ χρόνῳ τινὶ ἀκολουθῆσαι ὕστερον. Ἀλλ' ἐπειδὴ θαῦμα ἦν, καὶ προστάγματι Θεοῦ τὸ σημεῖον ἐγίνετο, ἅμα παρῆλθεν ἑκάτερον, καὶ κατέφαγεν ἅμα τῷ χόρτῳ καὶ τὸν καρπόν· ὥστε πρὸς τῇ τροφῇ τῶν ἀνθρώπων καὶ ἡ τῶν κτηνῶν ἐφθείρετο. Καὶ ἐπάταξε πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ, ἀπαρχὴν παντὸς πόνου αὐτῶν.