Ancient Greek
ΣΤΑΣΙΣ Γʹ Ἐπίβλεψον ἐπ' ἐμὲ, καὶ ἐλέησόν με κατὰ τὸ κρίμα τῶν ἀγαπώντων τὸ ὄνομά σου.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Psalmum 118 (homiliae 1-3) [Sp.] 1.1-3
Not analysed yet
Σύνηθές ἐστιν, ἀδελφοὶ, τῷ μακαρίῳ Δαυῒδ πολυτρόπους ἐπινοεῖν ἐμφάσεις ἐπὶ τοῖς προφητικῶς παρ' αὐτοῦ ᾀδομένοις. Καὶ γὰρ καὶ ἐν τούτῳ τῷ ψαλμῷ τὰ αὐτὰ περὶ τῶν αὐτῶν πολλαχῶς φθέγγεται. Σκοπὸς δὲ αὐτῷ ἐστιν, ἡ ἀποχὴ τῆς ἁμαρτίας καὶ ἡ ἀποτροπὴ τοῦ κακοῦ, τήρησις δὲ καὶ φυλακὴ τῶν ἐντολῶν τοῦ Θεοῦ, καὶ ἐλέγχειν τοὺς παραβαίνοντας, καὶ ἐξ αὐτῶν ἀποστρέφεσθαι, δέεσθαί τε τῆς τοῦ Θεοῦ βοηθείας καὶ τοῦ ἐλέους αὐτοῦ. Διὸ λέγει· Ἐπίβλεψον ἐπ' ἐμὲ, καὶ ἐλέησόν με. Ἔστιν ὅτε ὁ Θεὸς ἐπιβλέπει κατ' ὀργὴν, ὡς εἴρηται παρὰ τῷ προφήτῃ Ἀμβακούμ· Ἐπέβλεψε, καὶ ἐτάκη ἔθνη· ὅτε δὲ ἐπὶ τοὺς ἀγαπῶντας αὐτὸν ἐπιβλέπει, ἔλεος καὶ σωτηρίαν ἐργάζεται. Ταύτην οὖν ἐζήτησεν ὁ προφήτης· διὰ τοῦτο καὶ ἐπήγαγε· Κατὰ τὸ κρίμα τῶν ἀγαπώντων τὸ ὄνομά σου. Ἱκετεύει τοίνυν τῆς θείας τυχεῖν εὐμενείας, οὐχ ἁπλῶς, ἀλλ' ὡς εἴωθας, φησὶ, τοῖς ἀγαπῶσί σε παρέχειν τὸν ἔλεον. Τοῦτο γὰρ εἶπε, Κατὰ τὸ κρίμα τῶν ἀγαπώντων τὸ ὄνομά σου· ἀντὶ τοῦ, τῆς ἴσης τούτοις ἀπολαῦσαι ψήφου παρακαλῶ. Τὰ διαβήματά μου κατεύθυνον κατὰ τὸ λόγιόν σου· καὶ μὴ κατακυριευσάτω μου πᾶσα ἀνομία. Ἡμῶν γὰρ προεισφερόντων τὴν προθυμίαν, καὶ Θεοῦ παρέχοντος τὴν βοήθειαν καὶ τὴν πορείαν εὐθύνοντος, χώραν οὐκ ἔχει τῆς ἁμαρτίας ἡ δυναστεία. Τοῦ οὖν Θεοῦ κατευθύνοντος ἡμᾶς ἐν ταῖς ὁδοῖς αὐτοῦ, καὶ ἡμῶν παρεχόντων τὸ πρόθυμον, οὐχ ἕξει καθ' ἡμῶν ἡ ἁμαρτία δύναμιν, οὔτε ἡ ἀνομία. Ἐπαγγέλλεται γὰρ ἐν ἑτέρῳ ψαλμῷ τῷ φοβουμένῳ αὐτόν· Οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ, ἀπὸ βέλους πετομένου ἡμέρας, ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου· ἅ ἐστιν ἡ ἀνομία. Λύτρωσαί με ἀπὸ συκοφαντίας ἀνθρώπων, καὶ φυλάξω τὰς ἐντολάς σου. Κατὰ μὲν τὸ ῥητὸν πολλοὺς πειρασμοὺς ὁ Δαυῒδ ὑπέμεινεν ὑπὸ τῶν ἀνθρώπων, τοῦ τε Σαοὺλ, καὶ ἑτέρων τινῶν. Λέγει γὰρ καὶ τῷ ἑξῆς ψαλμῷ· Κύριε, ῥῦσαι τὴν ψυχήν μου ἀπὸ χειλέων ἀδίκων καὶ ἀπὸ γλώσσης δο λίας. Τί δοθείη σοι καὶ τί προστεθείη σοι πρὸς γλῶσσαν δολίαν; Καὶ αὖθις πάλιν ἐν ἑτέρῳ ψαλμῷ· Υἱοὶ ἀνθρώπων, οἱ ὀδόντες αὐτῶν ὅπλα καὶ βέλη, καὶ ἡ γλῶσσα αὐτῶν μάχαιρα ὀξεῖα. Εὔχεται οὖν λυτρωθῆναι ἀπ' αὐτῶν. Καὶ ὁ Δεσπότης Χριστὸς τοὺς ὀνειδιζομένους καὶ συκοφαντουμένους ζηλωτοὺς καὶ μακαρίους ἐκάλεσεν· ἀλλὰ καὶ εὔχεσθαι παρηγγύησε μὴ εἰσελθεῖν εἰς πειρασμόν. Συμβαίνει τοίνυν τοῖς εὐαγγελικοῖς νόμοις καὶ τοῦ προφήτου ἡ προσευχή. Ὁ δὲ ἅγιος Ἀθανάσιος κατὰ διάνοιαν ἑρμηνεύων τὸ ῥητὸν, συκοφαντίας ἀνθρώπων λέγει, τὰς τῶν αἱρετικῶν καὶ παρανόμων ἀθυροστομίας καὶ γλωσσαλγίας. Καὶ ἡμεῖς οὖν, ἀδελφοὶ, τῷ πατρὶ ἐξακολουθοῦντες, ἐκφύγωμεν ἀπὸ πάσης αἱρέσεως, τέως δὲ ἐκ τῶν νυνὶ ἐπιπολαζόντων ἡμῖν τῶν τε εἰκονοκλαστῶν καὶ τῶν Παυλικιανῶν καὶ Μανιχαίων· καὶ ἐὰν εἴπωσί τινι ἡμῶν, ἐλθὲ μεθ' ἡμῶν, ἐκκλίνωμεν τὸν πόδα καὶ παραλλάξωμεν, κατὰ τὸν παροιμιακὸν λόγον, καὶ μὴ συμπορευθῶμεν μετ' αὐτῶν. Τὸ πρόσωπόν σου ἐπίφανον ἐπὶ τὸν δοῦλόν σου, καὶ δίδαξόν με τὰ δικαιώματά σου. Ἀσώματον μὲν τὸ θεῖον, τὸ ἁπλοῦν καὶ ἀσύνθετον· σωματικώτερον δὲ καὶ παχύτερον ἡ θεία Γραφὴ περὶ αὐτοῦ διαλέγεται, τῇ φύσει τῇ τῶν ἀνθρώπων μετροῦσα τοὺς λόγους· ἐπεὶ χαρακτὴρ τῆς ὑποστάσεως τοῦ Πατρὸς ὁ Υἱὸς, καὶ ἀπαύγασμα, ὡς τῇ ἀληθείᾳ καὶ τῷ μακαρίῳ Παύλῳ δοκεῖ. Ἐπιποθεῖ οὖν τὴν παρουσίαν αὐτοῦ ἐπὶ σωτηρίᾳ τοῦ ἀνθρωπείου γένους κατιδεῖν. Αὐτὸς γὰρ ἡμῖν ἐπιφανεὶς ἐδίδαξε πᾶσαν δικαιοσύνην. Τοιγαροῦν τοῦ θείου προσώπου τὴν ἐπιφάνειαν νοητέον τὴν λύσιν τῶν λυπηρῶν καὶ τὴν τῶν ἀγαθῶν χορηγίαν. Διεξόδους ὑδάτων κατέδυσαν οἱ ὀφθαλμοί μου, ἐπεὶ οὐκ ἐφύλαξαν τὸν νόμον σου. Ἀποστολικὸς καὶ οὗτος ὁ νόμος. Εἰ γὰρ πάσχει, φησὶν, ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη. Τὴν εὐαγγελικὴν τοίνυν ὁ προφήτης μετέρχεται τελειότητα, τὰς τῶν ἄλλων παρανομίας ὀλοφυρόμενος· διεξόδους δὲ ὑδάτων τὸ πλῆθος τῶν δακρύων ἐκάλεσεν, ἀντὶ τοῦ, κρουνηδὸν ἔφερον τὰ δάκρυα, τὰς τῶν ἀνθρώπων παρανομίας θεώμενος. Τοιαύτης λύπης συνέχονται οἱ ἅγιοι ἐπὶ τοῖς παραβεβηκόσιν. Ὠλοφύρετο γὰρ καὶ ὁ Μωϋσῆς, ὅτε ὁ Ἰσραηλίτης λαὸς ἐξέκλινεν ἐκ τοῦ Θεοῦ μοσχοποιήσας, λέγων πρὸς τὸν Θεόν· Εἰ μὲν ἀφεῖς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ, ἐξάλειψον κἀμὲ ἐκ τῆς βίβλου τῶν ζώντων. Καὶ πάλιν ὁ Ἀπόστολος ὁρῶν τοὺς Ἰουδαίους ἀλλοτριουμένους τοῦ Εὐαγγελίου, ἔφη· Ηὐχόμην αὐτὸς ἀνάθεμα εἶναι ἀπὸ τοῦ Θεοῦ ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου τῶν κατὰ σάρκα. Δίκαιος εἶ, Κύριε, καὶ εὐθεῖαι αἱ κρίσεις σου. Ἐνετείλω δικαιοσύνην, τὰ μαρτύριά σου, καὶ ἀλήθειαν σφόδρα. Δικαίως ἅπαντα διέπεις, ὦ Δέσποτα, καὶ τῶν ἀνθρώπων κηδόμενος, καὶ δικαιοσύνης ἐργάτας ἀποφῆναι βουλόμενος. Καὶ νόμον ἔδωκας, καὶ διαμαρτύρῃ τοὺς παραβαίνοντας, ὁποίας τίσουσι δίκας, καὶ ὑπισχνῇ τοῖς φυλάττουσι τὰς ἀγαθὰς ἀντιδόσεις, καὶ βεβαιοῖς τὰς ἐπαγγελίας τοῖς ἔργοις. Τοῦτο γὰρ δηλοῖ τὸ, Ἀλήθειαν σφόδρα. Ἔστησε γὰρ ἡμέραν, ἐν ἧ μέλλει κρίνειν τὴν οἰκουμένην, καὶ ἀποδιδόναι Ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· τοῖς μὲν καθ' ὑπομονὴν ἔργου ἀγαθοῦ δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν ζητοῦσι, ζωὴν αἰώνιον· τοῖς δὲ πειθομένοις τῇ ἀδικίᾳ, ἀπειθοῦσι δὲ τῇ ἀληθείᾳ, θυμὸς καὶ ὀργὴ καὶ θλίψις καὶ στενοχωρία ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ κατεργαζομένου τὸ κακόν. Διὰ δὲ τοῦ εἰπεῖν, Ἀλήθειαν σφόδρα, τὴν βεβαιότητα καὶ τὴν ἔκβασιν τοῦ πράγματος ἐδήλωσεν. Ἐξέτηξέ με ὁ ζῆλός σου, ὅτι ἐπελάθοντο τῶν λόγων σου οἱ ἐχθροί μου. Καὶ τοὺς παρανομίᾳ συζῶντας ὁ προφήτης θρηνεῖ, καὶ καταφρονούμενον ὁρῶν τὸν νομοθέτην ἐνδίκως ἀγανακτεῖ. Οὗτος ὁ ζῆλος τὸν Φινεὲς ἀνεκήρυξεν· οὗτος τὸν μέγαν Ἠλίαν ἀοίδιμον ἀπετέλεσε· τούτῳ πυρπολούμενος ὁ καλλίνικος Στέφανος, τὴν Ἰουδαίων ἀπιστίαν διήλεγξεν. Ἔχει δὲ τοῦ ἀνωτέρω στίχου τὴν ἔννοιαν· ὅπερ γὰρ ἐκεῖ ἔλεγε, Διεξόδους ὑδάτων κατέδυσαν οἱ ὀφθαλμοί μου, ὧδε λέγει, Ἐξέτηξέ με ὁ ζῆλός σου, ὅτι ἐπελάθοντο τῶν λόγων σου οἱ ἐχθροί μου. Τοιοῦτος ἦν, ὡς ἔφην, ὁ Φινεὲς, ἐκκεντήσας τὸν πορνεύσαντα· Καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. Τοιοῦτος ἦν ὁ θεσπέσιος Παῦλος, ὅλον ἐν ἑαυτῷ τὸν Χριστὸν περιφέρων· διὸ καὶ ἔλεγε· Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Καὶ ὁ μακάριος δὲ Λουκᾶς περὶ αὐτοῦ φησιν, ὡς ἐν Ἀθήναις συνέσχετο Τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ, θεωροῦντι κατείδωλον οὖσαν τὴν πόλιν. Πεπυρωμένον τὸ λόγιόν σου σφόδρα, καὶ ὁ δοῦλός σου ἠγάπησεν αὐτό.