Ancient Greek
Section 3
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Psalmum 100 [Sp.] 3.1
Not analysed yet
Ἀλλ' οὐ τοιοῦτος ὁ δίκαιος, οὐδὲ τάραχον ἢ φόβον δεχόμενος ἐν τῇ καρδίᾳ. Κἂν γὰρ ἐχθρῶν συμβῇ ἐπανάστασις, λέγει θαῤῥῶν· Ἐὰν παρατάξηται ἐπ' ἐμὲ παρεμβολὴ, οὐ φοβηθήσεται ἡ καρδία μου· ἐὰν ἐπαναστῇ ἐπ' ἐμὲ πόλεμος, ἐν τούτῳ ἐγὼ ἐλπίζω. Διὰ τοῦτό φησι Διεπορευόμην ἐν ἀκακίᾳ καρδίας μου, ἐν μέσῳ τοῦ οἴκου μου· τουτέστι, Διεσκόπουν, ἠρεύνων τὰ κατὰ ἐμαυτὸν, ἵνα μή τις ῥίζα πικρίας ἀναφύουσα ἐνοχλῇ καὶ μιαίνῃ τὸ αἰσθητήριον τῆς καρδίας μου· ἀλλ' ἵνα ἡ ἀκακία ἐν ἐμοὶ σωζομένη πάντων γένηταί μοι πρόξενος· τῶν ἀρετῶν· ὅθεν Οὐ προετιθέμην πρὸ ὀφθαλμῶν μου πρᾶγμα παράνομον. Οὐ γὰρ εἶχον σκοπὸν τοῦ ἁμαρτάνειν, οὐδὲ προέκειτό μοι παρανομεῖν, ἀλλότρια τῆς σωτηρίας κατεργαζομένῳ· ἀλλ' ἦν πρὸ τῶν ὀφθαλμῶν μου φόβος Θεοῦ, τήρησις ἐντολῶν, ἔργα δικαιοσύνης, πᾶσα κατὰ νόμον πολιτεία. Οὐ προετιθέμην πρὸ ὀφθαλμῶν μου πρᾶγμα παράνομον. Ὅσοις γὰρ σκοπὸς τοῦ ἁμαρτάνειν, τούτοις πρόκειται καὶ τὸ παρανομεῖν, καὶ ἔχουσιν ὥσπερ προηγουμένην τὴν ἁμαρτίαν, πρότερον ὁριζόμενον κατὰ καρδίαν, ἔπειτα καὶ ὅλον εἰς αὐτὴν ἀνατείναντες τὸ ὄμμα τῆς διανοίας, οὕτω τρέχουσιν εἰς τὴν παρανομίαν. Ἐγὼ δὲ τούτων ἀλλότριος ἤμην. Οὐ γὰρ ἦν πρὸ ὀφθαλμῶν μου πρᾶγμα παράνομον, ἀλλ' ὅλος μοι ὁ σκοπὸς ἦν, τὸ κατὰ νόμον πολιτεύεσθαι. Ἀλλὰ καὶ Ποιοῦντας παραβάσεις ἐμίσησα. Οὐ μόνον αὐτὸς ἐγὼ οὐδὲ παρὰ τὸν τοῦ Θεοῦ νόμον πράττειν ἠβουλόμην, ἀλλὰ καὶ τοὺς παραβαίνοντάς τι τῶν ἐντολῶν ἐμίσουν· Ποιοῦντας γὰρ παραβάσεις ἐμίσησα. Ἐνταῦθα δὲ διττῶς νοητέον τὸ, Ποιοῦντας παραβάσεις ἐμίσησα. Οἱ μὲν γάρ εἰσι παραβαίνοντες τὰς τοῦ Θεοῦ ἐντολὰς, καὶ τὰ δικαιώματα. καὶ τὰ κρίματα· καὶ εἰσὶν οὗτοι παραβάται νόμου. Ἄλλοι πάλιν παραβαίνουσιν αὐτὴν τὴν σωτήριον τοῦ Δεσπότου ὁμολογίαν, καὶ εἰσὶ παραβάται Θεοῦ. Πολλὴ δὲ διαφορὰ μεταξὺ τῆς τῶν ἀμφοτέρων παραβάσεως. Οἱ μὲν γὰρ ἔτι ἐλπίδα ἔχουσι σωτηρίας, τὴν ῥίζαν τῆς τοῦ Θεοῦ γνώσεως κεκτημένοι οἱ δὲ πάντη τῆς σωτηρίας ἐκπεπτώκασιν, αὐτὸν τὸν αἴτιον τῆς σωτηρίας ἀρνησάμενοι. Ἐγὼ οὖν, φησὶ πάντας Τοὺς ποιοῦντας παραβάσεις ἐμίσησα. Ἀρχὴ γὰρ ἁμαρτίας, ἀφίστασθαι ἀπὸ τοῦ Θεοῦ, ὥς φησιν ὁ σοφώτατος. Ἡμεῖς δὲ οὐ μόνον οὐ μισοῦμεν τοὺς παραβάτας, ἀλλὰ καὶ ὡς φίλους ἀσπαζόμεθα, δέον τοῖς τοιούτοις μηδὲ τὸ χαίρειν λέγειν· Οὐκ ἔστι γὰρ εἰρήνη τοῖς ἀσεβέσι, λέγει Κύριος· καὶ μετ' αὐτῶν ἐσθίομεν καὶ πίνομεν, ὧν καὶ τὴν ἀπάντησιν ἀποφεύγειν ὀφείλομεν. καὶ μηδὲ ἀνθρώπους ἡγεῖσθαι τοῖς δαίμοσιν ἑαυτοὺς παραδεδωκότας, καὶ ἀψύχοις λίθοις, καὶ ξύλοις τὴν ἑαυτῶν ζωὴν ἀνατεθεικότας. Ἢ οὐ διδάσκει ἡμᾶς ἀλλαχοῦ ὁ αὐτὸς προφήτης λέγων· Οὐχὶ τοὺς μισοῦντάς σε, Κύριε, ἐμίσησα, καὶ ἐπὶ τοὺς ἐχθρούς σου ἐξετηκόμην· Τέλειον μῖσος ἐμίσουν αὐτοὺς, εἰς ἐχθροὺς ἐγένοντό μοι; Μιμησώμεθα οὖν καὶ ἡμεῖς τὸν προφήτην, καὶ μισήσωμεν τοὺς ποιοῦντας τὰς παραβάσεις, ἵνα μὴ διὰ τῆς ἀδιαφόρου ἡμῶν κοινωνίας πρὸς αὐτοὺς συνεργοὶ τῆς παραβάσεως αὐτῶν εὑρεθῶμεν. Κατὰ πάντα γὰρ μισητέον τὴν πρὸς αὐτοὺς κοινωνίαν, ὅτι τὸ φῶς ἀποστραφέντες ἐν τῷ σκότει πορεύονται (Τίς δὲ κοινωνία φωτὶ πρὸς σκότος;) ,καὶ ὅτι τοῦ Χριστοῦ τὸ ὄνομα ἀρνησάμενοι, τὸ τοῦ Βελιὰρ ὄνομα ἑαυτοῖς περιτιθέασι (Τίς δὲ συμφώνησις Χριστοῦ πρὸς Βελιάρ;) ,καὶ ὅτι ἀποφυγόντες τὴν ἐνταῦθα εἴσοδον, ναοῖς εἰδώλων περιμεμήνασι, τὴν ἑαυτῶν ζωὴν τοῖς μιάσμασι συμμιάναντες· Τίς δὲ συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων; Ποιοῦντας οὖν παραβάσεις ἐμίσησα. Οὐκ ἐκολλήθη μοι καρδία σκαμβή· ἐκκλίνοντος ἀπ' ἐμοῦ τοῦ πονηροῦ οὐκ ἐγίνωσκον. Πάλιν ἐνταῦθα, ἀγαπητὲ, πρόσεχε τὴν δύναμιν τῶν εἰρημένων. Οὐκ ἐκολλήθη μοι καρδία σκαμβή. Οὐδὲν ἦν ἐν ἐμοὶ σκολιὸν, οὐδὲ στραγγαλιῶδες, ἀλλὰ κἂν μυρία ᾖ τὰ θλίβοντα, κἂν πονηρὰ τὰ συμβαίνοντα, κἂν ἐναντία τὰ ἀντιπίπτοντα, Ἐμοὶ οὐκ ἐκολλήθη καρδία σκαμβὴ, οὐ διαλογισμὸς πονηρὸς, οὐκ ἐνθύμησις ἀλλοτρία. Οὐχ ὅτι θλίβομαι, οὐχ ὅτι στενοχωροῦμαι, οὐκ ἐπειδὴ ὁρῶ ἁμαρτωλοὺς εὐθηνοῦντας, καὶ ἀσεβεῖς πλουτοῦντας, καὶ πάντας τοὺς παρανόμους κατευθυνομένους, ἐγὼ διαστρέφομαι τῇ καρδίᾳ πονηρὰ λογιζόμενος, καὶ λέγων· Ἵνα τί ἀσεβεῖς ζῶσι, καὶ κραταιοῦνται ἐν τῷ πλούτῳ; Ὁ σπόρος αὐτῶν κατὰ ψυχὴν, οἱ οἶκοι αὐτῶν εὐθηνοῦσιν· Οἱ βόες αὐτῶν παχεῖς. Οὐκ ἐλογισάμην περὶ τούτων οὐδαμοῦ, ἀλλὰ κἂν ἐκεῖνοι εὐθηνῶσιν, ἐγὼ δὲ θλίβωμαι, οἶδα ὅτι Ἡ θλίψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει. Οὐκ ἐκολλήθη μοι καρδία σκαμβή. Οὕτω λογιζόμενος ὀρθῶς, καὶ κατ' εὐθὺ πορευόμενος, τοῦ Πονηροῦ ἀναβαίνοντος ἐπὶ τὴν καρδίαν μου, καί μου τόπον αὐτῷ μὴ διδόντος, ἐν τῷ μὴ ἔχειν χώραν κατ' ἐμοῦ, οὐκ ἐγίνωσκον πότε παρεγένετο, ἐμοῦ μὴ παραδεχομένου αὐτόν· οὕτως οὐδὲ ἐγίνωσκον, ὅτε ἐξέκλινεν. Ἡ πονηρία γὰρ ὡς σκιὰ παρατρέχουσα ὑπεχώρει, μηδεμίαν ἐν ἐμοὶ κατεργαζομένη βλάβην.