Ancient Greek · ~16 min
ΨΑΛΜ. ΡΕʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Psalmos 101-107 [Sp.] 4.1-4
Not analysed yet
Οὐκ εἶπε δὲ τῆς εἰδωλολατρείας τὸ αἴτιον, ὅπερ ἦν ἡ πορνεία, δι' ἣν ἠσέβησαν, ᾗπερ ἡ γαστριμαργία συνῆπτο· τὸ δὲ ἀποτέλεσμα κατηγορεῖ τὴν ἀσέβειαν. Τούτου γὰρ χάριν καὶ τὴν ἐπιμιξίαν τῶν ἀλλοφύλων γυναικῶν ἀπεῖπεν ὁ νόμος. Γυναικῶν γὰρ συμπάθεια καὶ πρὸς ἀσέλγειαν οἶδε κινεῖν. Καὶ ἔστη Φινεὲς, καὶ ἐξιλάσατο· καὶ ἐκόπασεν ἡ θραῦσις. Καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην εἰς γενεὰν ἕως τοῦ αἰῶνος. Τὴν θραῦσιν ὁ Σύμμαχος Πληγὴν εἴρηκε. Διδάσκει δὲ καὶ τοῦτο ἡ ἱστορία, ὡς λαβὼν τὸν σειρομάστην ὁ Φινεὲς διέπειρε μετὰ τῆς Μωαβίτιδος τὸν πορνεύοντα Ζαμβρῆ, καὶ τῷ δόρατι συνανεῖλε τὴν γυναῖκα. Τούτου τὸν ζῆλον ἀποδεξάμενος ὁ Θεὸς, αὐτὸν μὲν ἀνεκήρυξε, τὴν δὲ τοῖς ἄλλοις ἐπαγομένην τιμωρίαν ἐκήρυξε. Τοσοῦτον ἀνδρὸς ἰσχύει δικαιοσύνη παρὰ Θεῷ, κοινὴν πληγὴν ἀναστέλλουσα. Καὶ παρώργισαν αὐτὸν ἐπὶ ὕδατος ἀντιλογίας, καὶ ἐκακώθη Μωϋσῆς δι' αὐτοὺς, ὅτι παρεπίκραναν τὸ πνεῦμα αὐτοῦ. Καὶ διέστειλεν ἐν τοῖς χείλεσιν αὐτοῦ. Ἕβδομον ἁμάρτημα, ἐφ' ᾧ καὶ Μωϋσῆς ἐνεκλήθη. Πενθοῦντι γὰρ τὴν ἀδελφὴν προσελθόντες μετὰ πολλῆς ἀταξίας τὴν χρείαν ἐξῄτησαν. Ὁ δὲ καὶ τῇ ἀθυμίᾳ τοῦ πένθους βαλλόμενος, καὶ τὴν τούτων ἀκρασίαν θεώμενος, θυμῷ καὶ λύπῃ περισχεθεὶς οὐ μετὰ τῆς συνήθους ἁρμονίας τῷ θείῳ προστάγματι διηκόνει· ἀλλ' ἀμφιβολίαν τινὰ τοῖς λόγοις ἀναμίξας, τὴν πέτραν ἐπάταξε, καὶ τὸ ὕδωρ ἐξήγαγε. Τοῦτο γὰρ δηλοῖ τὸ, Διέστειλεν ἐν τοῖς χείλεσιν αὐτοῦ, ἀντὶ τοῦ, οὐκ ἀναμφιβόλως τοῖς λόγοις ἐχρήσατο. Εἶπε γὰρ, φησὶ, Μωϋσῆς πρὸς αὐτούς· Μὴ ἐκ τῆς πέτρας ταύτης ἐπάξω ὑμῖν ὕδωρ; Τούτου χάριν ἀγανακτήσας δῆθεν ὁ τῶν ὅλων Θεὸς, οὐ διὰ αὐτοῦ τὴν τοῖς πατράσιν ἐπηγγελμένην ἀποδέδωκε γῆν, ἀλλ' αὐτὸν μὲν ἐκέλευσε δέξασθαι τοῦ βίου τὸ τέλος, διὰ Ἰησοῦ δὲ τοῦ Ναυῆ πεπλήρωκε τὴν ὑπόσχεσιν. Καὶ δοκεῖ μὲν αὐτῷ ταύτην τὴν τιμωρίαν ἐπιτεθεικέναι ὁ τῶν ὅλων πρύτανις· ἕτερα δὲ οἰκονομῶν ἐπραγματεύσατο τοῦτο. Πρῶτον μὲν γὰρ τὴν τῶν Ἰουδαίων ἐπιστάμενος ἄνοιαν, οὐκ εἴασε δι' αὐτοῦ τὴν ὑπόσχεσιν πᾶσαν πέρας λαβεῖν, ἵνα μὴ αὐτὸν θεὸν ὑπολάβωσιν. Οἱ γὰρ εἰκόνα μόσχου θεοποιήσαντες, ποῖον οὐκ ἂν προσήνεγκαν σέβας τῷ τοσούτων θαυμάτων ὑπουργῷ γενομένῳ; Διά τοι τοῦτο καὶ τὸν τάφον αὐτοῦ λαθεῖν πεποίηκεν ὁ Θεός. Πρὸς δὲ τοῦτο καὶ τῆς νομοθεσίας ἠβουλήθη δεῖξαι τὸ πρόσκαιρον ἀπὸ τῶν αὐτῷ τῷ νομοθέτῃ συμβάντων. Εἰ γὰρ αὐτὸς ὁ νομοθέτης τῆς ἐπηγγελμένης οὐκ ἀπέλαυσε γῆς, συνιδεῖν ἐντεῦθεν ῥᾴδιον ἦν, ὡς οὐδὲ αὐτοὶ ταύτης ἀπολαύσουσιν ἐπὶ πλεῖστον τῆς προμηθείας. Οὕτω τὰ κατὰ τὴν ἔρημον διηγησάμενος, τὴν ἐν τῇ γῇ τῆς ἐπαγγελίας γεγενημένην αὐτῶν διελέγχει παρανομίαν. Οὐκ ἐξωλόθρευσαν τὰ ἔθνη, ἃ εἶπε Κύριος αὐτοῖς. Καὶ ἐμίγησαν ἐν τοῖς ἔθνεσι, καὶ ἔμαθον τὰ ἔργα αὐτῶν, καὶ ἐδούλευσαν τοῖς γλυπτοῖς αὐτῶν, καὶ ἐγενήθη αὐτοῖς εἰς σκάνδαλον. Τὴν γὰρ ἐπιμιξίαν διὰ τὴν τῆς ἀσεβείας ἐκώλυσε κοινωνίαν, τῇ ἀρχῇ τὸ τέλος συναναιρῶν, καὶ σὺν τῇ ῥίζῃ τὸν καρπὸν ἀφανίζων, καὶ τῷ ἐλάττονι κακῷ τὸ χεῖρον προαναστέλλων. Ἀλλ' ὅμως οὗτοι καὶ ἐν τούτῳ τὸν θεῖον παραβαίνοντες νόμον, οὔτε τὰ δυσσεβῆ ἐξωλόθρευσαν ἔθνη, οὔτε τὴν πρὸς αὐτὰ ἔφυγον κοινωνίαν, ἀλλὰ τὴν πονηρὰν αὐτῶν πολιτείαν ἐζήλωσαν. Δηλῶν τοίνυν ὁ προφήτης, ὡς οὐ μισανθρωπίαν ἐδίδασκεν ὁ Θεὸς, ἀλλ' ἐν ἀσφαλείᾳ αὐτοὺς καταστῆσαι βουλόμενος, ἐπήγαγε· Καὶ ἐγενήθη αὐτοῖς σκάνδαλον ἡ ἐπιμιξία καὶ ἡ συνουσία αὕτη, καὶ σκάνδαλον οὐ τὸ τυχόν· κατὰ γὰρ τῆς φύσεως αὐτῆς ἐμάνησαν, ὅπερ ἐπάγει λέγων· Καὶ ἔθυσαν τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν τοῖς δαιμονίοις. Καὶ ἐξέχεαν αἷμα ἀθῷον, αἷμα υἱῶν αὐτῶν καὶ θυγατέρων, ὧν ἔθυσαν τοῖς γλυπτοῖς Χαναάν. Καὶ ἐφονοκτονήθη ἡ γῆ ἐν τοῖς αἵμασι, καὶ ἐμιάνθη ἐν τοῖς ἔργοις αὐτῶν. Τὸν κολοφῶνα τῆς ἀσεβείας τελευταῖον κατέλιπε. Ποίαν γὰρ δυσσεβείας ὑπερβολὴν καταλείψει τὸ αἵμασιν υἱῶν καὶ θυγατέρων μολῦναι τὴν γῆν, καὶ τοῖς αἱμοβόροις δαίμοσι τὰς τούτων θυσίας προσενεγκεῖν; τῷ Θεῷ μὲν γὰρ οὐδὲ τὰ νενομισμένα προςέφερον, τοῖς δὲ εἰδώλοις καὶ τὰς τῶν παίδων σφαγάς. Καὶ ἐπόρνευσαν ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν. Πορνείαν ἐνταῦθα οὐ τὴν ἀκολασίαν μόνον, ἀλλὰ καὶ τὴν τῶν εἰδώλων λατρείαν καλεῖ. Ἐπειδὴ γὰρ τῷ Θεῷ συνημμένοι τὴν ἐκείνων θεραπείαν ἠγάπησαν, τὴν δεισιδαιμονίαν εἰκότως πορνείαν ἐκάλεσε. Καὶ ὠργίσθη θυμῷ Κύριος ἐπὶ τὸν λαὸν αὐτοῦ, καὶ ἐβδελύξατο τὴν κληρονομίαν αὐτοῦ. Καὶ παρέδωκεν αὐτοὺς εἰς χεῖρας ἐθνῶν, καὶ ἐκυρίευσαν αὐτοὺς οἱ μισοῦντες αὐτούς. Καὶ ἔθλιψαν αὐτοὺς οἱ ἐχθροὶ αὐτῶν, καὶ ἐταπεινώθησαν ὑπὸ τὰς χεῖρας αὐτῶν.