Ancient Greek · ~17 min
ΨΑΛΜ. ΡΒʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Psalmos 101-107 [Sp.] 3.1-2
Not analysed yet
Πατρὸς ἀγαθότητα δείκνυσιν ὁ Δημιουργός τε καὶ Ποιητὴς, μᾶλλον δὲ τοὺς φοβουμένους αὐτὸν οἰκτείρων εἰς υἱῶν ἔθετο τάξιν. Οὐδὲ γὰρ μισῶν κατεσκεύασεν, ἀλλ' ἐπιστάμενος τὰς καρδίας τῶν ἀνθρώπων, ἃς κατὰ μόνας ἔπλασεν, οἶδε τί ἑκάστῳ συμφέρει· καὶ ὧν ἔχομεν δύναμίν τε καὶ ἀφορμὴν, ταῦτα δίδωσιν, ἐπὶ τῷ κατ' ἐνέργειαν ἔχοντας αὐτὰ υἱοὺς αὐτοῦ γενέσθαι. Λέγοι δ' ἂν καὶ ὡς πεῖραν ἔλαβε τοῦ πλάσματος ἡμῶν γενόμενος σὰρξ, καὶ φυσικὴν ἔσχε διάθεσιν, υἱοὺς ἡμᾶς λογισάμενος. Ὅτι αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν. Ἐμνήσθη ὅτι χοῦς ἐσμεν. Οἶδε γὰρ ὁ Δημιουργὸς τῆς φύσεως ἡμῶν τὴν ἀσθένειαν· οἶδε καὶ πόθεν διεπλάσθημεν, καὶ ποῦ πάλιν χωρήσομεν. Ὡς ἐν ἱκετείᾳ δὲ, τῶν ἐν ἡμῖν τὸ χεῖρον προτείνουσιν. Οὐ γὰρ τὸ πᾶν ἐσμεν χοῦς, ἀλλὰ καὶ κατ' εἰκόνα Θεοῦ καὶ ὁμοίωσιν. Ὁ χοῦς οὖν ἐλεεινῶς δηλοῖ τὴν ἀσθένειαν. Ἄνθρωπος, ὡσεὶ χόρτος ἡ ἡμέρα αὐτοῦ· ὡσεὶ ἄνθος τοῦ ἀγροῦ, οὕτως ἐξανθήσει. Ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ, καὶ οὐχ ὑπάρξει, καὶ οὐκ ἐπιγνώσεται ἔτι τὸν τόπον αὐτοῦ. Οὐδὲν χόρτου καὶ ἄνθους διενηνόχαμεν, ὃ ἐν ἔαρι μὲν τέθηλε, μετὰ δὲ βραχὺ μαραίνεταί τε καὶ διαῤῥεῖ· περὶ γὰρ τοῦ ἔξω πάλιν ὁ λόγος ἀνθρώπου. Κατὰ γὰρ τὴν ἔνυλον ζωὴν, καθ' ἥν ἐσμεν χοῦς, ἐφ' ἡμέρας τινὰς τὸν παρόντα παρεκτείνοντες χρόνον, παραβαλλόμεθα χόρτῳ ξηραινομένῳ. Καὶ κατὰ τὸν Ἡσαΐαν γὰρ, Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου. Ἀνέτειλεν ὁ ἥλιος, καὶ ἐξήρανε τὸν χόρτον, καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσε· δι' ὧν τὰς δοκούσας ἀνθρώπων εὐημερίας παρίστησι, πλοῦτον, δόξαν, ἀξίας, ἃ δὴ χόρτου δίκην μαραίνεται. Ὁ δὲ Σύμμαχος ἐξέδωκεν, Ὅτι πνεῦμα διέρχεται αὐτὸν, εἶτα οὐχ ὑπάρχει. Πνεῦμα δὲ τὴν ψυχὴν λέγει, ἧς παρούσης καὶ ζῇ τὸ σῶμα καὶ ἐνεργεῖ· ἀποπτάσης δὲ, κατασβέννυταί τε καὶ φθείρεται, ὡς μηδὲ τοὺς προτέρους ἐπιγινώσκεσθαι χαρακτῆρας, μηδὲ εἰδέναι, ὡς τοῦτο τοῦ δεῖνος, ἐκεῖνο δὲ τοῦ δεῖνος τὸ σῶμα. Καὶ τοῦτο ἴδοι τις ἂν ἀκριβέστερον, διακύψας εἰς τάφον. Πάντα γὰρ ὁμοίως φθορᾶς γίνεται παρανάλωμα, καὶ τοὺς προτέρους χαρακτῆρας οὐ διασώζει. Τὸ δὲ ἔλεος τοῦ Κυρίου ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος ἐπὶ τοὺς φοβουμένους αὐτόν· καὶ ἡ δικαιοσύνη αὐτοῦ ἐπὶ υἱοῖς υἱῶν τοῖς φυλάσσουσι τὴν διαθήκην αὐτοῦ, καὶ μεμνημένοις τῶν ἐντολῶν αὐτοῦ, τοῦ ποιῆσαι αὐτάς. Ἡ μὲν οὖν φύσις οὕτως ἐπίκηρος· ἡ δὲ θεία φιλανθρωπία τὸν μακραίωνα χαρίζεται βίον, καὶ μέχρις ἐγγόνων διατηρεῖ τὴν τοῖς προγόνοις ὀφειλομένην τῆς δικαιοσύνης ἀντίδοσιν. Τοιγαροῦν διὰ τοὺς πατριάρχας τὸν ἐξ αὐτῶν φύντα μετὰ ταῦτα λαὸν τῆς κλήσεως καὶ τῆς οἰκείας ἐπισκοπῆς κατηξίωσεν. Ὅπερ διὰ Μωϋσέως ἐδήλωσε, λέγων· Μὴ εἴπῃς· Διὰ τὰς δικαιοσύνας μου ἐξελέξατό με Κύριος· σὺ γὰρ λαὸς σκληροτράχηλος· ἀλλὰ διὰ τὸ ἀγαπᾷν τοὺς πατέρας σου. Νοήσεις δὲ καὶ ἄλλως υἱοὺς τῶν δικαίων ἀνδρῶν, τοὺς τῶν ἔργων αὐτῶν ζηλωτάς. Παρατείνει δὲ διὰ παντὸς τὸ ἔλεος αὐτοῦ· ἀεὶ γὰρ ὡς φύσει ὢν ἀγαθὸς ἐλέους, τὴν σύζυγον ἔχων τῷ ἐλέῳ τούτῳ δικαιοσύνην ἐπὶ τοὺς φυλάσσοντας τὴν διαθήκην αὐτοῦ, ᾗ καὶ ἐνεγράφησαν δι' ἀρετῆς κληρονόμοι τῶν μελλουσῶν ἐπαγγελιῶν. Οὐ γὰρ ἁπλῶς μέμνηνται τῶν ἐντολῶν, ἀλλὰ πράττουσιν, ἐφ' ᾧ καὶ δέδονται· καὶ τοῦ Σωτῆρος εἰπόντος, Ὁ ἔχων τὰς ἐντολάς μου καὶ ποιῶν αὐτὰς, ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με. Κληρονομεῖ δὲ τὰς ἐπαγγελίας οὐχ ὁ μεμνημένος, ἀλλ' ὁ ποιήσας τὰς ἐντολάς. Οὕτω τῷ Ἰοὺ μέχρι τετάρτης γενεᾶς τὴν βασιλείαν τετήρηκε, καίτοι μηδὲ τελείαν εὐσέβειαν κτησαμένῳ, ἀλλ' ἐν τῇ ἀρχῇ τῆς βασιλείας ἐπιδειξαμένῳ τὸν ζῆλον. Οὕτω τῷ θεσπεσίῳ Δαυῒδ ἄσβεστον διετήρησε τὸν τοῦ γένους σπινθῆρα, καὶ ταῦτα πολλῶν δυσσεβῶν ἐν μέσῳ βεβλαστηκότων. Τοῦτον δὲ, φησὶν, ὀρέξει τὸν ἔλεον Τοῖς φυλάσσουσι τὴν διαθήκην αὐτοῦ, καὶ οὐχ ἁπλῶς μεμνημένοις τῶν ἐντολῶν αὐτοῦ, ἀλλ' ἐπιτιθεῖσι τοῖς λόγοις τὰ ἔργα, καὶ κατὰ ταύτας τὸν οἰκεῖον ῥυθμίζουσι βίον. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει. Δεσπόζειν πάντων, ἀλλ' οὐ βασιλεύειν εἴρηται, ἐπεὶ μὴ πάντες ἄξιοι τῆς αὐτοῦ βασιλείας. Διὸ τοῖς τὸν εὐαγγελικὸν κατορθοῦσι βίον τὴν τῶν οὐρανῶν βασιλείαν ὁ Σωτὴρ ἐπηγγείλατο· κρατεῖ δὲ καὶ τῶν ἀναξίων, ὡς Κύριος. Ἔοικε δὲ τοῦτο τοῖς ἐν ἑτέρῳ εἰρημένοις ψαλμῷ· Ὁ ἐν ὑψηλοῖς κατοικῶν, καὶ τὰ ταπεινὰ ἐφορῶν. Καὶ γὰρ ἐνταῦθα ὁ προφητικὸς ἡμᾶς διδάσκει λόγος, ὡς ἐν οὐρανῷ μὲν ἔχει τὸν θρόνον τῶν ὅλων ὁ Κύριος, ἐφορᾷ δὲ καὶ πρυτανεύει τὴν κτίσιν, ἅτε δὴ πάντων ὢν δημιουργὸς καὶ βασιλεὺς καὶ Δεσπότης. Εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ ἄγγελοι αὐτοῦ, δυνατοὶ ἰσχύϊ, ποιοῦντες τὸν λόγον αὐτοῦ, τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ.