Ancient Greek · ~18 min
Section 5
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Psalmum 100 [Sp.] 5.1
Not analysed yet
Καλὸν οὖν, ἀγαπητοὶ, ἀποθέσθαι ἡμᾶς τὴν ὑπερηφανίαν, ἀναλαβεῖν δὲ τὴν ταπεινοφροσύνην, ἵνα μὴ ἀκούσωμεν, Ὁ ὑψῶν ἑαυτὸν, ταπεινωθήσεται, ἀλλ' ἀκούσωμεν, Ὁ ταπεινῶν ἑαυτὸν, ὑψωθήσεται· ἀρκεσθῆναι δὲ καὶ τῇ συμμέτρῳ αὐταρκείᾳ, καὶ μὴ τῇ ἀπληστίᾳ τῆς καρδίας ἐκκλῖναι τῆς δικαιοσύνης, ἵνα μὴ ἀκούσωμεν· Διὰ τὸ πλῆθος τῆς ἀδικίας σου ἀνεκαλύφθη τὰ ὀπίσθιά σου, τοῦ παραδειγματισθῆναι τὰς πτέρνας σου. Ἀποφύγωμεν οὖν καὶ τὴν δίαιταν τῶν ὑπερηφάνων καὶ τῶν ἀπλήστων τῇ καρδίᾳ, ἵνα μὴ τῇ συνηθείᾳ τῆς πρὸς αὐτοὺς κοινωνίας μιμηταὶ τῆς κακίας αὐτῶν γενώμεθα. Ἀσκῶμεν οὖν τὸ πράττειν καὶ λέγειν· Ὑπερηφάνῳ ὀφθαλμῷ καὶ ἀπλήστῳ καρδίᾳ, τούτῳ οὐ συνήσθιον. Καὶ ταῦτα ὡς ἐκ προσώπου τοῦ δικαίου λέγεται· πάλιν δὲ ὡς ἐκ προσώπου τοῦ Θεοῦ τὸ Πνεῦμα τὸ ἅγιον τὴν ἀπόκρισιν ποιούμενόν φησιν· Οἱ ὀφθαλμοί μου ἐπὶ τοὺς πιστοὺς τῆς γῆς, τοῦ συγκαθῆσθαι αὐτοὺς μετ' ἐμοῦ. Ἀληθῶς γὰρ οἱ ὀφθαλμοὶ τοῦ Θεοῦ ἐπὶ τοὺς πιστούς εἰσι, προσέχοντες αὐτοῖς, ἵνα μὴ ἔξω γένωνται τῆς ἀληθείας. Εἰ δὲ βούλει μαθεῖν ὡς ἀληθές ἐστι τὸ εἰρημένον, κατανόησον τοὺς μακαρίους ἀποστόλους, καὶ βλέπε τούτους πιστοὺς ὄντας τῆς γῆς, τὸ καὶ διὰ τῆς αὐτῶν πίστεως ὅλην τὴν οἰκουμένην πεπληρῶσθαι τὸ κήρυγμα τῆς σωτηρίας. Εἰς πᾶσαν γὰρ τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Καὶ γὰρ πᾶσα ἡ οἰκουμένη τῆς αὐτῶν πίστεως μεταλαβοῦσα πεπλήρωται, ἀκένωτον ἔχουσα τὸν πλοῦτον τῆς εὐσεβείας. Οὗτοι οὖν οἱ πιστοὶ συγκαθέζονται τῷ Δεσπότῃ, ἀκούοντες· Ὑμεῖς δέ οἱ δώδεκα καθίσεσθε ἐπὶ δώδεκα θρόνοις κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. Οἱ ὀφθαλμοί μου ἐπὶ τοὺς πιστοὺς τῆς γῆς, τοῦ συγκαθῆσθαι αὐτοὺς μετ' ἐμοῦ. Ὢ τοῦ θαύματος. Οἱ πήλινοι καθέζονται, καὶ οἱ ἀσώματοι παραστήκουσιν. Ἀλλ' οὐ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἐξουθενῶ· μὴ γένοιτο· ἀλλὰ τὴν φιλανθρωπίαν τοῦ Θεοῦ κηρύττω, δι' ἣν ἐτίμησε τὴν ἀνθρωπίνην φύσιν. Εἰ δὲ οἱ ἅγιοι ἀπόστολοι καθίσονται κριταὶ γενόμενοι τῶν ἀπίστων, ἐπάναγκες καὶ τοὺς τῶν ἀποστόλων τὴν πίστιν ἐσχηκότας καὶ ὁμοίως αὐτοῖς πεπιστευκότας, καὶ αὐτοὺς συγκαθεσθῆναι τοῖς ἀποστόλοις, κριτὰς ἐσομένους τῶν μὴ παραδεξαμένων τὴν πίστιν, μηδὲ ὁμολογησάντων τὸν σωτήριον λόγον. Τάχα γὰρ, ἵνα οὕτως εἴπω, ἔσονται δώδεκα ἔθνη πιστὰ, τὰ ὑπὸ τῶν ἀποστόλων κατηχηθέντα, ἅτινα κρινεῖ σὺν τοῖς ἀποστόλοις τὰς δώδεκα φυλὰς τοῦ Ἰσραὴλ, τὰς μηδὲ τῷ ἀποστολικῷ πεισθείσας κηρύγματι, μηδὲ τῷ Δεσποτικῷ πεπιστευκυίας θελήματι, ὥστε καὶ αὐτὰς τῇ πίστει συναχθείσας ἀκοῦσαι· Οἱ ὀφθαλμοί μου ἐπὶ τοὺς πιστοὺς τῆς γῆς, τοῦ συγκαθῆσθαι αὐτοὺς μετ' ἐμοῖ. Ἔπειτα ἴδωμεν τὰ ἑξῆς. Τί φησι; Πορευόμενος ἐν ὁδῷ ἀμώμῳ, οὗτός μοι ἐλειτούργει. Οὐ κατῴκει ἐν μέσῳ τῆς οἰκίας μου ποιῶν ὑπερηφανίαν· ὁ λαλῶν ἄδικα οὐ κατεύθυνεν ἐνώπιον τῶν ὀφθαλμῶν μου. Πρὸς τὴν καύχησιν τοῦ δικαίου καὶ ὁ Θεὸς ὁμοίως ἀνταποκρίνεται, καὶ παρατίθησιν, ὡς τοιούτους εἶναι δεῖ τοὺς τῇ πίστει διεληλυθότας. Φησὶ, Πορευόμενος ἐν ὁδῷ ἀμώμῳ, οὗτός μοι ἐλειτούργει. Τοιούτους γὰρ ἐγὼ ἐκλέγομαι λειτουργοὺς, τοὺς πορευομένους ἐν ὁδῷ ἀμώμῳ, καὶ μήτε δεξιὰ ἐκκλίνοντας, μήτε ἀριστερὰ, μήτε διασφαλλομένους τὰ περὶ τὴν ὁδὸν τῆς δικαιοσύνης καὶ τῆς ἀληθείας. Μακάριοι γὰρ οἱ ἄμωμοι ἐν ὁδῷ, οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου. Πρὸς οὖν τὴν εἰρημένην φωνὴν ὑπὸ τοῦ προφήτου, τὴν, Ψαλῶ, καὶ συνήσω ἐν ὁδῷ ἀμώμῳ, ἐνταῦθα λέγει· Πορευόμενος ἐν ὁδῷ ἀμώμῳ, οὗτός μοι ἐλειτούργει. Καὶ πάλιν, ὥς φησι, Διεπορευόμην ἐν ἀκακίᾳ καρδίας μου, ἐν μέσῳ τοῦ οἴκου μου· καὶ, Ὑπερηφάνῳ ὀφθαλμῷ καὶ ἀπλήστῳ καρδίᾳ, τούτῳ οὐ συνήσθιον· ἀνταποκρίνεται λέγων· Οὐ κατῴκει ἐν μέσῳ τῆς οἰκίας μου ποιῶν ὑπερηφανίαν, ἀλλὰ καὶ, Λαλῶν, φησὶν, ἄδικα οὐ κατεύθυνεν ἐνώπιον τῶν ὀφθαλμῶν μου. Ὡς γὰρ ἐκεῖ φησι, Τὸν καταλαλοῦντα λάθρᾳ τοῦ πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον· οὕτως ἐνταῦθα, Λαλῶν ἄδικα οὐ κατεύθυνεν ἐνώπιον τῶν ὀφθαλμῶν μου. Εἶτα ὅρα τί φησιν· Εἰς τὰς πρωΐας ἀπέκτεινον πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς, τοῦ ἐξολοθρεῦσαι ἐκ πόλεως Κυρίου πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν. Ἐνταῦθα λοιπὸν αἰνίττεται τὰ περὶ τοῦ μέλλοντος αἰῶνος. Ἐπειδὴ γὰρ νύξ ἐστιν ὁ παρὼν αἰὼν, ἡμέρα δὲ ὁ μέλλων, ὥς φησιν ὁ σοφώτατος Παῦλος, Ἡ νὺξ προέκοψεν; ἡ δὲ ἡμέρα ἤγγικε· πρωΐαν ὀνομάζει τὴν ἀνατολὴν τοῦ ἀϊδίου φωτὸς, οὗ μέλλουσιν οἱ δίκαιοι ἀπολαύειν. Εἰς ταύτην οὖν τὴν πρωΐαν ἀποκτενεῖ τοὺς ἁμαρτωλοὺς, ἀποστέλλων αὐτοὺς εἰς τὸ πῦρ τὸ αἰώνιον. Οὗτος γὰρ καὶ ὁ τῶν ἁμαρτωλῶν θάνατος, ὥς φησι καὶ αὐτὸς ὁ Σωτήρ· Φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον ἀποκτεῖναι καὶ ψυχὴν καὶ σῶμα ἐν γεέννῃ. Εἰς τὰς πρωΐας οὖν ἀπέκτεινον πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς, τοῦ ἐξολοθρεῦσαι ἐκ πόλεως Κυρίου πάντας, τουτέστι, τῆς ἄνω Ἱερουσαλὴμ, τοὺς ἐργαζομένους τὴν ἀνομίαν. Εἰς ἐκείνην γὰρ μόνον οἱ δίκαιοι ἀναπαύονται, ἀπολαύοντες τῆς αἰωνίου βασιλείας, ἧς γένοιτο καὶ ἡμᾶς καὶ ὑμᾶς πάντας ἀπολαῦσαι εὐαρεστήσαντας αὐτῷ, ὁσίως πολιτευσαμένους ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.