Ancient Greek · ~14 min
ΨΑΛΜ. ΡΒʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Psalmos 101-107 [Sp.] 4.1
Not analysed yet
Εἰκότως τὰς ἀοράτους δυνάμεις εἰς κοινωνίαν τῆς ὑμνῳδίας ἐκάλεσεν. Οὐκ ἀπόχρη γὰρ ἡ ἀνθρωπεία φύσις ἀξίως ὑμνῆσαι τὸν εὐεργέτην· αἱ δὲ ἀσώματοι καὶ ἅγιαι φύσεις ἐλευθέραν ἔχουσαι παθημάτων ζωὴν, ἱκαναὶ πληροῦν τὰ θεῖα προστάγματα. Λέγει δέ τινα καὶ ἑτέραν ἔννοιαν ὁ προφήτης. Τὰ μὲν κατὰ σὲ, φησὶν, ὦ ψυχὴ, ἐξασθενεῖ πρὸς τὸ κατ' ἀξίαν ὑμνεῖν τὸν Θεόν· ἐκ μέρους δὲ τοῦτο ὅμως ποιείτω. Ἴσθι δὲ ὅτι οἱ ἄγγελοι αὐτοῦ, δυνατοὶ ἰσχύϊ ὄντες, καὶ ἀδιαπτώτως τὸν λόγον αὐτοῦ ποιοῦντες, ἄξιοί τε ὄντες ἀκούειν αὐτοῦ τῆς φωνῆς καὶ τῶν αὐτοῦ λόγων, πρεπόντως καὶ κατ' ἀξίαν εὐλογοῦσιν αὐτόν. Εἰ δὲ καὶ ἐν ἀνθρώποις εἶέν τινες ἰσάγγελον βίον μετερχόμενοι, κατὰ τὸν φήσαντα, Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ· καὶ οὗτοι εὐλογείτωσαν αὐτόν· μηδεὶς δὲ τῶν παραβαινόντων τὸν λόγον αὐτοῦ, καὶ παρακουόντων τῆς φωνῆς αὐτοῦ, προπετέστερον τολμάτω τοῦτο ποιεῖν. Εὐλογεῖτε τὸν Κύριον, πᾶσαι αἱ δυνάμεις αὐτοῦ, λειτουργοὶ αὐτοῦ, ποιοῦντες τὸ θέλημα αὐτοῦ· ἀγγέλους εἰπὼν, ἵνα μὴ κατὰ μέρος τὰ ἐν οὐρανῷ τάγματα καταλέγῃ, ὧν ἐμνημόνευσεν ἐκ μέρους ὁ Παῦλος, Ὑπεράνω πάσης, εἰπὼν, ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζομένου· καὶ πάλιν, Εἴτε ἀόρατα, εἴτε ὁρατὰ, εἴτε θρόνοι, εἴτε κυριότητες, εἴτε ἀρχαὶ, εἴτε ἐξουσίαι· ἑνὶ λόγῳ πάντα περιλαβὼν, δυνάμεις ἐκάλεσε. Ποιοῦντας δὲ τὸ θέλημα αὐτοῦ λειτουργοὺς εἰπὼν, ἀντιδιέστειλε ταῖς ὁμωνύμοις ἐναντίαις δυνάμεσιν. Οὐ γὰρ καὶ ταύτας καλεῖ πρὸς τὸν ὕμνον, τὰς ἀρχὰς τούτου καὶ τὰς ἐξουσίας καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου καὶ τὰ πνευματικὰ τῆς πονηρίας. Πάντα δὲ τὰ οὐράνια τάγματα ἀγγέλους καὶ δυνάμεις ἐκάλεσε· τὸ μὲν ὡς τοῖς θείοις ὑπουργοῦντας προστάγμασι καὶ τοὺς θείους λόγους διαπορθμεύοντας· δυνάμεις δὲ, ὡς ἱκανοὺς τὸ κελευόμενον πράττειν καὶ τὸ δυνατὸν ἐν τῇ φύσει παρὰ τοῦ πεποιηκότος λαβόντας. Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ, εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. Διὰ τούτων πείθει τὴν ψυχὴν μὴ ἀποκνεῖν πρὸς τὸν ὕμνον ὡς πολὺ λειπομένην τῶν οὐρανίων. Οὐ γὰρ αὐτὰ μόνα, πάντα δὲ προστέτακται τὰ ἔργα Κυρίου κοινῶς πρὸς τὸν Κύριον εὐλογεῖν πρὸς δύναμιν ἕκαστον. Πρὸς γὰρ τὸν ὕμνον πᾶς τόπος, ἀλλ' οὐ μόνος οὐρανὸς ἐπιτήδειος· διὰ πράξεων γὰρ ἀγαθῶν ἡ τοῦ εὐλογεῖν ἐστιν ἀξία. Καὶ πᾶν δὲ ἄψυχον, καὶ ἄλογον, κἂν δοκῇ βλαπτικὸν, ὡς δι' ἀῤῥήτου σοφίας λυσιτελεῖ τῷ παντὶ, πρὸς δοξολογίαν συντείνει Θεοῦ, ὡς ἕκαστον κατ' ἀξίαν τοῦ ἐν ᾧ ἐστι τόπου τὸν Θεὸν εὐλογεῖν. Ὃ δὴ ποίει, φησὶν, ὦ ψυχὴ, ἐν ᾧ τυγχάνεις διατρίβουσα τόπῳ, κἄν τε ἐν τῇ γῇ, κἄν τε κρείττονι χωρίῳ. Κἀκεῖ γὰρ εὐλόγει σὺν ἀγγέλων χοροῖς ὑπὲρ ἐπουρανίων ἀγαθῶν καὶ τελείων. Τοῖς δὲ Ἰουδαίοις οὐδὲ τοῦτο ἁρμόττει. Ἐκεῖνοι γὰρ ὑπὸ τῶν ἀνδραποδισάντων ᾆσαι προσταχθέντες ἐκ τῶν ᾠδῶν Σιὼν, ἔφασαν ἔννομα δρῶντες, Πῶς ᾄσομεν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας; Ἡμῖν δὲ ὁ θεῖος Ἀπόστολος παρεγγυᾷ ἐν παντὶ τόπῳ προσευχομένους αἴρειν ὁσίους χεῖρας. Τοῦτο δὲ Δεσπότης Χριστὸς πρὸς τὴν Σαμαρεῖτιν ἔφη· Ἀμὴν, ἀμὴν, λέγω σοι, γύναι, ὅτι ἔρχεται ὥρα καὶ νῦν ἐστιν, ὅτε οὔτε ἐν τῷ τόπῳ, οὔτε ἐν Ἱεροσολύμοις προσκυνήσουσι τῷ Πατρί. Πνεῦμα γὰρ ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτῷ ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. Τὸ δὲ, Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, σύμφωνον ὑπάρχει τῷ προοιμίῳ τὸ τέλος. Καλέσας γὰρ εἰς κοινωνίαν τῆς ὑμνῳδίας τὰς νοητὰς οὐσίας, διδάσκει καὶ ἡμᾶς, ὡς δυνατὸν, γεραίρειν τὸν Ποιητὴν, καὶ ἰσόμετρον τῇ δυνάμει προσφέρειν τὸν χαριστήριον ὕμνον, ὅτι αὐτῷ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.