Ancient Greek · ~19 min
Section 4
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Psalmum 100 [Sp.] 4.1
Not analysed yet
Καὶ ἡμεῖς οὖν παιδευώμεθα, ἐάν ποτε συμβῇ τινι ἡμῶν χαλεπὸν ἢ περιστατικὸν πρᾶγμα, καὶ ἐπανέλθῃ λογισμὸς τοῦ Πονηροῦ, μὴ κυριεύσῃ ἡμῶν τοῦ ἡγεμονικοῦ, ἀλλὰ παρέλθῃ ἀβλαβῆ τηρήσας ἡμῶν τὴν καρδίαν, ὥστε λέγειν καὶ ἡμᾶς· Ἐκκλίνοντος ἀπ' ἐμοῦ τοῦ πονηροῦ οὐκ ἐγίνωσκον. Τὸν καταλαλοῦντα λάθρα τὸν πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον. Μάθωμεν καλὸν μάθημα, ἀγαπητοὶ, μὴ μόνον μὴ καταλαλεῖν, ἀλλὰ μηδὲ ἀκούειν καταλαλιᾶς. Δεινὸν γὰρ κακὸν ἡ καταλαλιὰ, ἀκατάστατον δαιμόνιον, μηδέποτε εἰρηνικὸν τὸν ἄνθρωπον ἀπεργαζόμενον. Τί γὰρ οὐκ ἔστι κακὸν ἀπὸ καταλαλιᾶς; Ἐξ αὐτῆς ἔχθραι ἀναφύονται, ἔρεις δι' αὐτῆς συνίστανται, διχοστασίαι ἀπ' αὐτῆς τὴν ἀρχὴν λαμβάνουσιν, ὑπόνοιαι πονηραὶ ἐκεῖθεν γενόμεναι τῶν μυρίων κακῶν τὰς αἰτίας παρέχουσι· μῖσος ὥσπερ ἀπὸ πηγῆς ἐξ αὐτῆς βρύει· καὶ ὅσα ἄν τις λογισάμενος εὑρήσει κακὰ, ταῦτα πάντα ἐκ τῆς καταλαλιᾶς εὕρῃ προχεόμενα, πάντας εἰς κακίαν ἑλκύουσα. Οἶδεν ἡ καταλαλιὰ, θυμῷ πληρώσασα τὸν ἄνθρωπον, καὶ φόνον ἐξ αὐτῆς μεταλαμβάνοντα, φονικὸν αὐτὸν κατὰ τοῦ πλησίον ἐργάζεσθαι. Οἶδε καὶ τὴν ψυχὴν ἀγριάνασαν ἀποστῆσαι τῆς ἀδελφικῆς κοινωνίας, καὶ ἐχθρὸν τὸν πρὸ ὀλίγου φίλον ἄνευ αἰτίας ἀποδεῖξαι. Αὕτη καὶ Μαρίας τῆς ἀδελφῆς Μωϋσέως ἁψαμένη, λεπρῶσαν ἀφ' ἑαυτῆς παρευθὺ ἀπέδειξεν, ὀργὴν δὲ κατ' αὐτῆς καὶ θυμὸν ἐπήγαγε παρὰ τοῦ Δεσπότου. Αὕτη καὶ ὅλους οἴκους ἀνατρέπει καὶ πόλεις εἰρηνευούσας εἰς πόλεμον ἐξεγείρει. Αὕτη καὶ τῆς καλῆς εἰρήνης τὰ δεσμὰ διαλύει, καὶ τῆς μεγάλης ἀγάπης τὸν σύνδεσμον διαῤῥήσσει. Αὕτη καὶ τῶν ἐντολῶν τοῦ Θεοῦ ἀφιστῶσα παρανομεῖν ἐκδιδάσκει, καὶ τῆς τοῦ Θεοῦ φιλίας ἀποσπῶσα, μακρὰν τῆς ἀληθείας ἀπάγει. Αὕτη παρὰ τὴν πρώτην καὶ τῆς ἀπωλείας τοῦ πρωτοπλάστου Ἀδὰμ αἰτία γεγένηται, καὶ τῆς ἐν τῷ παραδείσῳ διαίτης, καὶ τῆς ἐπουρανίου τρυφῆς ἀπεστέρησεν. Εἰσελθοῦσα γὰρ εἰς τὸ στόμα τοῦ ὄφεως καὶ ψεῦδος ἐργασαμένη κατὰ τῆς ἀψευδοῦς τοῦ Θεοῦ ἀγαθότητος, καὶ εἰποῦσα, Τί ὅτι εἶπεν ὁ Θεὸς, Οὐ μὴ φάγησθε ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ; παράβασιν ἤγαγε τῆς ἐντολῆς, ἀπὸ τῆς ἀληθείας διαστρέψασα τὸν ὑπήκοον· καὶ τὸν συνόμιλον ὄντα τῷ Δεσπότῃ πρὸς ἑαυτὴν ἐπισπασαμένη, ἄρτι ἐχθρὸν διὰ τῆς ἀπάτης κατέστησε, καὶ ἀλλότριον εἰς ἅπαξ τῶν ἀγαθῶν ἀπέδειξε. Φεισώμεθα τοίνυν τῆς καταλαλιᾶς, μακρὰν αὐτῆς γινόμενοι, ἵνα μὴ μάτην ἔχθραν πρὸς τὸν ἑαυτῶν Δεσπότην κτησώμεθα. Παυσώμεθα τῆς καταλαλιᾶς, ἵνα μὴ ἄδικοι κριταὶ τῆς ἀληθείας γινώμεθα, καὶ κατὰ τοῦ νόμου ὡς ψευδεῖς μάρτυρες εὑρεθῶμεν. Ὁ γὰρ καταλαλῶν, φησὶν, ἀδελφοῦ, ἢ κρίνων τὸν ἀδελφὸν, καταλαλεῖ νόμου, καὶ κρίνει νόμον. Εἰ δὲ νόμον κρίνεις, οὐκέτι ποιητὴς νόμου εἶ, ἀλλὰ κριτής. Εἷς δέ ἐστιν ὁ κριτὴς καὶ νομοθέτης, ὁ δυνάμενος σῶσαι καὶ ἀπολέσαι. Βλέπεις, ἀγαπητὲ, πόσον ἔχει βάρος ἡ καταλαλιά; Παυσώμεθα ταύτης, ἵνα μὴ κρίσιν αὑτοῖς ἐπαγάγωμεν. Ἀποδιώξωμεν ἀφ' ἡμῶν καὶ τοὺς καταλαλεῖν βουλομένους, ἵνα μὴ ἀλλοτρίοις κακοῖς συντιθέμενοι, ἑαυτοῖς ἀπώλειαν προξενήσωμεν· καὶ μὴ ἡδέως ἀκούωμεν τῶν καταλαλούντων, ἵνα μὴ διαβολικῶν ἐνθυμημάτων πληρωθῶμεν. Καὶ γὰρ αὕτη ἡ καταλαλιὰ διαβολικὴ ὀνομάζεται, φυσικὴν ἐκ τῆς τοῦ γεγεννηκότος δεξαμένη τὴν προσηγορίαν, ὅταν τῇ καταλαλιᾷ σχολάζων δουλεύῃ τῷ διαβόλῳ, τὰ τῆς διαβολῆς ἔργα διαπραττόμενος. Ὁ δὲ τὸν τοιοῦτον μὴ προσιέμενος, ἑαυτὸν μὲν ἐλευθεροῖ τῆς διακένου ταύτης ἁμαρτίας, τὸν δὲ ἁμαρτάνοντα ἀνατρέπει μὴ ἄδικον ἐπιφέρειν κατὰ τοῦ πλησίον κατηγορίαν· ἐλεύθερον δὲ καὶ τὸν καταλαλούμενον τῆς κατηγορίας ἀπεργάζεται· εἰρήνης δὲ βραβευτὴς καὶ φιλίας καθηγητὴς γίνεται, τὴν τοῦ καταλάλου προαίρεσιν μυσαττόμενος. Μάθωμεν καὶ ἡμεῖς τὸ ἔργον μυσαττόμενοι λέγειν· Τὸν καταλαλοῦντα λάθρα τοῦ πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον. Ἵνα δὲ μάθῃς, ἀγαπητὲ, πῶς ἡ καταλαλιὰ οὐδεμιᾶς ἀληθείας ἐστὶν ἐργάτις, πρόσχες καὶ αὐτῇ τῇ τοῦ ὀνόματος προσηγορίᾳ, καὶ τῷ ἐπακολουθοῦντι ῥητῷ τὴν διάκρισιν ποιούμενος. Ἡ μὲν γὰρ καταλαλιὰ κατηγορίας ἐστὶ διδάσκαλος· τὸ δὲ, Λάθρα, τὸ ψευδὲς τοῦ πράγματος καὶ ἀπαῤῥησίαστον ἐπιδείκνυται. Εἰ γὰρ ἀληθὲς, καλὸν τὸ εἰς πρόσωπον ἐλέγχειν, καὶ μετὰ παῤῥησίας εἰρηνοποιεῖν· εἰ δὲ λάθρα, φέρεις τὴν κατηγορίαν ψευδῆ, κακὴν ὑπόνοιαν κατὰ τοῦ πλησίον ἐργαζόμενος, μηδὲ ἐλέγξαι τὰ ὑπὸ σοῦ προφερόμενα δυνάμενος. Καλὸν οὖν ὡς ψεύστην καὶ λωποδύτην τὸν κατάλαλον ἀποδιώκειν, ἵνα μὴ τὴν εἰρηνεύουσαν ψυχὴν ταράσσοντες, πολεμικὴν αὐτὴν πρὸς τὸν πλησίον διὰ τῆς καταλαλιᾶς ἐργαζώμεθα. Τὸν καταλαλοῦντα οὖν λάθρα τοῦ πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον. Ὑπερηφάνῳ ὀφθαλμῷ καὶ ἀπλήστῳ καρδίᾳ, τούτῳ οὐ συνήσθιον. Ὅτι δὲ ὑπερηφανία μισητὴ καὶ παρ' αὐτῷ τῷ Θεῷ, ἄκουε τῆς Γραφῆς λεγούσης· Ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν. Καὶ πάλιν ἀλλαχοῦ· Μισητὴ ὑπερηφανία ἐναντίον. Κυρίου καὶ ἀνθρώπων. Καὶ, Ἵνα τί ὑπερηφανεύεται γῆ καὶ σποδός; Καὶ πολλαχοῦ εὑρήσεις τὴν ὑπερηφανίαν βδελυκτὴν καὶ πάνυ μεμισημένην. Οὕτως οὖν καὶ ἐνταῦθά φησιν, Ὑπερηφάνῳ ὀφθαλμῷ καὶ ἀπλήστῳ καρδίᾳ, τούτῳ οὐ συνήσθιον· ὡς πάνυ βλαβερωτάτης καὶ ἐπιζημίου τῆς ὑπερηφανίας οὔσης, οὐ μόνον αὐτῷ τῷ ταύτην ἀνειληφότι, ἀλλὰ καὶ τῷ πρὸς ὀλίγον αὐτὴν ὑποκρινομένῳ. Ἐπισυνῆψε δὲ καὶ τὸν ἄπληστον τῇ καρδίᾳ τῷ ὑπερηφάνῳ, ὡς μιᾶς οὔσης τῆς τῶν ἀμφοτέρων προαιρέσεως, τοῦ τε κατὰ τοῦ πλησίον ἐπαιρομένου καὶ τοῦ ὁμοίως κατὰ τοῦ πλησίον ἀπληστευομένου.