Ancient Greek
ΕΙΣ ΤΟΝ ΡΙΗʹ ΨΑΛΜΟΝ. Στάσις βʹ Αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με· συνέτισόν με, καὶ μαθήσομαι τὰς ἐντολάς σου.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Psalmum 118 (homiliae 1-3) [Sp.] 7.1-2
Not analysed yet
Τοῖς σοῖς, φησὶν, ἀκολουθεῖν προελόμενος νόμοις, μὴ γένωμαι τοῖς δυσμενέσιν εὐάλωτος. Τίς δὲ νῦν ἔχει τοσαύτην ψυχῆς καθαρότητα, ὥστε σὺν παῤῥησίᾳ τοιούτοις χρήσασθαι λόγοις; Τούτοις μέντοι καὶ ὁ θεῖος ἀπόστολος προσόμοια εἴρηκεν· Ἡ γὰρ καύχησις ἡμῶν αὕτη ἐστὶ, τὸ μαρτύριον τῆς συνειδήσεως ἡμῶν. Μέγας ὁ ταῦτα θαῤῥῶν προσομιλῆσαι Θεῷ. Διὰ γὰρ τοῦ εἰπεῖν, Ἐποίησα κρίμα καὶ δικαιοσύνην, πασῶν τῶν ἀρετῶν καὶ τῶν ἐντολῶν τὴν κατόρθωσιν ἐπεσπάσατο. Ἔνθεν καὶ ἱκετεύει μὴ παραδοθῆναι τοῖς ἀδικοῦσι, πονηροῖς δαίμοσι καὶ ἀλογίστοις ὁρμαῖς καὶ λογισμοῖς ἀτάκτοις. Ἔκδεξαι τὸν δοῦλόν σου εἰς ἀγαθόν. Ὁ δὲ Σύμμαχος, Ἀνάδεξαί με τὸν δοῦλόν σου εἰς ἀγαθόν· ὁ δὲ Ἀκύλας καὶ ὁ Θεοδοτίων, Ἐγγύησαι· ἀντὶ τοῦ, ἀληθεύω, οὐ ψεύδομαι· πίστευσον ὑποσχομένῳ τῷ δούλῳ σου· αὐτὸς ἐγγυητὴς γενοῦ τῆς ἐμῆς ὑποσχέσεως, ὅτι σου σπουδάσω πληρῶσαι τοὺς νόμους. Ἀνάδεξαί με, Δέσποτα, φησὶ, καὶ πίστευσον τῷ δούλῳ σου, καὶ ἐγγυητής μου γενοῦ εἰς τὸ ἀγαθὸν, ὅτι φυλάττω τὰ προστάγματά σου· καὶ μὴ γένωμαι συκοφαντούμενος ὑπὸ ὑπερηφάνων. Πάντες γὰρ οἱ μὴ τὰς ἐντολὰς τοῦ Θεοῦ φυλάττοντες ὑπερήφανος ὀνομάζονται, κατὰ τὸ ῥητὸν τὸ λέγον· Ὑπερήφανοι παρηνόμουν ἕως σφόδρα. Μὴ συκοφαντησάτωσάν με ὑπερήφανοι. Ἀλγεινὸν ἡ συκοφαντία, κἂν μέγαν ἔχῃ μισθόν. Ταύτῃ καὶ ὁ θαυμάσιος περιπέπτωκεν Ἰωσὴφ, καὶ ἕτεροι δὲ μυρίοι. Παρακελεύεται δὲ καὶ ὁ Κύριος εὔχεσθαι μὴ εἰσελθεῖν εἰς πειρασμόν. Οὐδὲν οὖν ἀπεικὸς οὐδὲ ὁ προφήτης πεποίηκε ταύτην αἰτήσας τὴν αἴτησιν. Διαφερόντως γὰρ ἡ τῶν ἀλαζόνων καὶ δυνατῶν συκοφαντία χαλεπωτέρα. Ἀδικία γὰρ προσλαβοῦσα τὴν δυναστείαν μείζονα τὴν λώβην ἐργάζεται. Οἱ ὀφθαλμοί μου ἐξέλιπον εἰς τὸ σωτήριόν σου, καὶ εἰς τὸ λόγιον τῆς δικαιοσύνης σου. Πάλιν ἐνταῦθα λόγιον τὴν ὑπόσχεσιν καλεῖ. Διηνεκῶς, φησὶ, τὴν παρὰ σοῦ σωτηρίαν προσμένω, καὶ τῆς ὑποσχέσεως ἀναμένω τὸ τέλος. Τὸ δὲ Ἐξέλιπον τέθεικε, τὴν ἐπιτεταμένην ἐπιθυμίαν δηλῶν. Τοῦτο καὶ ἀνωτέρω ἐδήλωσεν εἰπών· Ἐκλείπει εἰς τὸ σωτήριόν σου ἡ ψυχή μου. Ποῖον δὲ σωτήριον; Ὃ ὁ Συμεὼν ἀγκαλιζόμενος τὸν Κύριον ἔφη· Ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν. Τοῦτο οὖν εὔχεται ὁ προφήτης τάχιον γενέσθαι διὰ τὴν σωτηρίαν τοῦ γένους τῶν ἀνθρώπων. Τὸ γὰρ Ἐκλείπει ἡ ψυχή μου, ἕτερον οὐδέν ἐστιν ἢ ἡ ἐπίτασις τῆς ἐπιθυμίας. Ποίησον μετὰ τοῦ δούλου σου κατὰ τὸ ἔλεός σου, καὶ τὰ δικαιώματά σου δίδαξόν με. Ὁ τοσαύτης ἀρετῆς ἐργάτης ἐλέους τυχεῖν ἀξιοῖ, καὶ σωτηρίας ἀπολαῦσαι αἰτεῖ· καὶ οὐκ ἀπαιτεῖ μισθὸν, ἀλλὰ φιλανθρωπίαν αἰτεῖ. Καὶ γὰρ εἰ καὶ προέκοπτεν ὁ προφήτης ἐν ἀρεταῖς, ἀλλὰ οὖν τὸν ἔλεον τοῦ Θεοῦ ἐξῃτεῖτο. Οὕτω καὶ ἡμεῖς, ἀδελφοὶ, εἰ καί τι ἀγαθὸν ποιοῦμεν, αὐτὸν αἰτησώμεθα συνεργὸν ἡμῶν γενέσθαι, καὶ τῷ ἐλέει αὐτοῦ σωθῆναι. Δοῦλός σου εἰμὶ ἐγώ· συνέτισόν με, καὶ γνώσομαι τὰ μαρτύριά σου. Ἅπαντες μὲν ἄνθρωποι φύσει δοῦλοι Θεοῦ· διαθέσει δὲ, οἱ τοῦ Θεοῦ τὴν δεσποτείαν γνησίως αἱρούμενοι. Ταύτης οὖν τῆς συμμορίας ὁ προφήτης δοῦλον ἑαυτὸν ὀνομάζει, καὶ συνέσεως ἀξιωθῆναι παρακαλεῖ, ὥστε γνῶναι τοῦ Θεοῦ τὰ μαρτύρια. Καιρὸς τοῦ ποιῆσαι τῷ Κυρίῳ· διεσκέδασαν τὸν νόμον σου. Ὁ πάντα σταθμῷ καὶ μέτρῳ πρυτανεύων Θεὸς φέρει μὲν ἐπὶ πλεῖστον τῶν ἀνθρώπων τὰς ἁμαρτίας· ὅταν δὲ αὐξηθεῖσαν ἴδῃ τῇ μακροθυμίᾳ τὴν πονηρίαν, τότε τὴν τιμωρίαν ἐπάγει. Τοῦτο τοίνυν καὶ ἐνταῦθά φησι· καιρὸς διαναστῆναί σε εἰς ἐπικουρίαν τῶν ἀδικουμένων, ὦ Δέσποτα· κομιδῇ γάρ σου τὸν νόμον ἐπάτησαν οἱ πολέμιοι. Ἔφη δὲ καὶ ὁ ἀπόστολος Παῦλος περὶ τῆς παρουσίας τοῦ Κυρίου ἡμῶν· Ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας. Καιρὸς ἦν καὶ τοὺς Ἰουδαίους πιστεῦσαι· ἀλλ' οὖν τοὐναντίον ἔπραξαν, ἀπιστήσαντες καὶ ἀθετήσαντες τὸ Εὐαγγέλιον. Τοῦτο γάρ ἐστι τὸ, Διεσκέδασαν τὸν νόμον σου. Διὰ τοῦτο ἠγάπησα τὰς ἐντολάς σου ὑπὲρ χρυσίον καὶ τοπάζιον. Ἐκεῖνοι μὲν οὖν τοῦ σοῦ κατεφρόνησαν νόμου· ἐγὼ δὲ ἀξιεραστοτέρας ἡγοῦμαι τὰς σὰς ἐντολὰς ὑπὲρ χρυσίον καὶ λίθον πολυτελῆ. Τῶν γὰρ τιμίων λίθων τοπάζιον· ἀπὸ δὲ τοῦ ἑνὸς παρεδήλωσεν ἅπαντας τοὺς λίθους. Εἰκὸς δὲ κατ' ἐκεῖνον τὸν χρόνον τοῦτον προτιμᾶσθαι τῶν ἄλλων λίθων. Καὶ ἀλλαχοῦ δὲ ἔλεγεν· Ἀγαθός μοι ὁ νόμος τοῦ στόματός σου ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου. Ὑπεμφαίνει δὲ ὁ λόγος, ὑπὲρ πάντα πλοῦτον, καὶ τὸν καθ' ὅλου, καὶ τὸν ἐκ μέρους, ἀγαπᾷν τὰς ἐντολάς. Τοῦτο γὰρ τελειότης Χριστιανοῦ· ἔφη γὰρ ὁ Κύριος· Ὅτε ἂν τὰς ἐντολάς μου τηρῆτε, μενεῖτε ἐν τῇ ἀγάπῃ μου. Διὰ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμην, πᾶσαν ὁδὸν ἄδικον ἐμίσησα. Ὁ γὰρ πόθος τὴν προθυμίαν ἐργάζεται· ἡ δὲ προθυμία τὴν μὲν εὐθεῖαν παραινεῖν ὁδὸν παρεσκεύαζε, τὴν δὲ τῆς ἀδικίας ἐμυσάττετο τρίβον. Ὁ πάσας τοίνυν τὰς ἐντολὰς κατορθῶν, πάντως καὶ ὁδὸν ἄδικον μισεῖ. Ὅστις γὰρ ὅλον τὸν νόμον πληρώσει, πταίσει δὲ ἐν ἑνὶ, γέγονε πάντων ἔνοχος. Ὁ γὰρ εἰπὼν, μὴ φονεύσῃς, εἶπε καὶ, μὴ πορνεύσῃς· καὶ ὁ εἰπὼν, μὴ ἀδικήσῃς, εἶπε καὶ, μὴ λοιδορήσῃς· καὶ ὁ εἰπὼν, μὴ ψεύσῃ, εἶπε καὶ, μὴ ὀμόσῃς. Θαυμαστὰ τὰ μαρτύριά σου· διὰ τοῦτο ἐξηρεύνησεν αὐτὰ ἡ ψυχή μου. Ἔδειξεν ὡς οὐ μάτην τούτων ἠράσθη. Ἀξιάγαστα γὰρ, φησὶν, ἐστὶ καὶ ἱκανὰ καταθέλξαι καὶ εἰς ἔρωτα διεγεῖραι τοὺς κατιδεῖν δυναμένους. Καὶ πῶς τοίνυν οὐκ εἰσὶ θαυμαστά; Ὁδηγοῦσι γὰρ πρὸς βίον κατωρθωμένον καὶ σεμνὸν, καὶ πολιτείαν ἐνάρετον, πρὸς σωφροσύνην καὶ ἐγκράτειαν, πραότητα καὶ μακροθυμίαν, ἐλεημοσύνην, δικαιοσύνην καὶ ἀγαθωσύνην. Διὰ τοῦτο καὶ ὁ προφήτης καυχᾶται ἐρευνῆσαι αὐτὰ, οὐχὶ τῷ στόματι λαλεῖν, τὴν δὲ διάνοιαν ῥέμβεσθαι· ἀλλ' ὥσπερ τὸν Θεὸν ἐξ ὅλης ψυχῆς ἀγαπᾷν προσετάχθημεν, οὕτως αὐτοῦ καὶ τὰς ἐντολὰς ποθεῖν καὶ πράττειν ἐδιδάχθημεν. Ἡ δήλωσις τῶν λόγων σου φωτιεῖ καὶ συνετιεῖ νηπίους. Τῷ σῷ, φησὶ, καταυγαζόμενος φωτὶ ταύτην ἐδεξάμην τὴν γνῶσιν, καὶ ἅπαντας δὲ τοὺς ἀγνοίᾳ κατεχομένους καὶ βρέφεσιν ἐοικότας ὁ σὸς νόμος συνέσεως ἐμφορεῖ. Τῶν εὐαγγελικῶν δὲ λόγων ἡ δήλωσις φωτίζει οὐ μόνον τοὺς τελείους, ἀλλὰ καὶ τοὺς ἐλλιπὲς ἔχοντας. Διδάσκει δὲ καὶ ἕτερον ὁ λόγος. Ἔφη γὰρ ὁ Κύριος Ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις, περὶ τῶν ἀποστόλων λέγων· τῇ γὰρ κακίᾳ αὐτοὶ ἐνηπίαζον. Τὸ στόμα μου ἤνοιξα καὶ εἵλκυσα πνεῦμα, ὅτι τὰς ἐντολάς σου ἐπεπόθησα. Στόμα ἐνταῦθα καλεῖ τῆς διανοίας τὴν προθυμίαν· αὐτὴ γὰρ ἕλκει τὴν χάριν τοῦ Πνεύματος. Καὶ γὰρ ἀλλαχοῦ φησι· Πλάτυνον τὸ στόμα σου, καὶ πληρώσω αὐτό. Καὶ ὁ θεῖος ἀπόστολος ἐν ἀνοίξει τοῦ στόματος λόγον δοθῆναι παρεκάλεσε· καὶ αὐτὸς δὲ ὁ προφήτης ἐν ἑτέρῳ ἔφη ψαλμῷ· Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ. Τοῦτο δὲ καὶ ἐνταῦθα ἔφη Τὸ στόμα μου ἤνοιξα, καὶ εἵλκυσα πνεῦμα, ὅτι τὰς ἐντολάς σου ἐπεπόθουν. Γλιχόμενόν με γὰρ τῶν σῶν ἐντολῶν θεασάμενος, τῆς σῆς ἠξίωσας χάριτος. Οἱ μὲν οὖν ἐπιποθοῦντες τὰς ἐντολὰς τοῦ Θεοῦ, ἀνοίγοντες τὸ στόμα πληροῦσι Πνεύματος. Καὶ Δαυῒδ ἐπιποθῶν τὰς ἐντολὰς τοῦ Θεοῦ, τῆς προφητικῆς χάριτος ἠξίωται, καὶ πλατύνας τὸ στόμα, ἐπλήρωσε Πνεύματος. Τοῖς δὲ ἀπειθοῦσι τὰς ἐντολὰς τοῦ Θεοῦ εἴρηται· Ἐν κημῷ καὶ χαλινῷ τὰς σιαγόνας αὐτῶν ἄγξαις τῶν μὴ ἐγγιζόντων πρὸς σέ· καὶ, Πολλαὶ αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ. Ἐξ ὧν, ἀδελφοὶ, προσέχοντες τῇ τῶν λαλουμένων διηγήσει, ῥυσθείητε τῇ τοῦ Θεοῦ βοηθείᾳ καὶ ἀντιλήψει, καὶ σώσῃ ὑμᾶς· Κύριος ὁ Θεὸς καὶ ἐν τῷ νῦν αἰῶνι, καὶ ἐν τῷ μέλλοντι. Ἀμὴν, γένοιτο· ᾧ πρέπει δόξα καὶ ἡ τιμὴ νῦν, καὶ εἰς τοὺς αἰῶνας.