Ancient Greek · ~20 min
ΨΑΛΜ. ΡΕʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Psalmos 101-107 [Sp.] 3.1-5
Not analysed yet
Σφόδρα αὐτῶν ἁρμοδίως τὴν ἄνοιαν ἐτραγῴδησεν. Ἀντὶ τοσαῦτα θαυματουργήσαντος, καὶ τὴν παράδοξον ἐκείνην σωτηρίαν χαρισαμένου, καὶ τοσαῦτα ἐνεργεῖν δυναμένου, εἰκόνα τετιμήκασι μόσχου, ἧς τὸ ἀρχέτυπον τροφῆς ἐνδεές. Τροφὴ δὲ τοῦ μόσχου, οὐκ ἄρτος ὁ τοῖς λογικοῖς προσφερόμενος, ἀλλὰ πόα καὶ χόρτος. Τοῦ δὲ μόσχου, οὗ ἄλογος ἡ φύσις, καὶ ὁ χόρτος τροφὴ, καὶ ἡ δουλεία δεδωρημένη ἀνθρώποις, ἡ εἰκὼν εὐτελεστέρα πολλῷ· οὐ γὰρ μόνον ἄλογος, ἀλλὰ καὶ ἄψυχος, οὐκ ἐνεργεῖν, οὐ μυκᾶσθαι, οὐκ ἐσθίειν ἰσχύουσα· ἀλλ' ὅμως τὴν οὕτως ἀδρανῆ τοῦ Θεοῦ τῶν ὅλων προτετιμήκασιν. Ἔχοντες γὰρ ἐξ Αἰγύπτου φαντασίαν τοῦ Ἄπιδος, ὅστις ἦν ἐν τῇ Μέμφιδι, καὶ οὐχὶ τούτῳ, ἀλλὰ καὶ πολλοῖς γλυπτοῖς προσεκύνησαν. Ἕνα γοῦν μόσχον πεποιηκότες πολλοὺς ἐδείκνυον φάσκοντες· Οὗτοι οἱ θεοί σου, Ἰσραὴλ, οἱ ἀναγαγόντες σε ἐκ γῆς Αἰγύπτου. Ἐπ ελάθοντο τοῦ Θεοῦ τοῦ σώζοντος αὐτοὺς, τοῦ ποιήσαντος μεγάλα ἐν Αἰγύπτῳ, θαυμάσια ἐν γῇ Χὰμ, φοβερὰ ἐπὶ θαλάσσης ἐρυθρᾶς. Οὐκ εἰκῇ τούτων μέμνηται, δεῖξαι δὲ θέλων, ὡς ἐπὶ τοσούτοις οὐκ ἀπέβαλεν αὐτοὺς ὁ Θεὸς, μέχρι κατὰ Χριστοῦ τὸ πάντων ἀσεβέστατον ἔργον ἐτόλμησαν, τὴν δοθεῖσαν αὐτοῖς παραιτησάμενοι χάριν. Διό φησιν αὐτοῖς ὁ Σωτήρ· Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία αὐτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε; Ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος. Μὴ ἀρκεσθέντες οὖν, φησὶ, τοῖς προτέροις κακοῖς, τὴν δόξαν αὐτῶν, ἥτις ἦν ὁ Θεὸς, ἠλλάξαντο ἐν ὁμοιώματι μόσχου. Οὔτε γὰρ τῆς οἰκείας ἐμνημόνευσαν σωτηρίας, οὔτε τῆς τῶν Αἰγυπτίων τιμωρίας, οὔτε τοῦ μεγάλου τῆς θαλάττης θαύματος· ἀλλὰ πάντα ἀθρόως ἀπέπτυσαν. Καὶ εἶπε τοῦ ἐξολοθρεῦσαι αὐτοὺς, εἰ μὴ ὁ Μωϋσῆς ὁ ἐκλεκτὸς αὐτοῦ ἔστη ἐν τῇ θραύσει ἐνώπιον αὐτοῦ, τοῦ ἀποστρέψαι τὸν θυμὸν αὐτοῦ, τοῦ μὴ ἐξολοθρεῦσαι αὐτούς. Τοῦ γὰρ Θεοῦ τῶν ὅλων εἰρηκότος, Ἔασόν με, καὶ θυμωθεὶς ὀργῇ ἐκτρίψω αὐτοὺς, καὶ ποιήσω σε εἰς ἔθνος μέγα, εἶπεν ὁ μακάριος Μωϋσῆς· Εἰ μὲν ἀφίης αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ, ἐξάλειψον κἀμὲ ἐκ τῆς βίβλου, ἧς ἔγραψας. Ἐνταῦθα ζήτημα οὐ μικρὸν κεῖται. Τί γάρ φησιν; Εἰ μὴ Μωϋσῆς, ἀπώλοντο ἄν. Τί οὖν; Μωϋσῆς τὸ πᾶν ἤνυσε, καὶ αὐτὸν αἰδεσθεὶς, οὐ τῇ οἰκείᾳ φιλανθρωπίᾳ χρησάμενος ἔστησε τὴν ὀργήν; Καὶ τίς ἂν τοῦτο εἴποι; Τί οὖν ἐστι τὸ λεγόμενον; Σχήματι κέχρηται ὁ Θεὸς εἰς τὴν ἐκείνων ὠφέλειαν, καί φησιν αἰδούμενος αὐτὸν χαλᾷν τὴν ὀργὴν, καὶ λέγει· Ἄφες με, καὶ ἐξαλείψω αὐτούς. Καίτοι γε οὐδὲν ἐφθέγξατο Μωϋσῆς, οὐδὲ προσῆλθεν, οὐδὲ ἱκέτευσεν· ἀλλὰ βουλόμενος αὐτὸν εἰς ἀρχὴν ἱκετηρίας ἀγαγεῖν, ἐνταῦθα προοιμιάζεται. Κατὰ μὲν οὖν τὸ δίκαιον καὶ τὴν πρόγνωσιν τῆς ὅλης αὐτῶν κακίας, ὁ τῆς ἀπωλείας ὅρος· κατὰ δὲ τὸ φιλάνθρωπον, ἡ τοῦ σωθῆναι συγχώρησις διὰ τὴν ὁσιότητα γενομένη τοῦ πρεσβευτοῦ κατὰ τὴν ὑπὲρ κόσμου πρόνοιαν ἱκετεύσαντος, ὡς ἂν ἡ τοῦ Θεοῦ χάρις ἀτελὴς μὴ δόξῃ περὶ τὸν Ἰσραὴλ καὶ διὰ τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν, ἧς ἱκετεύων ἀπεμνημόνευσε. Καὶ ἐξουδένωσαν γῆν ἐπιθυμητήν. Οὐκ ἐπίστευσαν τῷ λόγῳ αὐτοῦ, καὶ ἐγόγγυσαν ἐν τοῖς σκηνώμασιν αὐτῶν· οὐκ εἰσήκουσαν τῆς φωνῆς Κυρίου. Πέμπτον ἔγκλημα τοῦτο μετὰ τὴν Ἐρυθρὰν, καὶ τὴν ἔρημον, καὶ τὴν εἰς Μωϋσῆν παροινίαν, καὶ τὸν μόσχον τὸν ἐν Χωρήβ. Ἐπανελθόντες γὰρ οἱ κατάσκοποι κακῶς λέγοντες τὴν γῆν καὶ τοὺς ἄλλους ἀπέτρεψαν, χωρὶς Ἰησοῦ τοῦ Ναυῆ, καὶ Χαλὲφ τὸν τοῦ Ἰεφονῆ. Τοῦ γὰρ Θεοῦ παρεγγυήσαντος τῆς ἐπηγγελμένης ἐπιβῆναι γῆς, τῆς δειλίας τὸ πάθος δεξάμενον ἀντέτεινον προφανῶς, τοὺς μὲν Χαναναίους γενναίους εἶναι λέγοντες, αὐτοὺς δὲ δύναμιν ἀξιόχρεων οὐκ ἔχειν πρὸς τὴν ἐκείνων παράταξιν. Τοῦτο δὲ ἀπιστίας προφανῶς τεκμήριον. Τοὺς γὰρ τοιούτων καὶ τοσούτων θαυμάτων αὐτόπτας θαῤῥεῖν εἰς ἅπαντα δίκαιον ἦν τῇ τοῦ σεσωκότος δυνάμει. Καὶ ἐπῆρε τὴν χεῖρα αὐτοῦ ἐπ' αὐτοὺς, τοῦ καταβαλεῖν αὐτοὺς ἐν τῇ ἐρήμῳ· καὶ τοῦ καταβαλεῖν τὸ σπέρμα αὐτῶν ἐν τοῖς ἔθνεσι, καὶ διασκορπίσαι αὐτοὺς ἐν ταῖς χώραις. Τὴν δὲ περὶ τῆς γῆς ἀντιλογίαν, καίτοι πρεσβυτέραν οὖσαν τῆς Κορὲ καὶ Δαθὰν στάσεως, ὡς μείζονί τε καὶ δυσσεβεῖ διὰ τὴν πρὸς Θεὸν ἀπιστίαν, τῇ μοσχοποιίᾳ φέρων ὑπέταξεν. Ἡ δειλία γὰρ αὐτοῖς τὴν κατὰ πίστιν ἀνεῖλεν ἐλπίδα, μηδὲ τῇ τῶν προλαβόντων πείρᾳ βεβαιουμένοις· ὅθεν καὶ μείζω τὴν δίκην ὑπέσχον τῆς ἐπὶ τῇ μοσχοποιίᾳ κολάσεως. Μερικῶς γὰρ τότε παθόντες, νῦν ἅπαντες ἄρδην πλὴν τῶν παίδων ἀπώλοντο, μηδὲ τῆς ἐπαγγελίας ἀξιωθέντες. Ἠβουλήθη γὰρ ὁ Θεὸς τῇ ἀπιστίᾳ κατάλληλον ἐπιθεῖναι τὴν τιμωρίαν, καὶ πᾶσι κατὰ ταὐτὸν ἐπενεγκεῖν τὸν ὄλεθρον. Ἀλλ' ὅμως τῇ συνήθει φιλανθρωπίᾳ χρώμενος μερικὴν αὐτοῖς ἐπήγαγε κόλασιν. Καὶ ἐτελέσθησαν τῷ Βεελφεγὼρ, καὶ ἔφαγον θυσίαν νεκρῶν καὶ παρώξυναν αὐτὸν ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν. Ἕκτον ἁμάρτημα τοῦτο δὲ, ἐν τοῖς Ἀριθμοῖς. Εἰς ἀκολασίαν γὰρ πάλιν ἐξοκείλαντες, καὶ ταῖς τῶν Μωαβιτῶν μιγνύμενοι γυναιξὶ, μετέμαθον τὴν ἐκείνων ἀσέβειαν. Βεελφεγὼρ δέ ἐστιν εἴδωλον παρ' ἐκείνοις τιμώμενον. Καὶ Φεγὼρ μὲν ἐκαλεῖτο τοῦ εἰδώλου ὁ τόπος· Βαὰλ δὲ, τὸ εἴδωλον. Τοῦτον δέ φασί τινες Κρόνον καλεῖσθαι τῇ Ἑλλάδι φωνῇ· λέγεται δὲ καὶ Βήλ. Θυσίας δὲ νεκρῶν καλεῖ τὰς καλουμένας παρ' Ἕλλησι χοὰς, ἃς τοῖς νεκροῖς προσφέρειν εἰώθασιν, ἢ ἣν ἐποίουν διὰ νεκρικῶν τινων τῶν κατὰ γοητείαν ἔργων, ἢ διὰ τὸ νεκρῶν ἀνδρῶν περιέχειν μνήμας. Καὶ αὐτοὺς δὲ τοὺς καλουμένους θεοὺς, νεκροὺς οὐκ ἄν τις ἁμάρτοι προσαγορεύσας. Καὶ ἐπληθύνθη ἐν αὐτοῖς ἡ πτῶσις.